Papyri.info

sign in

p.adl.G5 = HGV P.Adler 5 = Trismegistos 4



DDbDP transcription: p.adl.G5 [xml]

108 BC Pathyris

1
ἔτου̣ς θ Παχ(ὼν) ιβ
ἀπέδοτο Ἑρμογέν̣ης
Θέωνος Ὥρωι
Νεχούθου γῆς
5ἀρού(ρας) ἓξ χα(λκοῦ) (ταλάντων) ϛ.
(seal)
2
βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους ἐνάτου ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλ̣εξανδρεία[ι Ἀλεξάνδρου καὶ θεῶν]
Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλ[ο]μήτορος κα̣[ὶ θεοῦ Φιλοπάτορος Νέου]
καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρ̣ων, ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρὸς θεῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτ̣[ι]δος, κανηφ̣[όρου Ἀρσινόης Φιλαδέλφου,]
ἱερείας Ἀρσινόης Φιλοπάτορος, τῶν <ὄντων καὶ> οὐσῶν ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαΐδι τῆς Θηβαΐδος ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρ̣[ο]υ τῶν ὄ[ντων καὶ οὐσῶν, μηνὸς]
5Παχὼν ιβ ἐν Κροκοδίλων πόλει ἐπὶ Σώσου ἀγορανόμου τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου.
ἀπέδοτο Ἑρμογένης Θέωνος Πέρσης τῆς ἐπιγονῆς ὡς (ἐτῶν) νε μέσος μελίχρως τετανὸς ἀναφάλακρος μακροπρόσω̣(πος) [ε]ὐ̣θύριν [οὐλὴ (?)- ca.16 -]
λευκῷ ὀφθαλμῶι ἀριστερῶι ἀπὸ τῆς ὑπαρχούσ̣ης αὐτῶι γῆς ἠπείρου σιτοφόρου ἐ̣ν τῶι ἄνω πεδίωι Κ̣ρ̣[ο]κοδίλω̣ν̣ π̣ό̣λεως Θ̣ηβ̣[α]ΐ̣δ̣[ος το]ῦ̣ [Παθυρίτου νομοῦ πάν-]
των ἐν ἀ(ρο)ύ(ραις) λδ ἀρούρας ἕξ , ὧν γείτονες νότου γῆ Ἀέους ἧς κρα(τοῦσιν) οἱ Φιγήριος υἱοὶ, βορρᾶ γῆ Πετεσούχου τοῦ Πόρτιτος καὶ τῶν ἀ̣[δελ(φῶν), ἀπηλιώτου γῆ Ἰ̣σ̣ι̣δ̣ώ̣ρ̣ο̣υ̣]
τοῦ Τεῶτος, λιβὸς γῆ Παχνούμιος τοῦ Πελαίου καὶ γῆ Πετεσούχου τοῦ Πόρτιτος καὶ τῶν ἀδελ(φῶν), ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. [ἐπρίατο Ὧρος Νεχούθου Πέρσης]
10τῆς ἐπιγονῆς ὡς (ἐτῶν) λϛ μέσος μελίχρως ὑποκλαστὸς ἀναφάλανθος μακροπρόσω(πος) εὐθύρ(ιν) ὦς(*) ἀρ(ιστερὸν) τετρη(μένον), χα(λκοῦ) (ταλάντων) ἕξ . προπωλητὴς [καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν]
πάντων Ἑρμογένης ὁ ἀποδόμενος, ὃν ἐδέξατο Ὧρος ὁ πριάμενος. Πανίσκος ὁ σὺν Σώσωι κεχρ̣η̣(μάτικα).
(hand 2) Ἀπολλώνιος ὁ σὺν Νικομάχωι· κατατέθειται τὸ ἀντίγραφον ἐν τῆι βυβλιοθήκηι(*). (ἔτους) θ Παχὼν ιβ.

Apparatus


^ 2.10. l. οὖς
^ 2.12. l. βιβλιοθήκηι

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.