Papyri.info

sign in

p.athen.14 = HGV P.Athen. 14 = Trismegistos 10123



DDbDP transcription: p.athen.14 [xml]

AD 22 Philadelphia

(hand 1) ἔτους ἐνάτου Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Νέου Σεβαστοῦ τρίτηι
ἐν Φιλαδελφείᾳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ.
ἐμίσθωσε[ν] Κ̣[άστω]ρ Καλλιστράτου ὡς ἐτῶν πεντήκοντα ἐνν[έα]
οὐλὴ ἀγκῶνι ἀριστερῶι Μέν[ω]νι Καλλιστράτου Πέρσῃ τῆς ἐπι[γο-]
5νῆς ὡς ἐτῶν εἴκοσι ἐννέα ο[ὐλ]ὴ γόνατι δεξιῷ τὸν ὑπάρχον[τα]
αὐτῷ περὶ [τ]ὸν κατὰ Φιλαδέλφειαν δρυμὸν κλῆρον κατοι[κικὸν]
ἀρουρῶν τ[εσσ]άρων ἡμ[ίσ]ο̣υς τετάρτου σχοινίῳ τῷ ἐνενηκ̣ο̣[ντα-]
εξαπή[χ]ε̣ι̣ [εἰς] ἔτη τρ[ία ἀ]πὸ τοῦ ἐνεστῶτος ἐνάτου ἔτους [Τιβερίου]
Καίσαρος Σεβαστοῦ, ἐκφορίου σὺν αἷς λήμψεται ὁ μεμισθ[ωμένος]
10παρὰ τοῦ Κάστορος κατʼ ἔτος σπερμάτων πυροῦ ἀρτάβαις τέσσαρσι
ἡμίσους τετάρτου τοῦ παντὸς τὸ μὲν πρῶτον ἔτος πυροῦ [ἀ]ρτα-
βῶν πεντήκ̣ο̣[ντα] τρι̣[ῶ]ν τὸ δὲ δεύτερον ἔτος πυροῦ ἀρταβῶν
τεσσαράκοντα τριῶν τὸ δὲ ἔσχατον ἔτος πυροῦ ἀρταβῶν εἴκοσι
πέντε , πάσας δὲ μέτρῳ τε[τάρ]τῳ ἐκ πόρων καὶ θαλλοῦ κατʼ [ἔτ]ο[ς]
15ἄρτων ἀρτ[ά]βης μιᾶς , πάντα δὲ ἀκίνδυνα παντὸς κινδύνου,
τὰ δʼ ἔργα πά[ν]τα καὶ τὴν ἄλλην γεωργικὴν ὑπουργίαν πᾶσαν ἐπιτε-
λείτω ὁ μεμ[ισθω]μένος κατ̣ὰ̣ π̣ρ̣ο̣σ̣κ̣ο̣ν̣τ̣α̣(*) καιρὸν βλάβος μηδὲν ποι-
[ῶ]ν καὶ ποτι̣ζ̣έ̣[τ]ω τὸν κλῆρον καὶ κατασπειράτω ἐπὶ μὲν τὰ πρῶτ[α]
[ἔτ]η δύο κατʼ ἔ[τος] πυρῶι, τῷ δὲ ἐσχάτωι ἔτει χόρτωι εἰς κατάβρωσιν καὶ
20κοίτην προβάτ[ω]ν ἢ βοϊκῶν κ[τ]ηνῶν καὶ μὴ ἐξέστω αὐτῷ ἐκλι-
πεῖν τὴν μίσθωσιν ἐντὸς τοῦ χρόνου μηδὲ τῷ Κάστορι ἑτέρ[ο]ις
μεταμισθοῦν μ̣[ηδ]ὲ̣ αὐτουρ̣γ̣[εῖν, τά τε] ἄλλα καὶ [τ]ὰ σημαινόμενα κατʼ ἔτος
ἐκφόρια ἀποδ[ό]τω τ[ῷ] Κάστο[ρι ἢ] τοῖς παρʼ α[ὐ]τοῦ ἀεὶ τῷ Παῦνι μηνὶ
ἐν τῇ προγεγραμμένῃ κ[ώμῃ Φιλ]αδελφείᾳ, ἀποδιδοὺς βυ̣ρὸν(*) ν̣έ[ο]ν
25καθαρὸν ἀπὸ πάντων καὶ ἄδολον μέτρῳ τῷ προκειμένῳ τι  ̣  ̣  ̣  ̣
