DDbDP transcription: chr.mitt.52 [xml]
AD 150-52 Arsinoite
[Reprinted from: p.lond.2.358] P.Lond. 2 358
Δημητρίῳ τῷ κ[αὶ] Ἁρποκρατίωνι στρατηγῷ Ἀρσι(νοΐτου) Θεμίστου καὶ Πολ[έμ]ωνος μερίδων
παρὰ Στοτοήτιος [το]ῦ Στοτοήτιος ἀπὸ κωμη(*) Σεγνοπαίου(*) Νήσου τῆς Ἡρακλείδου μερίδος
τοῦ Ἀρσινοείτου [νο]μοῦ. ἔχοντός μου <εἰπεῖν> πρὸς Σωτᾶν Θέωνος καὶ τὸν τούτ[ου] υἱὸν Ἀμώ̣ν̣ι̣ο̣ν̣,
ὄντας ἀπὸ τῆς μητροπόλεως, καταγεινομενου̣(*) ἐν ἐπο[ι]κ[ί]ῳ [Ἀ]ρείου [λε]γομενυ(*) ὄντι περὶ κώ-
5μην Ἡρακλείαν τῆς Θεμίστου μερίδ[ο]ς τολμῆς καὶ βίας ἀντεχομένων [πε]ρὶ ἧς ἐποιήσαν-
τό μοι βίας συνεργουντων(*) ἀλλήλοις, συμπαραλαβόντας(*) αὑτοῖς Ἡρ̣ακλε̣ίδην ὑπηρέτην
ὡς ἐξ ἐνκελεύσεως Θέωνος στρατηγήσαντος τῆς αὐτῆς μερίδος, μέχρι οῦ(*) ἐν τάγματι γε-
νόμενοι ἐπιχείρημα κακ[ο]υργότατον διαπράξασθαι, ἐπανανκάσαι(*) με μετὰ ὕβρεων
καὶ πληγῶν ἐγδόσθαι γράμματα χειρογράφου πράσεως [καὶ ὑ]ποθήκης κα(ὶ) δ[αν]είου δρα[χμῶ]ν
10τετρακοσίων ἐξ ὀνόματος τῆς ἀδελφῆς μου, μὴ συνθ[εμέ]ν[η]ς αὐτῆς, ἀλλὰ καὶ ἀπούσης, εἰς
ὄνομα τῆς θυγατρὸς Σωτοῦ Σατυριαίνης, ἥνικα περιῆν, καταφρονήσαντες τῆς περὶ τοὺς
πό̣δας μου διαθέσεως αὐθαδῶς ἀναστραφέντων κ[α]ὶ ὡς ἐν ἐρημίᾳ χρησαμένων,
οἰομένων προχωρεῖν αὐτοῖ[ς τ]ὰ ἄνομα καὶ ἄδικα τῷ καὶ μὴ ἐξωδιασμὸ̣ν(*) στατή-
ρων μὴ γεγονέναι, περὶ ὧν μὴ κατη[σ]υχάσας περὶ τούτων ἐν̣έ̣τυχ[ον τῷ] ἡγεμο-
15νεύσαντι Ὁναράτ[ῳ](*), ὃς ὑπέ̣γ̣ρ̣α̣ψ̣έ μοι ἐν̣τυχ[ε]ῖν Κρείσπῳ τῷ ἐπιστρατ[ηγή]σαντι,
καὶ μέχρι τοῦ δεῦρο πέρας οὐδέπω ἐπετέθη τῷ πράγματι καὶ τοῦδε <τοῦ> πράγματος δεο-
μένου τῆς τοῦ λαμπροτάτου ἡ[γε]μόνος Μουνατίου Φήλικος διαγνώσεως ἀξιων(*) τού-
του τὸ ἴσον διʼ ὑπηρέτου μεταδοθῆναι ἑκατέρῳ αὐτῶν, ἵνʼ εἰδῶσι παρεσομένους
αὐτοὺς ἐπὶ τὸ ἱερώτατον τοῦ ἡγεμόνος βῆμα, ὅπου ἐὰν τὸν τοῦ νομοῦ διαλο̣γ̣ισ-
20μὸν [ἢ] δικαιοδοσίαν ποιῆ[ται] ἀρκουμένου μου τῇδε τῇ διαστολῇ μένοντός̣ μου τοῦ
λόγου περὶ ὧν ἔχω̣ πρὸ[ς αὐτο]ὺς ἐνγρ[ά]πτων δικαίων πάντων.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.
DDbDP transcription: p.lond.2.358-pg171-172 [xml]
I/II spc Arsinoite
[Reprinted from: .] pg170-171
[Reprinted in: chr.mitt.52] MChr 52