Papyri.info

sign in

chr.mitt.93 = HGV P.Strasb. 1 41 = Trismegistos 18671 = p.stras.1.41



DDbDP transcription: chr.mitt.93 [xml]

ca. 250AD Hermoupolis Magna
[Reprinted from: p.stras.1.41] PStras1,41‡7PLips32

ἔ[τους   ̣  ̣] Φαρμοῦθι κη ἐν Ἀ[ν]τ̣ι̣ν̣ό̣ο̣υ π̣ό̣λ̣ει πρὸ βήματος.
Ἀ̣μμόνιο̣ς̣ ῥήτωρ εἶπ(ε)· Δημητ̣[ρ]ί̣α ἡ καὶ Ἀ\νο̣υ̣β̣/ά̣ρι̣ο̣ν̣(*) συνεστῶτος αὐτῃ Ἑρμείου ἐντυγχάνει, κέλευσ[ον](*) κληθῆναι Ἀρ̣[ητοῦν τὴν καὶ]
Ἡρωνοῦν. κληθείσης καὶ ὑπακουσάσης Ἀμμώνιος ῥήτωρ εἶπ(εν)· ἐν τούτῳ παρέστω Πείσων ἐξηγητεύσας καὶ Δίδυμος κ[αὶ   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ ἀν-]
θʼ οὗ Ἀμμώνιος καὶ Ἀμέριμνος καὶ οἱ σὺν αὐτοῖς. κληθέντων καὶ Πείσωνος καὶ Διδύμου ὑπακουσάντων Ἀμμων̣[ίου ἀρχομένου](*)
5λέγειν. Ἀντωνῖνος ῥήτωρ εἶπ(εν)· ἡ Ἀρητοῦς τὰ βιβλία αὐτῆς ἐνθάδε οὐκ ἔχει. Ὡριγένης νεώτερος ῥήτωρ εἶπ(εν)· αἰτοῦμε[ν δοθῆναι ἡμῖν ἡμέραν πρὸς]
παρασκευὴν τῆς δίκης. Ἀμμώνιος ῥήτωρ εἶπεν· οὐ δεῖ μοι βιβλίων εἰς τὴν παροῦσαν δίκην, ὁ γὰρ ἔλεγχος δεικνύ[σει - ca.14 -]
[ἔ]κ τε μαρτύρων καὶ τῶν πε̣π̣ραγμένων αὐτῶν ὑ̣π̣ὸ τῆς ἀντιδίκου, ὥστε οὐκ ἂν ἔχοι ἀναθέσθαι τὴν δίκη̣[ν εἰς ἑτέραν ἡμέραν].
π̣ερὶ δὲ οὗ δικάζομαι, διὰ βραχέων σε διδάξ̣ω. ἔδει μὲν γὰρ τὴν διʼ ἐναντίας, τηθί̣δ̣α καθεστηκυῖ(*)αν καὶ τῇ τάξι(*) μ̣[ητρὸς(?) τῇ ἡμετέρᾳ]
ὑ̣πάρχουσαν, εἰ καί τις ἠδίκει αὐτήν, ἔτι μᾶλ̣λ̣ο̣ν δ̣[ι]α̣γωνίσασθαι καὶ ἐκδικῆσαι τὰ τῆς παιδός, ἡ δὲ μὴ τηροῦσα [- ca.12 - τηθὶς]
10γάρ ἐστιν καὶ ἀδε̣λφ̣ὴ πατρός, περι(*)γράφει καὶ ἀποσπ̣[ᾶ]. τ̣ὸν δὲ τρόπον ἐρῶ· Ἥρων Ἀντωνᾶτος ὁ(*) πάππος ὁ(*) κατὰ πα̣[τέ]ρ̣α̣ [τῷ πατρὶ τῆς ἡμετέρας,]
ἡνίκα ἐτελεύτα, διαθήκας ἔγραψεν δωδεκάτου μέ̣ρ̣ο̣υς τῶν ὑπαρχόντων, τὴν δὲ διʼ ἐνα[ν]τίας, τὴν θυγατέρα, 𐅵 γ´ ιβ´ [κληρονόμον ἐποίησε, καὶ κατὰ]
