Papyri.info

sign in

bgu.14.2395 = HGV BGU 14 2395 = BGU 6 1273 = Trismegistos 2669 = bgu.6.1273



DDbDP transcription: bgu.14.2395 [xml]

222/221 BC Takona
[Reprinted from: bgu.6.1273] BGU6,1273

int
Βασιλε[υό]ντων Πτολεμαίου [το]ῦ Πτολ[ε]μαίου καὶ Βερενίκης
Θεῶ[ν Ε]ὐερ[γε]τῶν ἔ[τους π]ρ[ώτ]ου ἐφʼ [ἱ]ε[ρέως Ν]ικάνορος τοῦ Βακχίου
Ἀλεξάν[δ]ρου καὶ θεῶν [Ἀδελ]φῶν [καὶ θεῶν Εὐεργετῶν κανηφό]ρου Ἀρσινόης
Φιλα[δέλφ]ου Ἀριστομ[άχης τῆς Πτολεμαίου μηνὸς Γορ]πιείου ὀκτωκαι-
5δεκάτηι ἐγ(*) κώμηι Τ[ακόναι τοῦ Ὀξυρυγχίτου ν]ομοῦ ἐδάνει[σ]εν
Δημητρία Ἀπολλο[δότου Κυρηναία μετὰ κυρίου Ἀπολλ]οφάνους
τοῦ Ἀπολλοδότο[υ Κυρηναίου τῆς ἐ]π[ι]γον[ῆσ]\[Ἀπολλω]νίωι/ \Πάτρωνος Κυρηναίωι τῆς ἐπιγον[ης]/ [χαλκο]ῦ
νομίσματος ὀφθα[λμο]φανοῦς δρα[χ]μὰς [τετ]ρακοσίας τόκου ὡς ἐγ(*)
δύο δραχμῶν τὴν μνᾶν τὸν μῆνα ἕκαστον, [ἀ]ντὶ δὲ τοῦ τόκου [το]ῦ
10δανείου τούτου ἐ[μ]ίσθωσεν Ἀπολλώνιος Δημη[τ]ρίαι τὸν αὑτοῦ π̣α̣τρικὸν
πύργον \τὸν/ ὄντα ἐγ(*) κώμηι Τακόναι τοῦ Ὀξυρυγχίτου [νομ]οῦ \α̣ὐ̣τ̣ὸ̣ν̣ καὶ τ̣ὰ̣ς̣ θύ[ρας]/ εἰς ἐνιαυτὸν α̣ ἀπὸ
μηνὸς Ὑπερβερεταίου τοῦ ἐν τῶι πρ[ώτωι ἔτει, ἐφʼ ὧι] ἐνοικήσει Δημητ[ρ]ί[α κ]αὶ
οἱ παρʼ αὐτῆς ἐν τῶι πύργωι τούτωι [τὸν συγγεγραμμέ]νον χρόνον [χ]ρώ̣[με]ν̣[ο]ι
τρόπωι ὧι ἂν βούλωνται καὶ διοδ[ευόμενοι διὰ τῆς προ]υπαρχού[σης] ἐκ τοῦ
15πύργου εἰς τὴν ῥύμην διόδου· γε[ίτον]ες [τοῦ πύργου ἀ]πὸ νότου Σωσιβίου ο[ἰ]κία
[ἀπὸ δὲ ἀπηλιώτου τῶν Ἀπολλωνίου ἀδελφῶν] μ̣έρο̣ς ἀπὸ δὲ βορρᾶ ῥύμη δημοσία
καὶ ἀπὸ λιβὸς ῥύμη δημοσία· τὸ δὲ δάνειον τοῦτο ἀποδότω Ἀπολλώνιος Δημητρίαι
ἐμ(*) μηνὶ Γορπιείωι τῶι ἐν τῶι δευτέρωι ἔτει σὺν τῶι τόκωι. ἐὰν δὲ μὴ ἀποδῶι
κατὰ τὰ γεγραμμένα τῶν μὲν τριακοσίων τόκον διδότω Ἀπολλώνιος Δημητρίαι
20ἐπὶ τὸν ἐσόμενον χρόνον ὡς ἐγ(*) δύο δραχμῶν τὴν μνᾶν τὸμ(*) μῆνα ἕκαστον, ἀντὶ δὲ
