Papyri.info

sign in

bgu.6.1264tripl = HGV BGU 6 1264 = Trismegistos 2666



DDbDP transcription: bgu.6.1264tripl [xml]

215/214 BC Oxyrhynchite
[Reprinted from: bgu.6.1263 | p.frankf.2] BGU6,1263;PFrankf2

βασιλεύοντος Πτολε[μαίου] τοῦ Πτολεμα[ίου καὶ Βερενίκης]
θεῶν Εὐεργετῶν ἔτ[ους ὀγδ]όου ἐφʼ ἱ[ερ]έως Πτ[ο-]
λεμαί[ο]υ τοῦ Πτολε[μ]αίου τοῦ Στασικρ[άτους Ἀλεξάνρδου]
καὶ θεῶν Σωτήρων καὶ θ[εῶ]ν Ἀδελφῶν καὶ θεῶ[ν Εὐεργε-]
5τῶν καὶ θεῶν Φιλοπατόρ[ων] κανήφορου Ἀρσινόης [Φιλαδέλφου Ἀρσινόης]
τῆς Σωσιβίου μηνὸς Π[ερι]τίου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ.
ἐμίσθωσεν εἰς ἐνιαυτὸν σπόρον καὶ θερισμὸν ἕνα ἀπὸ τοῦ σπόρου
τοῦ ἐν τῶι ἐνάτωι ἔτε[ι], ὧν ο̣ἱ̣ κ[α]ρποὶ [ε]ἰ̣ς̣ τὸ δέκατον ἔτος, Εὔ-
πολις Ἀθηναῖος τῶν Φίλ[ωνο]ς ἰδιώτης Ἀλεξάνδρωι Κ̣ρά̣τ̣η̣τ̣ο̣ς̣
10Κυρηναίωι τῆς ἐπιγονῆς καὶ Ὥ[ρω]ι ⁦ vac. ? ⁩ Ὀξυρυγχί-
τηι ἱεροδούλωι τὸ ἥμισυ τοῦ ἀναπαύματος τοῦ ἐν τῶι αὑτοῦ κλήρωι
αἵ εἰσιν ἄρουραι εἴκοσι δύο σὺν σπέρμα[τι] ἀκίνδυνον ἐκφορίου π[υρῶ]ν ἀρτα-
βῶν ἑκατὸν τεσσαράκοντα ἕξ . ἐὰν δέ τινα γῆν πλέω εὕ[ρῃ] Εὔπολις
τ̣ῶ̣ν̣ [εἴκο]σ̣ι̣ κ̣α̣ὶ̣ δ[ύο] ἀρουρῶν [τοῦ αὐ]τ̣ο̣ῦ̣ μέρους, τασσέσθωσαν Εὐπόλει ἐκφόριον
15σ̣ὺ̣ν̣ σπέρμ[ατ]ι̣ ἑκάστη[ς ἀρο]ύρας(*) πυρῶν ἀρτάβας ὀκτώ . δότω δʼ αὐτοῖς
Εὔπολις σπέρμ[α] εἰς ἑκάσ[την ἄ]ρουραν πυρῶν ἀρτάβην μίαν ἐπὶ τῆς
χρέας(*). τὰ δʼ ἐκφόρια τ[ὰ συγγεγ]ραμμένα ἀποδότωσαν Ἀλεξάνδρος καὶ
Ὧρος Ευπόλει ἐμ(*) [μηνὶ Δύστρωι] τοῦ δεκάτου ἔτους σῖτον καθαρὸν καὶ ἄδο-
λον τὸ[ν] γενόμ[ενον ἐν τῆι γ]ῆι μέτρωι χόϊ τῶι Εὐπόλεως μετρή-
20σει δ̣ι̣[καί]α̣ι̣ [κ]α̣ὶ̣ ἀ̣π̣ε̣[ν]ε̣γ̣κ̣ά̣[τ]ωσαν εἰς τὰ Εὐπόλεως ἰδίωι ἀνηλώ-
ματι. ἐὰν δὲ μὴ ἀποδῶ[σι κ]ατὰ τὰ γεγραμμένα, ἀποτεισάτωσαν(*)
Εὐπό[λει] τιμὴ[ν] τῆς ἀρ[τά]βης ἑκάστης τῶν πυρῶν δραχμὰς
δέκα. [ἡ δὲ] καλάμη ἔσ[τω Ε]ὐπόλεως, τὸ δὲ ἄχυρον ἁλοήσας [Ε]ὔπο-
λ̣[ι]ς̣ ἐ̣[χέτω, καὶ] ἡ π[ρᾶξις ἔστ]ω Εὐπόλει παρὰ Ἀλεξάνδρου καὶ Ὧρου πράσ-
25[σοντι κατὰ τὸ διά]γ̣ρ̣α̣μ̣[μα. κυριευ]έτω δὲ Ε[ὔ]πολις τῶν καρπῶν, ἓως ἂν τὰ αὑ-
[τοῦ κομίσηται]. β[εβαιο]ύ̣τ̣ω̣ δὲ Εὔ[πολι]ς Ἀλεξά[νδ]ρωι καὶ Ὥρωι τὴγ(*) γῆν καὶ τοὺς κα-
τασ[πα]ρέντας ἐν αὐτῆι καρ[ποὺ]ς καθʼ ἃ με[μίσ]θωκεν. ⟦ἐὰν⟧ ἐὰν δὲ μὴ βεβαι-
ώσῃ κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Εὔ[πο]λις Ἀλεξάνδρωι καὶ Ὥρωι
ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας (*), ἐ[ὰν] μή τι βασιλικὸν κώλυμα
30γένηται. ἡ [συ]γγραφὴ ἥδε κυρία [ἔσ]τω οὗ ἂν ἐπιφέρηται.
μάρτυρες.

Apparatus


^ 15. or ἀρούρης σὺν σπέρματι
^ 17. l. χρείας
^ 18. l. ἐν
^ 21. or ἀποτεισάτωσαν Ἀλέξανδρος καὶ Ὧρος
^ 26. l. τὴν
^ 29. or πεντακ[οσίας]

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.