Papyri.info

sign in

p.athen.23 = HGV P.Athen. 23 = Trismegistos 10129



DDbDP transcription: p.athen.23 [xml]

AD 82 Theadelphia

ἔτους πρώτου Αὐτοκράτορ[ος] Κα[ί]σαρος Δομι[τι]α̣ν̣[οῦ]
Σεβαστοῦ μηνὸς Δύστρου ἑβδόμῃ Τῦβι ζ, ἐν Θεαδελφ[ίαι]
τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογοῦσιν
Δῖο̣ς̣ ὡς ἐτῶν εἴκοσι ἑπτὰ οὐλὴ [δ]ακτύλῳ πρώτῳ
5χειρὸς ἀριστερᾶς καὶ Ὦσις ὡς [ἐ]τῶν εἴκοσι τεσσάρω[ν]
οὐλὴ ποδὶ ἀριστερῶι καὶ Ἡρακλῆς ὡς ἐτῶν
εἴκοσι οὐλὴ ἀντ[ι]κ̣ν̣ημίῳ ἀριστερ\ῷ/, οἱ τρεῖς Ἡρ[α]κ̣λ̣[έους]
νεοτέρου(*) Πέρσαι τῆς ἐπιγονῆς, ἀλλήλων ἔγγυοι
εἰς ἔκτισιν, Θέωνι τῶι καὶ Σωκράτῃ Ἥρωνος
10ὡς ἐτῶν τριάκοντα ἑνὸς ἀσήμωι, ἔχιν(*) παρʼ αὐτοῦ
παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου τιμὴν οἴνου νέου
ληναίου ἀπὸ γενήμ[α]τος οὗ καρπωνοῦσι περὶ τὴν
προκειμένην κώμην Θεαδέλφιαν τοῦ λεγομ[ένου]
Διονυσίου ἀμπελῶνος κεραμίων ἀρσινοϊτικῶν
15ἑξήκοντα ἕξ , ἐν χύματι τοῦ αὐτοῦ ἀμπελῶνος,
ὧν καὶ τὴν ἀπ[ό]δ̣ο̣σιν ποιησάσθωσαν οἱ ὁμολογοῦντες
τῷ Θέωνι ἐν μηνὶ Καισαρείωι τοῦ ἐνεστῶτος
πρώτου ἔτους ἐπὶ ληνῶι ἄνευ πάσης ὑπερθέσεως
καὶ εὑρησιλογίας(*), τ̣ο̣ῦ̣ Θ̣έ̣ω̣ν̣ο̣ς̣ χορηγοῦντος κέραμον.
20ἐὰν δὲ μὴ ἀποδῶσι καθὰ γέγραπται, ἀποτεισάτωσαν
παραχρῆμα μεθʼ [ἡμ]ιολίας καὶ τόκων, γεινομένης
τῶι Θέωνι τ[ῆς πρά]ξ̣ε̣ω̣ς̣ ἔκ τε τ[ῶ]ν ὁμολογούντων
καὶ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων
αὐτοῖς πάντων καθάπερ ἐκ δίκης. ὑπογραφεὺς τῶν
25ὁμολογούντων Φρόντων Πάπου ὡς (ἐτῶν) μ οὐλ(ὴ) τραχ(ήλῳ) [ἐ]κ δ[ε]ξ(ιῶν)
——
(hand 2) Δῖος καὶ Ὦσις καὶ Ἡρακλῆς ὑ(*) τρε̣ῖς Ἡ̣ρ̣[ακλέους Πέρσαι τῆς]
ἐπιγονῆς ἀλλήλων ἔγγυοι εἰ[ς ἔκτισιν, ὁμολογοῦ-]
μεν ἔχιν(*) παρὰ Θέωνος τοῦ καὶ [Σωκράτους Ἥρω-]
νος τιμὴν οἴνου νέου ληναίου   ̣  ̣[⁦ -ca.?- ⁩]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 8. l. νεωτέρου
^ 10. l. ἔχειν
^ 19. l. εὑρησιλογίας
^ 26. l. οἱ
^ 28. l. ἔχειν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.