Papyri.info

sign in

chr.mitt.88 = HGV M.Chr. 88 = Trismegistos 9924



DDbDP transcription: chr.mitt.88 [xml]

ca. AD 141 Alexandria

column i
ὁ κράτιστος διοικητὴς Ἰουλιανὸς ὁ διέπων
τὰ κατὰ τὴν δικαι[ο]δοσίαν ἠθέλησεν σὲ
μεσείτην(*) ἡμῶν καὶ κριτὴν γενέσσθαι(*) περὶ ὧν ἔχομεν πρὸς τοὺς ἀντιτεταγμέ-
ν[ο]υς. [ἦν] δ̣ʼ ἡμῶ̣ν̣ τὸ πρᾶγμα· ὁ πατήρ μου
5Ἰούλιος Ἀγριππ[ια]ν[ὸ]ς δανιστὴς(*) [ἐ]γένετο ἀνδρὸς
μὲν τῆς ἀντιτεταγμένης ἀρτίως Δρου-
σίλλας πατρὸς δὲ   ̣  ̣δεντίου Φιλίππου τού-
του καὶ ἀφήλικος ἀδελφοῦ αὐτοῦ ⟦τ̣ι̣⟧
ἔτι ἀπὸ τοῦ ιγ (ἔτους) θεοῦ Ἁδριανοῦ, καὶ ὡς
10οὐκ ἀπελάμβανε τὰ ὀφειλόμενα ἐχρή-
σα\το/ ἐπὶ περιόντος αὐτοῦ τοῖς νομίμοις
μ̣ε̣σ̣ε̣ν̣γ̣ύ̣ου(*) ἀντιπόντος(*). μεταλλάξαν-
τος δὲ αὖ [τοῦ] ἐξ ἀντιδικίας ἡ γυνὴ αὐτοῦ
οὖσα Δρουσ[ί]λλα προδικοῦσα τῶν τούτου
15τέκνων Φιλίππου τε τοῦ ἐξ ἀντιδικίας
κα̣ὶ̣ τ̣[ο]ῦ̣ ἀ̣φ̣ή̣λ̣ι̣κ̣ος τότε οὐδέπω ὄντων
τῶν ἐτ[ῶν] ἠμφισβήτησεν πρὸς τὸν
πατέρα πρ̣ὸ̣ς̣ Ἀσκληπιάδην γενόμενον̣
  ̣[- ca.11 -], μετερχομένη \μὲ̣ν̣/ ⟦καὶ⟧ προῖ-
20κα π̣  ̣  ̣  ̣  ̣ν ὀφείλεσσθαι(*) \ἑ/αυτῇ ὑπὸ τοῦ
Ἀπολιναρίου, βοηθοῦσα δὲ καὶ τοῖς ἀφή-
λιξι ⟦β[  ̣  ̣]  ̣ κληρονόμοις δηλονότι τοῦ⟧
⟦π  ̣  ̣  ̣  ̣⟧ καὶ προφερομένη εἶναι αὐτοὺς
τοῦ π̣α̣τ̣ρ̣ὸ̣ς̣ κληρον[ό]μους, μεμφομένη
25δὲ τοὺς κατασταθέντας αὐτῶν τῆς ὀρφα-
νείας ἐπι[τρό]πους ὑπὸ τοῦ πατρὸς αὐτῶν
ἀπὸ διαθήκης Γέμελλον καὶ Σεμπρώνιον
  ̣  ̣  ̣  ̣ ὡ̣ς̣ ἀμελήσαντας τῶν τοῖς ἀφή-
λιξι διαφ[ε]ρόντων. κα[ὶ] ἠθέλησεν ὁ Ἀσκλη-
30πιάδης[ς](*) τοὺς ἐπιτ[ρ]όπους παρεῖναι, τὸν δὲ
πατέρα μου μηδὲν [κ]ατὰ τῶν ὑπαρχόντων
οἰκον[ομεῖν μέχρι κρίσεως ενι  ̣  ̣  ̣πρ  ̣  ̣  ̣  ̣
⟦ἀλ̣λ̣  ̣  ̣  ̣  ̣ μέχρ[ι κ]ρίσεως περὶ τὰ γενόμενα⟧
  ̣  ̣  ̣  ̣ συνί(*)δησιν(*) ἐγένετο⟧
35⟦ [- ca.13 -]  ̣  ̣  ̣  ̣ Ἀνθέσ̣τ̣ιον⟧
column ii