τοῦ τόκου τῶν λοιπῶν ἑκατὸν δραχμῶν ἐνοικείτω Δημητρία καὶ οἱ παρʼ αὐτῆς
[ἐν τῶι πύργωι τούτωι] ἐν[οι]κοῦντες καὶ χρώμενοι τ[ρό-]
[πωι ὧι ἂν βούλωνται καὶ διοδευόμενοι] καθότι γέγραπται ἕ̣ω̣ς̣ ἂ̣ν̣
[ἀποδῶι Ἀπολλώνιος Δημητρία]ι τὰς τετρακοσίας δραχμὰς τὸ δάνειον τοῦτο
25[καὶ τὸν τόκον τῶν τριακοσίων δ]ραχμῶν τοῦ ὑπερπεσόντος ὑπὲρ τὸν ἐνιαυτὸν
[χρόνου, καὶ βεβαιούτω Ἀπολλώνι]ος Δημητρίαι κ[αὶ] τοῖς παρʼ αὐτῆς τὸν πύργον το[ῦ-]
[τον καὶ τὴν δίοδον καὶ τὰς θύρας κατὰ τ]ὸν προγεγραμμένον ἐνιαυτὸν καὶ ἐπὶ τὸν ἐχόμεν[ον]
[χρόνον, ἕως ἂν ἀποδῶι αὐτῆι Ἀπολ]λώνιος τὸ δάνειον τοῦτο τὰς τετρακοσίας δραχμὰς
[καὶ τὸν τόκον τῶν τριακο]σίων δραχμῶν καθότι προγέγραπται. ἐὰν δὲ μὴ βεβαι-
30[οῖ κατὰ τὰ γεγραμμένα], ἀποτεισάτω Ἀπολλώνιος Δημητρίαι τὸ μὲν δάνειον
[τοῦτο τὰς τετρακοσί]ας δραχμὰς ἡμιολίους τὸν δὲ τόκον τῶν τριακοσίων
\δ[ραχμῶν]/ ἁπλ̣[οῦν καὶ] ἡ [π]ρᾶξις ἔστω Δημητρίαι κατὰ τὸ διάγραμμα καὶ μηδὲν ἧσ-
σον κυρία [δ]ὲ ἔστω ἡ μίσ\θ̣ω̣σ̣[ι]ς/ τὸν συγγεγραμμένον χρόν<ον>, καὶ ἐξέστω Δημητρίαι
κ[αὶ τοῖ]ς π[αρʼ] αὐτῆς ἀντι̣εξ̣άγειν τὸν ἐξάγοντα αὐτοὺς ἐκ τοῦ πύργου το[ύ-]
35του καὶ τῆς διόδου ἀν[υ]π̣ε̣υ̣θ̣ύνοις οὖσι πάσης ζημίας καὶ ἀνυποδίκοις. ἡ δὲ
συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες· Τιμόλαος Θεσσαλὸς
δεκανικός, Παρμενίων Πέρσης ἰδι[ώ]της ἀμφότεροι τῶν Φίλωνος
⟦ἀ̣ν̣γ̣α̣ρ̣η̣μ̣ο̣ι̣⟧, Περδίκκας Πολυάρχου Πέρσης, Φιλωνάδης
Λυσανίου Κυρηναῖος, Δημήτριος Θεμίσωνος Κυρηναῖος, Νουμή-
40νιος Καλλιξένου Χαλκιδεύς, οἱ τέσσαρες τῆς ἐπιγονῆς.
ext
· ε  ̣  ̣  ̣  ̣
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν
Εὐεργετῶν ἔτους πρώτου ἐφʼ ἱερέως Νικάνορος τοῦ Βακχίου Ἀλεξάνδρου
καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου
45Ἀριστομάχης τῆς Πτολεμαίου μηνὸς Γορπιείου ὀκτωκαιδεκάτηι
