Papyri.info

sign in

p.gen.2.1.16 = HGV P.Gen. 1 (2e éd.) 16 = Trismegistos 11214 = chr.wilck.354 = p.gen.1.16



DDbDP transcription: p.gen.2.1.16 [xml]

AD 207 Soknopaiou Nesos
[Reprinted from: chr.wilck.354] P.Gen. 1,16; Chrest.Wilck. 354

1
Ἰου̣λ̣ίῳ Ἰουλιανῷ (ἑκατοντάρχῳ)
π[αρὰ] Ἑ̣ρ̣ιεῦ̣τος Στοτοήτεως λαξοῦ καὶ Παβουκᾶτος Παβοῦτος̣ καὶ Ἑριέως Πακύσεως
κα[ὶ Ἀπ]ύ̣γχεως Ὡρίωνος καὶ \Ἐ/σούρεως Παουιτῆτος καὶ Δημᾶ Δημᾶ καὶ Ὀρσενούφεως
[Ἑριέ]ω̣[ς] καὶ Πετεσούχου Σώτου καὶ Ὥρου μητρὸς Θαϊσᾶτος καὶ Σωτηρίχου ἀπάτορος μητρὸς
5Θα[ήσ]ε̣ως καὶ Τεικᾶ Πακύσεως καὶ Πατῆτος Σαταβοῦτος καὶ Παβοῦτος Παβοῦτος καὶ Κάννι-
το[ς Π]ατῆτος καὶ Σώστου Παβοῦτος καὶ Πάϊτος Σαταβοῦτος καὶ Πακύσιος Ψενήσιος
κα[ὶ] Ἀ̣πύγχεως Ἀπύγχεως καὶ Ἀβοῦτος Σαταβοῦτος καὶ Πακύσεως Ἑριέ̣ω̣ς καὶ Ποῦσι
Ματάϊτ̣ος καὶ Πακύ̣σεως Ἀπύγχεως καὶ Σαταβοῦτος Πακύσεως καὶ Ἀεῖτος Κάν-
ν̣ητ̣ο̣ς̣ καὶ Μέλανο<ς> Ἀρήυτος, πάντων ἀπὸ κώμης Σοκνοπαίου Νήσο̣υ̣ τῆς Ἡρα-
10κ̣λ̣είδου μερίδος. δ̣έησίν σοι προσφέρομεν, κύριε, χρῄζουσαν τῆ̣ς̣ σ̣ῆς ἐγδι-
[κ]ί̣[α]ς(*) ἥτις ἔχει [τ]ὸν τρόπον τοῦτον· ἔστιν παρʼ ἡμῖν(*) αἰγιαλὸς ἀναγραφόμε-
ν̣ο̣ς̣ [π]ερὶ τὴν ἡμετ̣[έ]ρ̣αν κώμην, ὂν(*)  ̣⟧ ἐν πλείσταις ἀρούραις· καὶ ὁ̣π̣ό̣ταν ἡ τοι-
α[ύ]τη γῆ ἀποκαλυ[φθ]ῇ, μισθοῦται καὶ σπείρεται κατὰ τὴν συνήθε[ιαν] ἐ̣κφορί-
ο̣[υ] κατʼ ἄρουραν, κ[αὶ] τοῦτο μετρ<ε>ῖται τῷ ἱερωτάτῳ ταμιείῳ, καὶ δ̣ιὰ αὐτὸ(*)
15τ[ο]ῦτο <τὸ> μέρος πάν[τ]α τὰ ὑποστέλλοντα τῇ κώμῃ πάμπολλα ὄντα ἀπο-
δ[ί]δ̣ο̣ται ἕνεκ̣[α] το̣ῦ μὴ ἔχ<ε>ιν τὴν κώμην μή⟦δ⟧τε ἰδιω̣τικὴν
γ̣ῆ̣ν̣ μή⟦δ⟧τε βασ[ιλ]ικὴν μηδὲ ἄλλην εἰδέαν(*). ἀλλὰ ὑπὲρ το̣ῦ̣ πάντας
δ[υ]νηθῆναι ἐ̣[ν] τῇ ἰδίᾳ συμμέν<ε>ιν, μάλιστα τοῦ λαμπροτ̣ά̣του
2
ἡγεμόνος Σουβατιανῶ(*) Ἀκύλα κελεύσαντος πάν-
20τας τοὺς ἀπο(*) ξένης ὄντας κατ̣<ε>ισελθεῖν εἰς τὴν ἰδίαν
ἐχομένους τῶν συνηθῶν ἔργων, ἐ[πεὶ οὖ]ν Ὀρσ[ε]ν̣ο̣[ῦ]φις
Στοτοήτεως καὶ τοι(*) τούτου ἀδελφοὶ ὄντες τὸν ἀριθμὸν̣
πέντε ἐπῆλθαν ἡμῖν κωλύοντες τοῦ μὴ σπείρ<ε>ιν τὴν
τοιαύτην γῆν, ἀναγκαίως ἐπιδίδο̣μ̣εν ἀξ̣ιοῦντες,
25ἐάν σοι δόξῃ, κελεῦσαι αὐτοὺς ἀχθῆναι ἐπὶ σ̣ὲ λόγον
ἀποδώσοντας περὶ τούτου. δ[ι]ευτύχει.
(ἔτους) ιϛ Φαῶφι ιδ.

Apparatus


^ 1.10-11. l. ἐκδι |κίας
^ 1.11. corr. ex υμιν
^ 1.12. l. ὢν
^ 1.14. corr. ex αυτω
^ 1.17. l. ἰδέαν
^ 2.19. l. Σουβατιανοῦ
^ 2.20. l. ἐπὶ
^ 2.22. l. οἱ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.