τ̣ὰς διαθήκ̣α̣ς παρόντων τῶν μα̣ρ̣τύρων ἀ[ν]δ̣ρῶν ἀξιολόγων ἐπέσκηψεν, ὥστε, ἡν̣[ί]κα ἂν ἡ̣ υἱ(*)δῆ, τοῦτʼ ἔ̣στιν [ἡ ἡμετέρα, γαμηθῇ]
ἀνδρί, ἢ καταγράψ̣αι τὴν διʼ ἐναν̣τίας̣ τὸ (τρίτον) (δωδέκατον) τῶν [ὑπ]αρχόντων ἢ ἀποδοῦναι αὐ̣τῇ δύο τάλαντα. καὶ οὐ μόνον ἐπέ̣σ[κηψε ταῦτα, ἀλλὰ]
καὶ ἠνάγκασεν τὴν̣ διʼ ἐναν̣τ̣ίας̣, παρακαταθέσ[θα]ι̣ τὰ δύο τάλ̣[α]ντα παρὰ κοινῷ μεσείτῃ(*) Κολλούθῳ, ἔστʼ ἂν ἢ κα[ταγράψῃ τὰ ὑπάρχον-]
15τ̣α, τοῦτʼ ἔ[σ]τιν τὸ (τρίτον) (δωδέκατον), ἢ ἀποδῷ τὰ δύο τάλαντα. ἦν̣ μ̣ὲν δὲ τὰ δύο τάλαντα παρὰ τῷ Κολλούθῳ. μετὰ δὲ ταῦτα ἀ̣ν̣[δρὶ ὡς ἡ ἡμετέρα]
[ἐγ]αμήθη, π̣ροσῄει ἀξ̣ι̣οῦσα ὥστε ἀ̣πολαβεῖν ἢ τὰ ὑπ̣[ά]ρ̣χοντα ἢ τὰ δύο τάλαντα. ἀγνωμονούσης τῆς διʼ ἐναντία̣[ς - ca.15 -]
Ἀ̣ννιανῷ τῷ ἡγεμο̣ν̣εύσ̣αντι ἡ ἡμετέρα βιβλίδ[ι]ον ἐπέδωκεν, ἐπητιαται περὶ τ̣ο̣ύτων αὐτῶν, ἀνεπέμφ̣[θη εἰς τὴν ἐπιστρα-]
τηγίαν, δεῖ γὰρ τὰ ἀληθῆ λ̣έγ̣ειν, π̣ροσῆλθεν κατὰ τ̣[ὴ]ν̣ ὑπογραφὴν τῆς ἡγεμονίας τῷ ἐπιστρατήγῳ̣, πα  ̣[- ca.16 -]
  ̣  ̣  ̣  ̣ελη ὁ Κολλοῦθ̣ο̣[ς]. μ[ε]τ̣ὰ ταῦτα γέγονεν α[  ̣]  ̣  ̣  ̣[  ̣]  ̣ τῷ̣ ἀνδρὶ καὶ τῇ παιδί. ὅθεν μεταξὺ γεγ[έ]νηται χρό̣ν̣[ος πολὺς - ca.11 -]
20  ̣  ̣  ̣αθ̣εις. πάρεισιν οἱ μεσ̣εῖται(*). ἀξιοῦμεν ἢ κατ[αγραφ]ῆναι τὸ (τρίτον) (δωδέκατον) τῶν ὑπαρχόντων ἢ τὰ δύο τάλαντα̣ [ἀποδοθῆναι. Σαραπίων]
[ῥ]ή̣τωρ̣ πρ̣ο̣σ̣έθηκεν· ἡ μ̣ὲν ἀναπομπὴ τῆ̣ς̣ δί[κης] γ̣έγονεν ἀπὸ τῆς ἡγεμονί̣α̣ς̣, δεῖται δὲ σοῦ τῆς συν  ̣[- ca.18 -]
[  ̣  ̣]αι δὲ̣ ταῦ̣τα· καλῶς αὐ[τῇ] ὁ πατὴρ διετάξατο ἀπ[ο]λα̣β̣ε̣ῖ̣ν, γέγονε̣ν γὰρ δύο παίδων \πα/τὴρ(*) Ἥρων Ἀντωνᾶτο[ς τοῦ τε πατρὸς]
[τῆς] σ̣υν̣αγ̣ορ̣ε̣υ̣ομένης καὶ τῆ[ς] ἀντιδίκ̣[ου, ἀ]π̣οθνήσκων δ̣ὲ καταλέλοιπεν ἐν τα̣ῖς δ̣[ιαθήκαις τοῦ μὲν δωδεκάτου τῶν]
[ὑπ]α̣ρχόν[τ]ω̣ν μέρ̣ους κληρονόμον τὸν πατέρα τ[ῆς] ἡμετ̣έ̣ρας, τοῦ δὲ (ἡμίσους) (τρίτου) (δωδεκάτου) τ̣ὴ̣ν̣ [ἀ]ντ̣ί̣δ̣ι̣[κον, καὶ τῇ διʼ ἐναντίας ἐκέ-]