Γέμελλον ἐνέτυχεν ἡ Δρου[σίλ]λα
Ἰουλίῳ Μαξιμιανῷ τῷ γενομ[έ]νῳ
δικαιοδότῃ, καὶ ⟦εκε⟧ ἔγραψεν ἐπιστο-
λὴν Κερεάλι {στρατ⟦η⟧} γενομένῳ στρα-
5τηγῷ τῆς Ἡρακλείδου μερίδος τοῦ
Ἀρσινοείτου ἐπιλαβόντα [τοὺ]ς ὑπο-
μνηματισμοὺς αὐτοὺς ἐξετάσαι
καὶ ἀναπέμψαι τὰ ἐνφερόμ[εν]α πρόσ-
ωπα.
10καὶ μετὰ ταῦτα ὁ αὐτὸς Μαξιμι-
ανὸς ὁμοίως καταστάσεως [ἐ]π̣ʼ αὐτοῦ
γενομένης τῇ Δρουσίλλᾳ πρός τε τὸν
Γέμελλον καὶ [Σα]βεῖνον καὶ πρὸς τὸν
πατέρα μου, καὶ τῆς Δρουσ[ί]λλας μεμ-
15φομένης τοὺς ἐπιτρό[πο]υς ἀπέφη-
νεν ὁ Μαξ[ι]μιανὸς   ̣  ̣  ̣  ̣[  ̣]  ̣ τ̣ω̣ς(*)·
γράψω τῷ τοῦ νομ[οῦ στρατηγ]ῷ ἵνα
τοῖς παιδίοις δύο ἐπί[τροποι] ἀποκατασταθῶσι
εἴ τινες πρ[ο]σ  ̣[  ̣]  ̣  ̣[  ̣]  ̣α̣ρουσι
20τὰς ὑποθέ[σ]εις ἐπιγνο  ̣  ̣  ̣[  ̣  ̣  ̣]  ̣  ̣  ̣  ̣ν
τοῦ τετελευτηκότος καὶ   ̣[  ̣  ̣]ειτ  ̣  ̣  ̣  ̣ει
κατʼ ἐκεῖν[ο]ν τὸν χ̣[ρό]ν̣ον μεθʼ ὃν
τέθνηκ[ε]ν ἰς(*) τὸν ὑμέτ[ερο]ν κίνδυνον
ἀναφέρεσσθαι(*) καὶ ὑμᾶς ἐνέχεσσθαι(*)
25τῇ ζημίᾳ. οἱ αὐτοὶ ἐπίτ[ρο]ποι ἐροῦσι
καὶ πρὸς τὸν δανιστὴν(*)   ̣  ̣  ̣  ̣α δὲ
μὲν ἄλ̣λ̣[α] πράγματα τά̣ τε πρὸς τοὺς
ἐπιτρό[πους] καὶ \⟦πρὸς⟧/ τὸν δ̣[ανει]σ̣τ̣ὴ̣ν̣ κ[α]θ̣έ-
ξω ἵν[α] ᾖ τὰ ὑμῶν   ̣  ̣  ̣  ̣α
30μέχρ[ι] ἂν οὗ ἐξετασθ̣ῆ̣ μ̣[έ]χ̣ρι προ-
κρίματος ὁμοίως καὶ τ̣ε̣  ̣  ̣  ̣  ̣η̣ται
ἐ̣μενεῖ(*) ἃ δοκεῖ ὁ δα̣ν̣[εισ]τ̣ὴς ἐξῳ -
column iii
κονομηκέν<αι>, ἵνα ἐὰν μὲν
ἀποδειχθῇ δανιστὴς(*) εἶναι,
μείνῃ αὐτῷ τὰ νόμιμα,
ἐὰν δὲ μὴ ἀποδειχθῇ καὶ
5εἴ τι ἔλαβεν μὴ δεόντως
ᾠκονομήσας τοῦ̣το διπλοῦν
ἀποδῷ. οἱ δὲ αὐτοὶ ἐπίτροποι
ἐροῦσι καὶ πρὸς τὴν γυναῖκαν
περὶ τῆς προικὸς. χειροτονη-
10θήσονται δὲ ἐντὸς κ ἡμερῶν
ὑπὸ τοῦ στραηγοῦ <τοῦ> νόμου, καὶ
μετὰ τὴν χειροτονίαν ἐν-
τὸς ε ἡμερῶν ἀπαρτιοῦσιν
τὰς δίκας. χειροτονηθέν-
15των οὖν ὑπὸ τοῦ τοῦ νόμου
στρατηγοῦ Ἰουλίου Γεμέλλου
καὶ Λονγείνου Ἀπολιναρίου