ἐγ(*) κώμηι Τακόναι τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐδάνεισεν Δημητρία Ἀπολλοδότου Κυρηναία μετὰ κυρίου Ἀπολλοφάνους τοῦ Ἀπολλο-
δότου Κυρηναίου τῆς ἐπιγονῆς Ἀπολλωνίωι Πάτρωνος Κυρη-
ν̣α̣ί̣[ωι τ]ῆς ἐπ̣[ι]γ̣ο̣ν̣[ῆ]ς χα[λκοῦ] ν[ομίσματος] ὀφ[θαλμο]φανοῦς
δραχ[μὰ]ς τετρακοσίας τ̣ό̣κ̣ο̣υ̣ ὡ̣ς̣ ἐ̣κ̣ [δύο δραχμῶν τὴμ(*) μνᾶν]
50τὸμ(*) μῆνα ἕκαστον, ἀντὶ δὲ τοῦ [τόκου τοῦ δανείου τούτου]
ἐμίσθωσεν Ἀπολλώνιος Δημητρία[ι τὸν αὑτοῦ πατρικὸν πύρ-]
γ̣ον τὸν ὄντα ἐν κώμηι Τακόναι τοῦ Ὀ̣ξυ̣[ρυγχίτου νομοῦ αὐτὸν καὶ τὰς] \θύρας/ [εἰς ἐνι-]
αυτὸν ἕνα ἀπὸ μηνὸς Ὑπερβερεταίου τοῦ [ἐ]ν τῶι πρώτωι ἔτει,
ἐφʼ ὧι ἐνοικήσει Δημητρία καὶ οἱ παρʼ αὐτῆς ἐν τῶι πύργωι τούτωι
55τὸν συγγεγραμμένον χρόνον χρώμενοι [τ]ρόπωι ὧι ἂν βούλωνται
καὶ διοδευόμενοι διὰ τῆς π̣ρ̣ο̣υπαρχούση[ς ἐκ] τοῦ πύργου εἰς τὴν ῥυ-
μην διόδου· γείτ[ο]νες τοῦ πύργου ἀπὸ ν̣ό̣[του] Σωσιβίου οἰκία, ἀπὸ δὲ
ἀπηλιώτου τῶν Ἀπολλωνίου ἀδελφῶν μ̣[έ]ρ̣ος, ἀπὸ δὲ βορρ[ᾶ] ῥύμη
δημοσία καὶ [ἀ]πὸ λιβὸς ῥύμη δημοσία. τὸ δ̣ὲ̣ δάνειον τοῦτο ἀποδότω
60Ἀπολλώνιο[ς Δη]μητρίαι ἐμ(*) μηνὶ Γορπιεί[ωι τ]ῶι ἐν τῶι δευτέρωι ἔτει
Traces
-- -- -- -- -- -- -- -- -- --
61Ἀπολ[λωνίου] Παρμενίωνο̣ς̣ Φ̣ι̣λ̣ω̣ν̣άδου Νουμηνίου.
ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμ̣μ̣έ̣ν̣α̣, [τῶν μὲν τρια-]
κοσίων τ[ό]κον διδότω Ἀπολλώνιος Δημητρίαι ἐπὶ τὸν ἐσόμενον
χρόνον ὡς ἐγ(*) δύο δραχμῶν τὴν μνᾶν τὸμ(*) μῆνα ἕκαστον, ἀντὶ δὲ
65τοῦ τόκου τῶν λοιπῶν ἑκατὸν δραχμῶν ἐνοικείτω Δημητρία
καὶ οἱ παρʼ αὐτῆς ἐν τῶι̣ π̣ύ̣ρ̣γ̣ω̣ι̣ τούτωι [ἐνοικοῦν]τες καὶ
χρώμενοι τρόπωι ὧι ἂν βούλωντ[αι κ]α̣ὶ̣ δ̣ι̣ο[δευόμενοι] διὰ τῆς διό-
δου καθότι προγέγραπται, ἕως ἂν [ἀ]π̣ο̣[δ]ῶ̣ι̣ Ἀ̣[πολλώ]ν̣ιος Δημη-
τρίαι τὰς τετρακοσίας δραχμὰς [τὸ δάνειον] τοῦτο καὶ τὸν τόκον τῶν