25[λευ]σ̣ε, ἐπειδὰν γαμηθ̣ῇ ἀνδρὶ ἡ παῖς, δοῦναι [μὲ]ν (τρίτον) (δωδέκατον) τῶν παρʼ αὐτ[ῇ] ὑ̣[παρχόντ]ων̣ [τῇ παιδί, μεταξὺ δὲ παρακατα-]
[θ]έ̣[σθ]αι παρὰ Κολλούθῳ δύο τά̣λαντα, ἵνʼ, εἰ α[ὐ]τῷ ἐ̣χ̣[  ̣  ̣  ̣  ̣]η ταῦτα ἀντὶ τῶν ὑπ[α]ρχό[ν]των, ἔχοι  ̣[- ca.13 -, ὥστε ἢ τὰ δύο ]
[τάλαντα] ἢ̣ τὸ (τρίτον) (δωδέκατον) τῶν ὑπαρχόντων ἀ̣[π]ολαβεῖν [τ]ὴ̣ν̣ παῖδα. ταῦτα μὲν ἔστι   ̣[  ̣]  ̣  ̣ [  ̣]ειν,   ̣  ̣ αγραφ[- ca.22 -]
[παρὰ τῷ Κολλ]ο̣ύθῳ. καὶ ἐς ὅσον μ̣ὲν ἐ̣κεῖνος περ[ιῆν, η῏]ν τὰ δίκαι̣α πρὸς τῇ π̣[αιδὶ   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ [- ca.18 - τῶν]
[δύο ταλάντ]ων παρʼ ἐκείνῳ κ[ατ]ακειμένων. ἔπει[τα ἐτ]ελεύτησεν μὲν ὁ(*) Κολ[λοῦθ]ος, κληρονόμο̣ι̣ [δ]ὲ̣ αὐ̣το̣[ῦ - ca.14 -]
30[  ̣  ̣  ̣  ̣  ̣ μὴ ἀκ]ρ̣ειβῶς(*) τὸ πρᾶγμ̣[α ε]ἰ̣δότες. μάρτυρ[ες εἰσ]ι̣ν κληθέντες, ἐὰν ἔξ̣η̣ρν̣ο̣ι(*) γένωνται̣, [  ̣]  ̣[  ̣]  ̣[- ca.15 -]
[- ca.9 -] παρὼν Πείσων, ἔ̣[σ]τιν δὲ καὶ Δίδυμ̣[ος, οἵτι]νες δύνανται ἐκείνους ἐλέγξαι. ὁ Παᾶ[π]ι̣ς̣ ἡμᾶς̣ [- ca.15 -]
[- ca.9 -]α̣ι μὴ ἀποδιδῷ. τ̣ῆ̣ς μὲν παιδὸς ἤδ̣[η γ]ε̣γ̣αμημένης κατὰ τὰς εὐχὰς τοῦ πάππου τοῦ δὲ καιρο̣[ῦ κατεπείγοντος]
[- ca.15 -]ν τὰ [γρ]αφ̣έντα ὑ(*)πὸ τ̣οῦ τε[λευτ]ήσ̣α̣ν̣τος. Ὡριγένης ν̣ε̣[ώ]τε̣ρος ῥή[τ]ωρ εἶπ[εν]· εἰ θέλει[ς   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣, ἄκουσον]
[τῆς ἡμετέρας τῇ ἑ]ξῆ[ς] δικ[ασ]ίμ̣ῳ, βιβλίων [γὰρ] χρείαν ἔ̣χει.
——
Ἑρμανοῦβις αὐτῷ εἶπ(ε)· βιβλίων οὐκ ἔ[χει χρείαν   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]
35[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ Ὡριγένης ν]ε̣ώ̣τ̣ε̣ρ̣ος ῥήτωρ εἶπ(ε)· [χ]ρ̣εία̣ [ἐσ]τ̣ὶν(*) βιβλίων, ἵ(*)να διδάσ̣κ̣ω̣μεν.
——
35Ἑρμανο̣ῦβι̣[ς αὐτῷ εἶπ(εν)· - ca.9 -]
[- ca.18 -]ο̣ν δ[ιʼ] ἑρμηνέως Ἀ̣μ̣[μώνιον κ]α̣[ὶ] Ἀντωνῖνον κα̣[ὶ Σ]α̣[ραπίωνα καὶ Ὡριγένην - ca.15 -]
[⁦ -ca.?- ⁩]
2
[Ἀμ]μώνιος ῥήτωρ εἶπ(εν)· ἐμὲ οὐδέποτε κατήχησεν.
