DDbDP transcription: p.apoll.24 [xml]
AD 710 Apollonopolis Magna
[Reprinted from: psi.12.1267] PSI12,1267
r
† καὶ ἄλλοτε, ὡς νομίζω, ἔγραψα τῇ περιβλέπτῳ σου γ[ν]ησίᾳ φιλίᾳ περὶ τ[οῦ] παρόντος γραμματηφόρου ναύτου
χάριν τοῦ χρέους αὐτοῦ, ὡ̣ς μᾶλλον οὖν χρεωστεῖται ἀπό τινος ἕως δύο νομισμάτων, καὶ ὁ χρεωστῶν ἀπέθανεν,
καὶ ὁ πενθερὸς αὐτοῦ ἐκληρονόμησεν αὐτὸν, καὶ οὐκ ἠνέσχετο τοῦτον ἀπαλλάξαι τὸ χρέος τοῦ ἀποθανότος. δεχομένη οὖν
ἡ περίβλεπτός σου φιλία τὴν παροῦσάν μου ἐπιστολήν, τὸν κληρονομήσαντα τὸν ἀποθανότα ἀναίτησον αὐτῷ τὸ
5χρέος αὐτοῦ. ἔχει γὰρ ὡς εἶπεν μάρτυρας ἐπισταμένους ὡς χρεωστεῖ αὐτῷ ὁ ἀποθανὼν τὰ αὐτὰ δύο νομίσ̣μ̣(ατα).
λοιπὸν μὴ δεηθῇ ἄλλης ἐπιστολῆς μου περὶ αὐτοῦ ἵνα εὕρῃ καὶ αὐτὸς πληρῶσαι τὸν ἀνδρισμὸν αὐτοῦ †
μ(ηνὶ) Ἁθὺ̣(ρ) [ ̣ ̣ ἰν]δ̣[(ικτίονος) θ †] v
† τῷ περιβλ(έπτῳ) τιμ(ῆς) ἀξίῳ φ[ίλ(ῳ)](*) Παπᾷ παγάρχ(ῳ) Ἀπόλλωνος Ἄνω † Θεόδωρος †
(hand 2) περ(ὶ) τ(ῆς) αὐλ(ῆς) Φῆϋ ναύτ(ου)

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.