Papyri.info

sign in

bgu.4.1121dupl = HGV BGU 4 1121 = Trismegistos 18563



DDbDP transcription: bgu.4.1121dupl [xml]

5 BC Alexandria

Πρωτάρ[χωι]
παρὰ Διονυσίας [τ]ῆς Ἀχιλλέως ἀστῆς μετὰ κυρίου Εὐδήμου τοῦ ⁦ vac. ? ⁩
καὶ παρὰ Ἱέρακος τοῦ Τιθοήους καὶ Πάπου τοῦ Ἀνδρονίκου ἀμφοτέρων Περσῶν τῆς ἐπ[ιγο(νῆς).]
[π]ε̣ρ̣ὶ̣ ὧν [διε]στάμεθα συγχωροῦμεν [π]ρὸς ἑατοὺς(*) ἐπὶ το[ῖσδε] ὥστʼ ἐπεὶ μεμίσθων-
5τ̣[αι] ὅ̣ τ̣ε̣ [Ἱέραξ καὶ Πά]πος παρὰ τῆς Διονυ[σίας] ε̣ἰ̣ς̣ ἔ̣[τ]η̣ [τρία ἀπὸ Θῶυθ τοῦ] ἐνεσ[τ]ῶτος
ἕ̣κ̣[το]υ καὶ εἰκοστοῦ ἔτους Καίσαρος τὸ ὑπάρχον αὐτῇ [τε καὶ τῷ ἀφήλικι αὐτῆς] υἱος(*)
Ἀχιλλεῖ Πτολεμαίου περὶ Ἀρσινοίδα τὴν καὶ Εὐρυλόχου ἐν τῶι λεγο[μένωι] Κόλπω[ι, ὃ]
προε̣ῖ̣χ̣εν Ἱέραξ ὁ Ἱέρακος ἐπὶ τοῖς οὖσι ὁρίοις, ὃ προσκυρεῖ τῆι λε[γομ]ένῃ Βαθεί̣[αι]
καὶ τοῖς ἐπικαλουμένοις Διοικη̣τ̣ο̣ῦ καὶ τῶι Πισ̣α̣τ̣ καὶ Ἐ̣μ̣ο̣υ̣ε̣ι̣ κ̣α̣ὶ̣ [ἐπί τι μέ]ρ̣ο̣ς̣ Τελκ̣[αρωρ]
10ἕλος παπυρικὸν φόρου ἑσταμένου κατʼ ἐνιαυτὸν ἕ̣κ̣α̣σ̣τ̣ο̣ν̣ ἀ̣ν̣[υ]π̣ο̣λόγου παντὸς ὑ̣[πολό-]
γου καὶ ἀνηλώματος ἀργυρίου Πτολεμαικοῦ δραχμῶν πεντακισχιλίων, ἐφʼ ὧ[ι διορ-]
θώσονται ταύτας τῆι Διονυσίᾳ κατʼ ἔτος διδόντε[ς] ἀπὸ Θω[ῦθ ἕ]ω̣ς̣ Μ̣ε̣χ̣ε̣[ὶρ]
κατὰ μῆνα ἀργυρί̣ο̣υ̣ δρα[χ]μὰ[ς] διακοσίας πεντήκοντα, ἀπὸ δὲ Φαμε̣ν̣ὼ̣θ̣ ἕως Μεσ[ορὴ]
κατὰ μῆνα ἕκαστον [ἀ]ργυρίου δραχμὰς πεντακοσίας ὀγδοήκον[τα τρ]ε̣ῖ̣ς δύο ὀβ̣[ολούς],
15ἐπὶ τούτοις ἀντέχεσθαι αὐτοὺς τῆς μισθώσεως ἐ̣π̣ὶ̣ τ̣ὸ̣ν̣ [χ]ρ̣ό̣ν̣ο̣ν̣ μὴ ἐξόντο[ς]