——
Ἑρμανοῦβις Ἀρητοῦτι εἶπεν· σήμερον τίνα ἐδίδαξας; [ἀ]πεκρείνατο(*)·
[ἐ]π̣ὶ τοῦ προθμίου(*) εὑρήκασίν με.
——
Ἑρμανοῦβις Πείσωνι εἶπεν· ὡς πρεσβύτης καὶ πίστεως ἄξιος εἰπὲ ἃ οἶδας ἐν τῷ πρά-
[γματ]ι̣, μηδενὶ κεχαρισμένον πο̣ι̣ῶ̣ν̣. Πεί[σ]ων εἶπ(ε)· πρὸ πολλοῦ χρόνου {γέγονα} μεταξὺ Κολλούθου τούτου τοῦ ὑποβληθέντος
40[γέ]γονεν ἄγραφος μεσειτία(*), οὐ μνη[μ]ονεύω δέ, τί ἐν τῇ μεσειτίᾳ(*) ἐγένετο, πρεσβύτης ἄνθρωπός εἰμι, οὐκ ἐνιαυτὸς
[δι]αγέγονεν οὐδὲ δύο οὐδὲ τρ̣ῖς̣(*) .
——
Ἑρμανοῦβις αὐτῳ εἶπ(εν)· οὐ μέμνησαι οὖν; ἀπεκρείνατο(*)· αὐ(*).
——
Ἑρμανοῦβις Διδύμῳ εἶπ(ε)·
καὶ σὺ τί λέγεις; ἀπεκρείνατο(*)· κἀγὼ(*) τὸ αὐ[τ]ὸ λέγω, πολὺς χρόνος διαγέγονεν, οὐ μέμνημαι. Ἀμμώνιο[ς ῥ]ήτωρ εἶπεν·
ἐν ᾧ μέντοι ὡμολόγησαν μεσειτίαν(*) γ̣εγ̣ενῆσθαι, ὁμολογοῦσιν τὰς γενομένας συνθήκας. Ὡριγένης νεώτερος
ῥήτωρ εἶπ(ε)· δὸς ἡμῖν ἡμέραν. Σα̣ρ̣α̣πί[ων] ῥήτωρ εἶ(πεν)· ἀναγιγνώσκω πῶς ἡμεῖς μεταδεδώκαμεν. ἀν[α]γνόντος οὕτως·
45ἐξ ἐνκελεύσεως τοῦ κρατίστου ἐπισ[τ]ρατήγου Κλαυδίου Κλεογένους ἐπακολουθοῦντος Αὐρηλίου Πτολεμαίου ὑπηρέτου
τῆς ἐπιτροπῆς Αὐρηλία Δημητρία ἡ καὶ Ἀνουβάριον ἀστὴ μεταδίδωμι Αὐρηλίῳ Κολλούθῳ <καὶ> ὡς χρημ(ατίζει) περὶ τ̣[α]λ̣άντων δύο ,
παρʼ ᾧ ἐστὶν ἐν μεσεγγυ̣ήματι. (ἔτους) δ Α[ὐ]τοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς [Σ]εβαστοῦ Φαρμοῦθι κη.
Αὐρήλιος Κολλοῦθος μετέλ[α]βον τὸ τούτου ἴσον διʼ ἐμοῦ τοῦ υἱοῦ Νεικαντινόου.
——
μετὰ τὴν ἀνάγνωσιν Ὡριγένης νεώτε-
ρο[ς ῥ]ήτωρ εἶπεν· ἡμεῖν(*) νῦν με[τα]δότω.
——
Ἑρμανοῦβις αὐτῷ εἶπ(ε)· μετάλαβε καὶ τῇ ἑξῆς δικασίμῳ ἀκούσομαι. καὶ προσέθηκεν·
50ἐὰν κληθεῖσα ἡ γυνὴ μὴ ὑπακ[ο]ύσῃ, ἀπο[φ]ανοῦμαι ὡσεὰν κεινηθῶ(*). Ἀμμώνιος ῥήτωρ εἶπ(ε)· παρὰ στρατιώτῃ μεινά-
τωσαν, μό[γι]ς ἤ[χ]θησαν. Ἀντ[ω]ν̣ῖ[νος] ῥήτωρ εἶπεν· ἱκανὸν διδόασιν. Ἑρμανοῦβις εἶπεν· ἱκανὰ [παρ]ασχέτωσαν.