70τριακοσίων δραχμῶν τοῦ ὑ̣π̣[ερπεσόν]τ̣ο̣ς̣ ὑ̣π̣ὲ̣ρ̣ τ̣ὸ̣ν̣ ἐ̣νι̣[αυ]τ̣ὸν
χρόνου καὶ βεβαιούτω Ἀπολλώνιος Δημητρί[αι] κ̣[αὶ] τ̣[οῖ]ς̣ [πα]ρʼ αὐ-
τῆς τὸν πύργον τοῦτον καὶ τὴ[ν] δί̣ο̣δ̣ο̣ν καὶ τ̣[ὰ]ς θ[ύρ]ας̣ κα̣τ̣ὰ̣ τὸν
προγεγραμμένο[ν] ἐνι[α]υ̣[τὸν καὶ ἐ]π̣ὶ̣ τ̣ὸ̣[ν ἐχόμενον χρόνο]ν ἕως ἂν
ἀποδῶι αὐτῆι [Ἀ]πολλώνιο̣ς̣ [τὸ δάνειον τ]οῦ̣το [τὰς] τ̣ε̣τρακοσίας
75δραχμὰς καὶ τὸν τόκον τῶν τρ[ι]ακ[οσί]ων δραχμῶν καθότι προγέ-
γραπται· ἐὰν [δὲ μὴ] βεβαιοῖ κατὰ̣ τὰ γ[εγρα]μμένα, ἀποτεισάτω Ἀπολ-
λώνιος Δημητρ̣[ίαι] τὸ μ̣ὲ̣[ν] δ̣ά̣ν̣ε̣ι̣ο̣ν̣ [τοῦ]το \τὰς τετρακοσίας δραχμὰς/ ἡμιόλιον, τὸν δὲ τόκον
τῶν τριακοσίων δραχμῶν ἁπλοῦν, [καὶ] ἡ πρᾶξις ἔσ[τ]ω Δημητρί-
αι κατὰ τὸ διάγραμμ[α] καὶ μηδ[ὲ]ν [ἧσσ]ον κυρία ἔστ[ω] ἡ μίσθωσις
80τὸν συγγεγραμμένον χ[ρόνο]ν, καὶ ἐξ̣[έσ]τ̣ω̣ Δημητρ[ί]αι καὶ τοῖς
παρʼ αὐτῆς ἀντιεξάγε[ι]ν [τὸ]ν ἐ̣ξ̣ά̣γ̣[οντα αὐ]τοὺς ἐ[κ] τοῦ πύργου
τούτου καὶ τῆς διόδου ἀνυπευθύ[ν]οις οὖσι πάσης ζημίας καὶ
ἀνυποδίκοις· ἡ δὲ συγ[γ]ραφὴ ἥδε κ[υ]ρ[ία] ἔστω οὗ ἂν [ἐ]πιφέρηται·
μάρτυρες· Τιμόλαος Θεσσαλὸ[ς] δεκανικό̣[ς], Παρμ[ενί]-
85ων Πέρ̣σ̣η̣ς̣ ἰ̣δ̣ι̣ώ̣της ἀμφό[τ]ε̣ροι τῶ̣ν̣ Φ[ί]λωνος,
Π̣ερδίκκα̣ς̣ Πολ[υ]άρχου Πέρσης, Φιλωνάδης
[Λυ]σανίου Κυρηναῖος, Δημήτριος Θε[μ]ίσωνος Κυρηναῖ-
[ος, Ν]ο̣υμήνιος Καλλιξένου Χαλκιδε[ύ]ς, οἱ τέσσαρες τῆς
[ἐ]πιγονῆς· συγγραφοφύ[λ]αξ Τιμόλαος·
90(hand 2) Ἀ̣π̣ολλώνιος Πάτρων[ος] Κυρηναῖος τῆς ἐπι-
γ̣ο̣ν̣ῆς ε  ̣  ̣[  ̣]  ̣ας τετρακοσ[ί]ας ⟦δρα⟧ δραχμ̣ὰ̣ς̣
κα  ̣  ̣  ̣  ̣[  ̣]γ̣ρ̣α̣ Traces
Δημητρίας πρὸς
Ἀπολλώνιον δάνειον
95(δραχμαὶ) υ

Apparatus


^ int.5. l. ἐν
^ int.8. l. ἐκ
^ int.11. l. ἐν
^ int.18. l. ἐν
^ int.20. l. ἐκ
^ int.20. l. τὸν
^ ext.46. l. ἐν
^ ext.50. l. τὸν
^ ext.60. l. ἐν
^ ext.64. l. ἐκ
^ ext.64. l. τὸν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.