Papyri.info

sign in

p.amh.2.33 = HGV P.Amh. 2 33 = Trismegistos 8669



DDbDP transcription: p.amh.2.33 [xml]

ca. 157 BC Soknopaiou Nesos

βασιλεῖ Πτολεμαίωι καὶ βασ[ιλί]σσηι Κλεοπ[άτρ]αι τῆι ἀδελφῆι
θεοῖς Φιλομήτορσι χαίρ[ειν]
Μαρεπάθ̣ι̣ς̣ Σισούχου καὶ Π̣[α]τκῶς Ὀννώφ[ριος καὶ Τ]εσενοῦφις
Μάρρεως καὶ Φατρῆς Θο[το]ῆ̣τ̣ο̣ς καὶ Ἁρπ[  ̣  ̣  ̣  ̣  ̣ Ἀμα]ράντου
5βασιλικοὶ γεωργοὶ τῶν [ἀπὸ τ]ῆ̣ς̣ Σοκνοπ[αίου Ν]ήσου τῆς
Ἡρακλείδο[υ] μερίδος τ[οῦ] Ἀρσινοίτου νο[μοῦ.] ἐνεστηκυίας(*)
ἡμῖν καταστάσεως ἐπὶ [Ζω]πύρου τοῦ ἐπι[μ]ελητοῦ καὶ Πετε-
αρψενήσιος τοῦ βασιλικοῦ γ[ρα]μματέως συ[ν]εδρευόντων
καὶ τῶν ἐν τῶι προειρημένωι νομῶι τὰ βασιλικὰ καὶ προσο-
10δικὰ καὶ ἰδιωτικὰ κριν[όν]των χρηματ[ισ]τῶν ὧν εἰσαγω-
γεὺς Δεξιὸς πρὸς Τεσενοῦφιν τὸν κωμαρχήσαντα τὴν
προειρημένην κώμην ἀφʼ ὧν ἐπιδ[ε]δωκειμεν(*) αὐτοῖς
ἐνφανισμῶν περί τινων ἀδικημάτω[ν] καὶ παραλογειῶν
σίτου τε καὶ χαλκοῦ καὶ ἤδη τῶν καθʼ ἡμᾶς εἰσαγομένων
15πυνθανόμεθα τὸν ἐνκαλούμενον Τεσενοῦφιν μετὰ συνηγό-
ρων συνκαθίστασθαι, προστεταχότων τῶν προγόνων
ὑμῶν διὰ τοῦ ὑποκειμένου προστάγματ[ο]ς τοὺς προσπο-
ρευομένους συνηγόρους πρὸς τὰς προσοδικὰς κρίσεις
ἐπὶ βλάβῃ τῶν προσόδων πρᾶξαι εἰς τὸ β[α]σιλικὸν διπλοῦν
20τὸ ἐπιδέκατον καὶ τούτοις μηκέτι ἐξεῖνα[ι] συνηγορᾶσαι(*)
δεόμεθʼ ὑμῶν τῶν μεγίστων θεῶν εἰ ὑμῖν δοκεῖ
ἀποστεῖλαι ἡμῶν τὴν ἔντευξιν ἐπὶ τοὺς αὐτοὺς χρημα-
τιστὰς ὅπως ἐπὶ τῆς διαλογῆς τῶν ἐντ[εύ]ξεων συντά-
ξωσιν τῶι Τεσενούφει μὴ μετὰ συνηγόρου συνκαθίστασθαι.
25τούτου γὰρ γενομένου οὐθὲν τῶν ὑμῖν συμφερόντων
διαπεσεῖται.
——
εὐτυχεῖτε.
βασιλεὺς Πτολεμαῖος Ἀπολλωνίωι χαίρειν. ἐπειδή τινες
τῶν ὑπογεγραμμένων συνηγόρων προσπορεύονται πρὸς τὰς
30προσοδικὰς κρίσεις καταβλάπτοντες τὰς προσόδους, σύνταξον
ὅπως πραχθῶσι εἰς τὸ βασιλικὸν οἱ συνηγορήσαντες διπλοῦν
τὸ ἐπιδέκατον καί τούτ[οι]ς μηκέτι ἐξέστω συνηγορᾶσαι(*) περὶ μη-
θενὸς πράγματος. ἐὰν δέ τις τῶν καταβλαπτόντων τὰς προσόδους
ἐλεγχθῆι συνηγορήσας περὶ πράγματός τινος, αὐτόν τε
35πρὸς ἡμᾶς μετὰ φυλακῆς ἀποστείλατε(*) καὶ τὰ ὑπάρχοντα αὐτοῦ
καταχωρίσατε εἰς τὸ βασιλικόν.
(ἔτους) κζ Γορπιαίου ιε.

Apparatus


^ 6. BL 1.1 : [σ]υνεστηκυίασ prev. ed.
^ 12. l. ἐπιδ[ε(?)]δώκαμεν
^ 20. l. συνηγορῆσαι
^ 32. l. συνηγορῆσαι
^ 35. BL 8.4 : ἐπιστείλατε prev. ed.

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.