[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ εἰ δὲ] μὴ ἀποτεισάτω τῶι Κάστορι παραχρῆμα τειμὴν(*)
[ἑκάστης] ἀρτά[β]ης, ἧς ἐὰν ὀ̣φ̣ειλήσῃ ἀπὸ τῶν ἐκφορίων ἀργυρίου
[δραχμὰς ἑκ]α̣τ̣[ὸ]ν ἢ τὴν ἐσ[ο]μένην ἐν ἀγ̣ο̣ρᾷ πλείστην τιμήν,
[καὶ   ̣  ̣  ̣  ̣ τ]ὰ βλάβη καὶ τὰ δαπανήματα διπλᾶ καὶ ἐπίτειμ[ον](*)
30[ἀργυρίου δραχμὰς ἑκ]ατὸν καὶ εἰς τὸ δημ[ό]σιον [τ]ὰς ἴσας, γι[νο]μ̣έ̣νης
[τῆς πράξεως τῷ Κάσ]τορι [ἢ τοῖς π]α̣ρʼ α[ὐτοῦ] ἔ̣κ̣ τε αὐτοῦ [τοῦ Μέ-]
[νωνος καὶ ἐκ τῶν ὑπαρχόντων αὐ]το̣ῦ̣ [πάν]τω̣[ν. ὑ(?)]π̣ο̣γ̣[ρα(?)]φ̣ε̣[ὺς(?)]
[- ca.23 -]ς βεβαιού[τω] αὐτῷ ὁ Κάστωρ ω̣ς̣
[- ca.12 - δη]μοσίῳ [ἡ] συγγραφὴ κυρία ἔστω
35[πανταχῇ ἐπιφερομένη. (hand 2) Μένων Καλιστράτου(?)] Πέρση[ς τῆ]ς ἐπιγονῆς με[μί-]
[σθωμαι παρὰ Κάστορος Καλ]λιστρ̣[ά]του τ[ὸ]ν ὑπάρχ[οντα]
[αὐτῷ περὶ τὸν κατὰ Φιλαδ]έλφε[ια]ν δρυμὸν κλ[ῆρον]
[κατοικικὸν ἀρουρῶν] τεσσάρων [ἡ]μίσους τετά[ρτου]
[σχοινίῳ ἐνενηκοντα]ε̣ξαπήχ(ει) εἰς ἔτη τρ[ία ἀπὸ]
40[τοῦ ἐνεστῶτος ἐνάτου] ἔτους Τι[βερ]ίου Καίσ̣α̣[ρος Σε-]
[βαστοῦ, ἐκφορίου σὺν αἷς λήμ]ψε̣τ̣αι κατʼ ἔτος σπερ[μάτων πυ-]
[ροῦ ἀρτάβαις τέσσαρσιν ἡμίσο]υς τέ\τα/ρ\τ/ον τοῦ [παντός,]
[τὸ μὲν πρῶτον ἔτος πυροῦ] ἀρταβῶν πεντήκ[οντα τριῶν ]
[τὸ δὲ δεύτερον ἔτος π]υροῦ [ἀ]ρταβῶν τε[σσα-]
45[ράκοντα τριῶν τὸ δʼ ἔσχ]\α/τον ἔτος πυροῦ ἀρτ[αβῶν]
[εἴκοσι πέντε , πάσας δὲ μ]έτρῳ τετάρτῳ ἐ̣κ [πόρων]
[καὶ θαλλοῦ κατʼ ἔτος ἄρτων ἀ]ρτ[άβ]ης μιᾶς , ἅσ[περ]
[ἀποδώσω ἀεὶ ἐν τῷ Πα]ῦ̣νι̣ [μ]ηνὶ̣ ἐν Φιλαδ[ελφείᾳ]
[μέτρῳ τῷ προκειμένῳ καθὼς π]ρ̣όκιται. (hand 3) Κάστωρ Κα[λλι-]
50[στράτου μεμίσθωκα καθὼς πρό]κειται.
(hand 4) ἔτους θ Τι[βερίου]
[Καίσαρος Σεβαστοῦ μηνὸς Νέ]ου Σεβαστοῦ γ. [ἐ]ν̣τ[έτακ-]
[ται διὰ τοῦ ἐν Φιλαδελφ(είᾳ) γρ(αφείου).]

Apparatus


^ 17. l. προσήκοντα
^ 24. l. πυρὸν
^ 26. l. τιμὴν
^ 29. l. ἐπίτιμον

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.