Papyri.info

sign in

bgu.6.1249 = HGV BGU 6 1249 = Trismegistos 4540



DDbDP transcription: bgu.6.1249 [xml]

148/147BC Syene

[ἔτου]ς λδ Χοιὰχ [  ̣]α̣ ἐν Συήνηι τῆς Θηβαίδος ἐπʼ Ἀριστοδήμου ἀγορανόμου
[ὁμολ]ογεῖ Ἰσιὰς ἡ καὶ Σεννῆσις Πατεπνεβτεῦτος ἀφώντισσα μετὰ κυρίου τοῦ αὐτῆς
[ἀν]δ̣ρὸς Νεοπ[το]λέμου τοῦ Νεοπτολέμου Κυρηναίου τῶν Πτολεμαίου καὶ τῶν υἱῶν
[τακ]τομίσθου Ἐ̣σ̣αροήρει Πετοσίριος ἀφωντεῖ ἀμίσθωι συλλελύσθαι αὐτῶι τε καὶ Ταγῶτι
5[τῆι γ]υναικὶ αὐ[το]ῦ ὑπὲρ ἧς ἐνέβαλεν κατʼ αὐτῶν ἐντεύξεως ἐν τῶι λδ (ἔτει) τοῖς ἐν
[Πτο]λεμαίδι τῆς Θηβαίδος δικασταῖς ὧν εἰσαγωγεὺς Φιλῖνος διʼ ἧς ἐνεκάλει αὐτοῖς
[περὶ] ὕβρεως κ[αὶ] πλ[η]γῶν ἃ ἐτιμήσατο [χ]αλκοῦ ταλά[ν]των δύ̣ο̣ καὶ ἀργυρί[ο]υ δραχμῶν
[ἑκατ]ὸν καὶ μὴ ἐπελεύσεσθαι ἐπʼ αὐτοὺς [ὑ]πὲρ τῶν προγεγρα[μ]μένων μήδʼ ὑπὲρ τῶν
[διὰ τ]ῆς ἐντεύξεως δηλουμένων πά̣ν̣τ̣[ω]ν κατὰ μηθένα τρόπον, ἐὰν δʼ ἐπέλθῃ
10[ἢ ἄλλ]ος τι[ς] ὑπ[ὲ]ρ̣ α̣ὐτῆς [ἥ] τʼ ἔφοδ[ος] αὐτοῖς ἄκυρ[ο]ς ἔστω̣ καὶ προσαποτεισάτω Ἰσιὰς
[Ἐσαροήρει καὶ Ταγ]ῶτι ἐπ[ίτιμ]ον [χαλκοῦ τ]ά̣λ̣α̣ν̣[τα π]έν[τε καὶ ἱ]ερὰς τ[οῖ]ς βασιλεῦσιν
[ἀργυρίου ἐπισήμ]ου δρ[αχμὰς ⁦ -ca.?- ⁩ χωρὶς τοῦ τὰ π]ρ[ογ]εγραμμέ[να] κ̣ύρια
[εἶναι. ⁦ -ca.?- ⁩] κεχ[ρημάτισται διʼ Ἀριστοδήμου ἀγοραν]όμου

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.