ἐγένετο καὶ ἐπὶ παροῦσι αὐτοῖς
ὑπὸ τοῦ Μαξιμιανοῦ κατάστα-
20σις, καὶ ἀκολούθως τοῖς γεγο-
νόσι αὐτοῦ ὑπομνηματισ-
μοῖς ἐκρίθη ⟦τοὺς ἐπιτρόπους⟧ \τὸν τοῦ νόμου στρατηγὸν/
ἐξετάσαι πάντα τὸν τοῦ ὑπο-
χρέου πόρον καὶ ἐν πόσοις ἐστὶ
25τὰ ὀφειλόμενα καὶ δηλῶσαι
αὐτῷ. ⟦καὶ   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣μετα  ̣  ̣  ̣  ̣
  ̣  ̣  ̣  ̣  ̣  ̣⟧ τοῦ δὲ στρατηγοῦ δια-
κούσαντος καὶ δόντος λογοθέ-
τας οὓς εἵλαντο, Δρουσίλλας
30μὲν Ἄλκιμον γεγυμνασιαρχη-
κότα τῆς τῶν Ἀρσινοείτων
πόλεως, τοῦ ⟦δὲ Ἀγριππιανοῦ⟧ \δὲ/
πατρός μου Πτολεμαῖον
column iv
ὁμοίως γεγυμνασιαρχηκότα,
μετέδωκεν ὁ πατήρ μου κατὰ
τὸ ἀκόλουθον διʼ ὑπηρέτου
τοπικοῦ τοῖς λογοθέταις τοὺς
5λόγους τῶν τε ὀφειλομένων
αὐτῷ κεφαλαίων καὶ τόκων
καὶ ὧν ἔσχε προσόδων. ἡ δὲ
Δρουσίλλα καὶ οἱ ἐπίτροποι
συνειδότες ὡς ἀνόνητος
10αὐτοῖς ἐστιν ἡ λογοθεσία
περιέστησαν(*) τοὺς
λογιστὰς ἕως ἐτελεύτη-
σεν ὁ πατήρ μου, ἐμοῦ δὲ
⟦πει⟧ ὡς ἔτι νέω(*) ὀντι(*) καὶ
15ἀγνο[ου]ντι(*) τὰ τοῦ πατρὸς
πράγμ[ατ]α ἠμφισβήτη-
σε πρὸς ἐμὲ ἐπὶ τοῦ τοῦ νο-
μοῦ στρατηγοῦ, ὃς ἐπι-
γνοὺς τὰ κεκριμένα
20ἀνέπεμψεν ἡ̣μ̣ᾶς
ἐπ[ὶ] τοὺς αὐτο[ὺς] λογο-
θέτας καὶ ἐκέλευσεν
ἐξαργυρισθῆναι ἑνὸς
ἐνιαυτοῦ γενήματα
25μέχρι τοῦ τῆς λογοθε-
σίας ἀπαρτισμοῦ, ἐπὶ(*) οὖν
ἐξαργυρισθέντα τὰ γε-
νήματα [ἐ]θεματίσθη,
τῆς δὲ [ἀ]ν̣τίας Δρου-
30σίλλας περιισταμέ-
νης τὴν λογο[θ]εσίαν
ὁμοίως κατεστά-
θησαν καὶ α̣ἱ̣ τῶν ἑξῆς
ἐτῶν π[ρό]σοδοι,⟦ἐγέ-
35νετό μ[ε   ̣]  ̣  ̣  ̣  ̣[  ̣  ̣]ι̣ν⟧ \ἐμοῦ ἐν στρατ[εί]ᾳ γ[εν]ομένου/
column v
⟦Δρουσίλλας̣ [  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]ν̣η̣⟧
ἡ μήτηρ μ[ου Ἡραὶ]ς̣(*) τῆς
Δρουσίλλας̣ [  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]  ̣μ̣ω ἐπὶ
Ἡρώδου το[ὺς δεδομ]έ̣νους
5κριτὰς πεμ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]  ̣ τὴν
