DDbDP transcription: bgu.16.2600 [xml]
13 BC Herakleopolites
Λαδάμας καὶ οἱ λοιποὶ μελισσουργοὶ
Χοινώ[θ]μεως τῶι [σ]ε̣μ̣ν̣οτάτωι
θεῶι καὶ κυρίωι ἀντιλήμπτορι
πλεῖστα χαίρειν καὶ διὰ παντὸς
5ὑγιαίνειν καθάπερ εὐχόμεθα·
πεπόμφαμέν σοι τὸ λογάριον
τῶν ζμηνῶν(*) καὶ τοῦ μ̣ε̣μ̣ε̣-
τρημένου μέλιτος ἐν τῶι ια (ἔτει)·
ἐὰν οὖν σοι φαίνηται(*), σεμνότατε
10ἐπιστάτα, ἐπιδεῖξαι Σελεύκωι
τῶι διοικητῆι καὶ κυρίωι {ὅπως}
συνπροσγενόμενος(*) αὐτῶι, ἵνα μὴ
πλεῖον ἀπαιτηθῶμεν(*) τῶν ὄντων
διὰ τοῦ λογαρίου καὶ τοῦ μεμετρημένου
15μέλιτος· τὰ <δὲ>(*) σύμβολα ἔχομεν· τούτου
δὲ γεν[ο]μένου ἐσόμεθα ἀντιλημμένοι(*)
ὑπό σου· [παρὰ] πάντα δὲ χαριῇ σεατοῦ(*)
ἐπ