Papyri.info

sign in

chr.mitt.247 = HGV P.Flor. 1 86 = Trismegistos 23585 = p.flor.1.86



DDbDP transcription: chr.mitt.247 [xml]

I spc Hermoupolis Magna
[Reprinted from: p.flor.1.86] PFlor1,86

[  ̣  ̣  ̣] Εὐδαίμονος [πρεσβυτ]έρου [ἀ]μφ̣[οτέρ]ων ἀπὸ Ἑρμοῦ π̣ό̣λ̣[ε]ως τῆς ὑπὲρ Μέμ̣φ̣ι̣ν. ὀφειλομ[ένων τ]ῷ̣ μετ̣ηλλαχό̣[τ]ι̣ ἀ̣τε-
[κνῷ] καὶ ἀδιαθέτῳ [υἱῷ μου] Εὐδ[αί]μονι [ο]ὗ εἶμι κληρονόμος ὑπὸ Διδύμης Ἀμμω̣ν̣ίου ἀπ̣ὸ̣ [τῆς αὐ]τῆς πόλεως κ[αθʼ ἃ]ς
[διέ]ταξεν ὁ αὐτ̣[ὸς] Ε̣ὐ̣δαί[μων γεν]έσθ[α]ι κατὰ πίστιν εἰς Σαρα̣π̣ι̣[άδα] Ἑρμ[αί]ο̣υ ἀπὸ τῆς [αὐτ]ῆ̣ς̣ πόλ̣[εως συνγρα]φὰς
[δαν]είων τρεῖς ἐφʼ ὑ[ποθ]ήκῃ κ[α]τ̣οι[κικαῖ]ς τῆς Διδύμης ἀρούραις δεκ̣[α]ὲξ [τετ]άρτῳ ἐκ τοῦ Διο̣ν̣[υσ]ί̣ο̣υ̣ κ̣λή[ρου περὶ   ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣  ̣
5[  ̣  ̣]υ τοῦ Πατεμίτ(ου) [ἄν]ω τὴν μὲν προτ[έρ]αν ἐπὶ τοῦ πρώτου ἔτους Δομιτιανοῦ Καίσαρος τοῦ κυρίου Φαμενὼθ ἀργυρίου δρα-
[χμῶ]ν χειλίων(*) ἑξακ[ο]σί[ω]ν [εἰκοσ]ι̣οκτὼ [εἰς] ἀπόδοσιν Μεχεὶρ τοῦ τρίτου ἔτους Δομιτιανοῦ Καίσαρος του κυρίου, τὴν δὲ δευ-
[τέρα]ν ἐπὶ τοῦ Φαρμοῦθι μην[ὸς το]ῦ προκ̣[ει]μένου πρώτου ἔτους [ἄλ]λων ἀργυρίου δραχμῶν χειλίων(*) ἑξακοσίων εἰς ἀπό-
[δοσι]ν Φαμενὼθ τρια̣[κ]άδα τ[ο]ῦ τετ[άρτο]υ ἔτους καὶ τὴν τρίτην ἐπὶ τῆς π[έ]μπτης τῶν ἐπαγομένων τοῦ αὐτοῦ τετάρ-
[του ἔτο]υς ἄλλων δραχμῶν πεντακ[οσίων] τεσσεράκοντα εἰς ἀπόδοσι[ν Φα]ρμοῦθι τοῦ ἑξῆς πέμπτου [ἔτο]υς ἀκολού-
10[θως ᾧ ἀ]νήνεγκεν ἡ [Σ]αραπιὰς πρὸς [τὸν] υἱόν μου Εὐδαίμωνα(*) περιόντα δ[η]μοσίῳ χρηματισμῷ διὰ τοῦ αὐτοῦ ἀγορανο-
[μείου] ἐπὶ τοῦ αὐ[το]ῦ πέμπτου ἔτους [μην]ὸς Νέου Σεβαστοῦ ἐξομολογουμένη(*) τὴν πίστην(*) τῶν αὐτῶν τριῶν συνγρα-
[φῶν] δηλώσα[σ]α καὶ τὰ τέλη καὶ τ[ὰς δ]απάνας τῶν ὑπερχρο̣ν̣ί̣ω̣ν̣ ὑ̣[πʼ αὐτ]οῦ δεδόσθαι. ὀφειλομένων δὲ τῷ αὐτῷ υἱῷ
[μου] Εὐδαίμωνι(*) ὑπὸ [τ]ῆς α̣[ὐτ]ῆς̣ [ὑ]πό[χρεω] Διδύμης κατʼ ἄλλην συνγραφ[ὴν δ]ανείου διὰ τοῦ αὐτοῦ ἀγορανομίου(*) ἐπὶ τοῦ
[αὐτ]οῦ πέμπτου ἔτο[υς μη]νὸς Χοίακ [ἄλ]λων δραχμῶν ἐνακοσίων πεν[τ]ήκοντα εἰς ἀπόδοσιν μῆνα Καισάρειον τοῦ αὐ-