τῶν γενη[μάτων ἀπ]ο̣χήν,
καὶ ἀκολ[ο]υθ̣[  ̣  ̣  ̣  ̣  ̣]  ̣το
ι̣  ̣  ̣ι ὑπαρ̣  ̣  ̣  ̣[  ̣  ̣]  ̣  ̣ π̣άντων σου
κα[ὶ(?)] ε̣νο̣σ  ̣[  ̣  ̣  ̣  ̣]τ̣ου Φαμενὼθ̣
10ὑπ[ο]μνημ[α]τις[  ̣  ̣ ἀ]π̣έ̣φη-
να̣ν̣ οὕτω̣ς ὁ Μ̣[αξι]μ̣ιανὸς
ὁ τὴν ἐπιστ[ολ]ὴν γράψας περὶ
τῶν γενημάτων δ[ι]αλαμ-
βάνων κα̣τ̣[  ̣  ̣]ν περὶ τοῦ πρά-
15ματος καὶ [με]τὰ ταῦτα Κ̣ε̣λ̣ε-
ρον στρατη[γὸς] β, εἶτα καὶ
  ̣  ̣  ̣  ̣ Νεουκύδης](*) ὁ κράτιστος
δικαιδό[τ]ης \μεν/ α  ̣  ̣  ̣  ̣ περὶ τ̣ῶ̣[ν]
γενημάτων ἔκρινεν·
20δύναται δὲ περὶ τούτο̣υ̣ [ἐ]ν-
τυχεῖν τῷ τ̣οῦ̣ ν̣ο̣μ̣[οῦ]
στρατηγῷ   ̣  ̣  ̣  ̣[  ̣  ̣]  ̣  ̣ο̣υ
ἡ Δρουσίλλα. ἡ μὲν λογοθεσία
κατὰ τὰ κριθέντα εὐθέως
25ἀπαρτισθή[σ]εται, προνοήσει
δὲ Ἀπολινάριος ὁ τοῦ νομοῦ
στρατηγὸς ἐντὸς ἡμερῶν
λ τὴν λογοθεσίαν γενέσ[θαι],
ὑπηρέτην [εἰ]ς τοῦτο ἀποτ̣ά̣[ξας]
30ἵνα μή [τ]ι̣ π̣λ̣[έο]ν παρέλκητα̣[ι].
μετὰ ταῦτα γενομένης ἡ-
μῶν καταστάσεως ἐπὶ Σ̣ε̣ν̣τ̣ίου Μαξίμ[ο]υ χ[ι]λιάρχου τοῦ ἐπὶ
column vi
τῶν κεκρ[ι]μένων ἐπ[ι]γνοὺς
τὰ κεκρι[μέ]να ἀνάγκασεν(*)
ἡμ̣[ᾶς   ̣  ̣  ̣  ̣  ̣]  ̣α̣ψησαι ἐν

Apparatus


^ i.3. l. μεσίτην
^ i.3. l. γενέσθαι
^ i.5. l. δανειστὴς
^ i.12. l. μεσεγγύου
^ i.12. l. ἀντειπόντος
^ i.20. l. ὀφείλεσθαι
^ i.29-30. l. Ἀσκλη |πιάδης
^ i.34. l. συνείδησιν : συνϊδησιν papyrus
^ ii.16. l. <οὕ>τως
^ ii.23. l. εἰς
^ ii.24. l. ἀναφέρεσθαι
^ ii.24. l. ἐνέχεσθαι
^ ii.26. l. δανειστὴν
^ ii.32. l. ἐ<μ(?)>μενεῖ
^ iii.2. l. δανειστὴς
^ iv.11. corr. ex περιεστη⟦τουσ⟧
^ iv.14. l. νέου
^ iv.14. l. ὄντος
^ iv.15. l. ἀγνοοῦντος
^ iv.26. l. ἐπ<ε>ὶ
^ v.2. BL 8.225 : [  ̣  ̣  ̣  ̣  ̣  ̣]ς̣ prev. ed.
^ v.17. BL 8.225 :   ̣  ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣] prev. ed.
^ vi.2. l. ἠνάγκασεν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.