Apparatus


^ 2. corr. ex α⟦θην⟧
^ 2. cf. BL 7.244 : κελεῦσ[αι] prev. ed.
^ 4. cf. BL 7.244 : Ἀμμών̣[ιος ῥήτωρ εἶπ(εν)·   ̣  ̣  ̣  ̣  ̣  ̣] prev. ed.
^ 8. καθεστηκυϊαν papyrus
^ 8. l. τάξει
^ 10. περϊγραφει papyrus
^ 10. ο̈ papyrus
^ 12. υϊδη papyrus
^ 14. l. μεσίτῃ
^ 20. l. μεσῖται
^ 22. corr. ex ⟦μη⟧
^ 29. ο̈ papyrus
^ 30. l. [ἀκ]ριβῶς
^ 30. l. ἔξαρνοι
^ 33. ϋπο papyrus
^ 35. cf. BL 2.2.154 :   ̣ει   ̣[  ̣  ̣  ̣  ̣]  ̣ν prev. ed.
^ 35. ϊνα papyrus
^ 2.37. l. [ἀ]πεκρίνατο
^ 2.38. l. πορθμίου
^ 2.40. l. μεσιτεία
^ 2.40. l. μεσιτείᾳ
^ 2.41. l. τρεῖς
^ 2.41. l. ἀπεκρίνατο
^ 2.41. l. οὐ
^ 2.42. l. ἀπεκρίνατο
^ 2.42. l. καὶ ἐγὼ
^ 2.43. l. μεσιτείαν
^ 2.49. l. ἡμῖν
^ 2.50. l. κινηθῶ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

DDbDP transcription: p.lips.1.32 [xml]


[Reprinted in: chr.mitt.93] MChr 93

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.