αὐτοῖς διδόναι τοῖς κατεργαζομένοις τὴν μίσθωσιν ἐ̣[ργάτ]αις̣ [π]λ̣εῖον τῶν̣ [διδο-]
μένων ἐν τῶ̣ι̣ Κόλπωι [κατ]έ̣ρ̣γ̣ω̣ν̣, τελέσουσι δὲ καὶ ἐξαίρετα κατʼ [ἐ]νιαυτὸν ἕ[καστον]
φορτία παπυρικὰ ἑξ[άγκαλ]α̣ ἑ̣κ̣ατόν, ἐργάζεσθαι δὲ τὰ μεμισθωμένα τὰ μὲ̣[ν]
ἐπιτήδεια σ̣ε̣υ̣ο̣υ̣ρ̣γοῦν[τας](*), [τ]ὰ δὲ λοιπὰ τῇ καθηκούσῃ ε̣ὐ̣ν̣ο̣ί̣ᾳ̣ καὶ μὴ δικο̣λ̣[  ̣  ̣  ̣]
20σειν   ̣  ̣  ̣  ̣α̣π̣α̣ρανθ̣ι̣ν̣ο̣λογήσειν μηδὲ βα̣ριο̣τομήσειν μηδʼ ἐπὶ μέ[ρει]
[ἐργάσεσθαι μηδὲ σχοινικὰ π]ωλεῖν μηδὲ ἑτέροις μεταμισ̣θ̣[οῦν] μ̣η̣δ̣ὲ̣ κ̣α̣ταν̣[ε-]
[μεῖν ἐν τῶι ἕλει κτήνη] μήτε ἴδια μητʼ ἀλλότρια, ἃ δʼ ἐὰ̣[ν καταλα]μ̣β̣άνω̣[σιν]
[ἐκστήσειν τοῖς ἰδίοις αὐτῶν δαπανήμασι ἐ̣π̣ι̣βαλεῖν(*) δὲ τὸ ἕλος ἐν] τ̣ο̣ῖ̣ς̣ κ̣α̣θ̣[ή-]
[κουσι καιροῖς, ἔτι δὲ καὶ τοὺς καθʼ ἑαυτοὺς ποταμοὺς καὶ τὰς πλαγίους δι]ώρυ̣γ̣ας παρα[θά-]
25[ψειν καὶ] ὀρύξειν [καὶ μεταβαλεῖν καὶ παρέξεσθαι πλωτὰς οἵας κα]ὶ παρείληφαν [τοῖς]
[ἰδίοις ἀνηλώμασιν, ἐὰν δὲ συμβῇ αὐτοῖς πρ  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ ἔφοδον γενέσθαι ἢ]
[κατακλυσμὸν ἢ ξυλείας] ἐκκοπὴν ἢ κατὰ π[όλεως αἴτιον ἢ ἐκ δημοσίου]
[φόρων αφ  ̣  ̣  ̣ς ἢ ἐποχὴ]ν ἢ πρὸς   ̣  ̣  ̣  ̣[  ̣ ἢ ἀπὸ θεοῦ γέν]ηταί τι περὶ τ[ὴν]
[μίσθωσιν αἴτιον, οὐδὲν τούτων] ἔσται πρὸς τὴν Δ̣ι̣ο̣ν̣υ̣[σίαν καὶ] μὴ ἐξεῖναι τ[οῖς]
30[μεμισθωμένοις ἐγλιπ]εῖν τὴν μ̣ί̣σ̣θ̣ω̣σ̣ι̣ν̣ ἐν[τὸς τοῦ χρ]ό̣ν̣ο̣υ̣, ἐὰν δέ τ[ι]
[τούτων παραβαίνωσιν,] εἶναι αὐτοὺς παραχρῆμα ἀγωγίμους καὶ συνέχεσθα[ι]
[μέχρι τοῦ - ca.10 -] κ̣α̣ὶ̣ ἐ̣κ̣τελέσαι καὶ ἐκτεῖσαι τῇ Δ̣ι̣[ονυ]σίᾳ, ἃ̣ [ἐ]ὰ̣ν̣ ἐ̣ν̣[ο-]