15[τοῦ] πέμπτου ἔτους ἐ[πὶ] ταῖς προκειμέναις ἀρούραις καὶ κατὰ διαγραφὴν διὰ τῆς ἐπὶ τῶν τόπων Ὡρίωνος τοῦ Σύρου
[τρα]πέζης ἐπʼ ὀνόμ[ατο]ς τοῦ αὐτοῦ Εὐδαίμονος ἐπὶ τοῦ αὐτοῦ πέμπτου (ἔτους) ἄλλων δραχμῶν τετρακοσίων δεκατριῶν
[εἰς] ἀπόδοσιν μῆνα Καισάρειον τοῦ αὐτοῦ πέμπτου (ἔτους), προσγραφέντος τῇ διαγραφῇ, μὴ ἐξεῖναι τῇ Διδύμῃ περιλύ-
[ει]ν τὰς ὑποθήκας ἐὰν μὴ καὶ τὰ διὰ τῆ[ς] διαγραφῆς ἀποδοῖ, καὶ μηδεμίας ἀποδόσεως ἀπὸ πάντων τῶν ὀφειλομένων
[ὡς π]ρόκειται γενηθείσης μέχρι νῦν μήτε τῷ υἱῷ μου περιόντι μήδε ἐμοῖ μετὰ θάνατον αὐτοῦ ἀναγκαίως προῆλθον
20[ἐπὶ] τῆς σῆς ἐξουσίας καὶ ἀξιῶ συντάξαι γράψαι τῷ τοῦ Ἑρμοπολίτου στρατηγῷ μεταδοῦναι τῇ ὑπόχρεῳ Διδύμῃ τοῦδε
[τοῦ ὑ]πομνήματος ἀντίγραφον ὅπως ἀποδοῖ μοι τά τε προκείμενα κεφάλαια πάντα καὶ τοὺς τῶν ὑπερχρονίων μέ-
[χρι ν]ῦν τόκους καὶ τὰ τέλη καὶ δαπάνας ὁμοίως σὺν τόκοις ἢ εἰδῇ πρὸς μὲν τὰ διὰ τῶν συνγραφῶν ὀφειλόμενα
[ἐμ]βαδεύσοντά μοι(*) εἰς τὰς ὑποτεθ[ει]μένας ὡς πρόκειται ἀρούρας καὶ κρατήσοντα αὐτῶν κυρίως καὶ ἀποισόμε-
[νον] τὰ ἐξ αὐτῶν περιεσόμενα πάν[τα] ἔτι δὲ καὶ οἰκονομήσαντα(*) περ[ὶ] αὐτῶν ὡς ἐὰν αἱρῶμαι μηδενὸς αὐτῇ μη-
25[δʼ ἄλ]λῳ ὑπὲρ αὐτῆς ἐξ ὑστέρου ἁπ[λῶ]ς περὶ τούτων καταλειπομέ[ν]ου λόγου ἀλλὰ καὶ ἐξακολουθεῖν αὐτῇ τὴν
[βεβα]ίωσιν ἀκολούθω[ς] ταῖς διὰ τῶν [συν]γραφῶν δηλωθείσαις διαστολαῖς πρὸς δὲ τὰ διὰ τῆς διαγραφῆς ὀφειλόμε-
[να τ]ὴν πρᾶξίν με ποησόμενον(*) ἐξ ὧ[ν] ἐὰν ἄλλων εὑρίσκω τῆς Διδύμης ὑπαρχόντων τῶν δὲ ἄλλων τῶν κατʼ
[ἐμα]υτὸν καὶ τὸν προγεγραμμ[ένο]ν μου υἱὸν δικαίων πάντων κατὰ πάντα τρόπον ἀντέχομαι καὶ ἀνθέξο-
[μαι] ἐν οὐδενὶ ἐλαττούμενος, [πρὸς] δὲ τὴν τοῦ χρηματισμ[οῦ τε]λείωσιν διαπέσταλμαι [⁦ -ca.?- ⁩]

Apparatus


^ 6. l. χιλίων
^ 7. l. χιλίων
^ 10. l. Εὐδαίμονα
^ 11. corr. ex εξομολογουμενη⟦ν⟧
^ 11. l. πίστιν
^ 13. l. Εὐδαίμονι
^ 13. l. ἀγορανομ<ε>ίου
^ 23. l. με
^ 24. l. οἰκονομήσοντα
^ 27. l. ποιησόμενον

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.