Papyri.info

sign in

p.apoll.46 = HGV P.Apoll. 46 = Trismegistos 39107



DDbDP transcription: p.apoll.46 [xml]

AD 703-715 Apollonopolis Magna

-- -- -- -- -- -- -- -- -- --
1[- ca.30 -]ομως μετὰ τοῦ ὑμᾶς πάλιν [- ca.20 -] καὶ κὰν(*) διʼ αὐτοῦ, καὶ κὰν(*)
διʼ ἄλλου τὸν κοινὸν δεσπότην τὸν εὐκλεέστατον [το]ποτηρητήν, ἀλλ[ὰ] σ[υ]ν[ε]χῶς ἠθέλησεν· ἐδέξα\το/(*) γράμματα
καὶ οὐδὲν \παρὰ τὸ καλῶς ἔχον/ ⟦εξωθεν⟧ ἔγραψεν, ἀλλʼ ὡς ἔγραψέν μοι, ὅτι πρ[ο]σωπικὰς ἐγγύας ἵνα λάβω, ὅπως εὑρεθῇ ἐν κ[α]ιρῷ τῶν δημοσίων,
καὶ ὅταν εὕρω \ἐς/ τὸ πρόσωπον, εὑρίσκω πάλιν καὶ τὰ δημόσια οὐ μόν(ον) αὐτὸς ἀλλὰ καὶ τὴν ἐλευθέραν αὐτοῦ. δεξάμενος οὖν
5τὰ τοιαῦτα γράμματα, προέτεινα αὐτῷ παρου[σί]ᾳ τοῦ ὁσιωτάτου ἐπισκόπου καὶ τοῦ λογιωτάτου ἐκδίκου καὶ τοῦ Κύρου Βασιλείου,
ἵνα δώσῃ προσωπικὰς ἐγγύας καὶ ἀπέλθῃ ὁπουδὰν θέλει(*) πρὸς ὃ δὲ ἐκελεύσατέ μοι ἵνα συνέλθω αὐτοῖς
εἴτε περὶ τῶν ὁσπιδίων εἴτε περὶ ἑκάστου πράγματος, οὐκ ἠνέσχετο ποιῆσαί μοι ἀπόκρισιν ἕως τῆς σήμερον.
οἴδατε γὰρ ὅτι εἴ τι ἐκελεύσατέ μοι οὐκ ἀμφιβάλλω· ἀλλὰ καὶ συνεταξάμην π[ο]ιῆσαι, καὶ ἐὰν θέλητε πάλιν γράψαι μοι μίαν
ἐπιστολὴν ἐνυπόγραφον ὅτι, ἐὰν ζητηθῶσιν ἐν καιρῷ τῶν δημοσίων, εὑρίσκω αὐτὸν καὶ τὴ[ν ἐ]λευθέραν αὐτοῦ
10ἐνταῦθα, ἕ[τ]οι[μ]ός εἰμι τοῦτο ποιῆσαι κατὰ χ[ρέος]· καὶ πρὸς τὸ τὸν δεσπότην μου μαθεῖν ἐσήμανα γνησίως.
ἀσπάζομαι τοὺς θεοφυλάκτους καὶ μεγαλ(ο)π(ρεπεστάτους) ὑμᾶς καὶ τὸν κοινὸν ἀδελφ[ὸν] τὸν Κῦριν Ἰωάννην δεσπό(την) †

Apparatus


^ 1. l. ἂν
^ 2. corr. ex εδεξα⟦μην⟧
^ 6. l. θέλῃ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.