[φειλήσωσι πρὸς τ]ο̣ὺ̣ς̣ φόρους σὺν ἡμι̣ο̣λ̣ί̣ᾳ̣ καὶ ἑκάστου φορτίου οὗ ἐὰν μὴ ἀ̣π̣[ο-]
[δῶσιν τὴν ἐπὶ τοῦ κ]α̣ι̣ροῦ τιμὴν καὶ ἄλ̣[λα]ς̣ ἐ̣π̣ί̣τ̣ι̣μ̣ο̣ν̣ ἀργυ[ρ]ίου δραχμὰς χιλί[ας]
35[καὶ ἐξεῖναι] τῆι Διονυσίᾳ παρασυγγραφο̣ύ̣[ντων](*) [αὐτ]ῶ̣ν̣(*) ἐγ̣[βά]λ̣λειν(*) ἐ̣[ντὸς]
[τοῦ χρόνου καὶ ἑτέροις] μ̣ε̣τ̣α̣μισθοῦν κ̣α̣ὶ̣ π̣ρ̣ά̣σ̣σ̣[ειν τ]ὸ̣ ἐσόμενον ἀ̣φ̣ε̣ύ̣ρ̣ε̣μ̣α
[παρὰ τὴ]ν̣ ἀ̣ν̣α̣μίσθωσιν τῆς πράξεως γινομένης τῆι Διονυσίᾳ ἐκ τῶ[ν]
[μεμισθω]μένων καὶ ἐξ ἑνὸς καὶ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων
[αὐτοῖς π]άντων καθάπερ ἐγ(*) δίκης ἀκ[ύ]ρων οὐσῶν ὧ[ν] ἐὰν ἐπενέγκ[ωσι]
40[πίσ]τ̣εων π̣α̣σ̣ῶ̣ν̣ καὶ σκέπης πάσης, ἐπιτελούντων δʼ αὐτῶν κατὰ [τὰ]
[προγεγρα]μ̣μ̣έ̣ν̣α̣ κ̣α̣ὶ̣ τ̣ὴ̣ν̣ Διονυσία[ν] παρέξεσθαι αὐτοῖς τὴν μίσθωσι[ν]
[ἀπερίλυτον ἐπὶ τ]ὸ̣ν̣ χρόνον καὶ ἐάσε[ιν] αὐτοὺς τὰ ἐξ αὐτῆς ἀπ[ο]φέρεσθαι εἰς [τὸ]
[ἴδιον μηδʼ ἐγ]β̣ά̣λ̣λ̣ειν αὐτοὺς ἐντὸς τοῦ χρόνου μ[ηδὲ π]λ̣εῖον μηδὲν
[πρᾶξαι ἢ] καὶ αὐτὴν ἐκτίνειν τά τε βλάβη καὶ δ[απανήμα]τα καὶ τὸ ἴσον
45[ἐπίτι]μ̣ο̣ν̣ κ̣α̣θάπερ ἐγ(*) δίκης χωρὶς τοῦ κύρια εἶναι τὰ σ̣υ̣ν̣[κεχω(ρημένα)], τὰ δὲ
[ἑκατὸ]ν φορτία παραδώσουσιν [ο]ἱ μεμισθωμένοι ἐ̣π̣ὶ̣ το[ῦ] Α̣ν̣ο̣λ̣[μεθιου(?)] ὅ̣ρ̣μ̣ου. ἀ[ξιοῦ(μεν)].

Apparatus


^ 4. l. ἑαυτοὺς
^ 6. l. υἱῷ
^ 19. l. σ<κ>ευουργοῦν[τας]
^ 35. l. παρασυγγραφοῦ[ντας]
^ 35. l. [αὐτ]οὺς
^ 35. l. ἐκ[βά]λ̣λειν
^ 39. l. ἐκ
^ 45. l. ἐκ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.