Papyri.info

sign in

p.babatha.11 = HGV P.Yadin 1 11 = Trismegistos 23489



DDbDP transcription: p.babatha.11 [xml]

AD 124 En-Gedi

r,int
ἐπὶ ὑπάτων Μανείου Ἀκειλίου Γλαβρίωνος καὶ Τορκουάτου Θη̣β̣ανιανοῦ πρ̣[ὸ] μ̣ιᾶς νωνῶν̣ Μ̣α̣ί(*)ων ἐν Ἐνγαδοῖς κώμῃ κυρίου Καίσαρος,
Ἰούδας Ἐλαζάρου Χθουσίωνος Ἐνγαδηνὸς Μαγωνίῳ Οὐά[λ]εντι (ἑκατοντάρ)χ(ῳ) σπείρ̣η̣ς πρώ̣της μειλιαρία̣ς̣(*) Θρᾳκῶν χαίρειν· ὁμολογῶ ἔχειν καὶ
ὀφείλειν σοι ἐν δάνει ἀργυρίου Τυρίου δηνάρια ⟦τεσσαράκοντα ⟧ \ἑξήκοντα/, ο̣ἵ̣ ε̣ἰσιν σ̣τατῆρ̣ες δεκ̣[α]π̣έντε, ἐπὶ ὑποθήκῃ τ̣ῇ̣ ὑπαρχούσῃ ⟦Ἐλα⟧ αὐλῇ
Ἐλαζάρῳ Χθουσιωνος(*) πατρί μου ἧς ἔχω ἐπιτροπὴν ὑποτιθέναι κα[ὶ ἐγ]μισθο[ῦν πα]ρ̣ὰ τοῦ αὐτοῦ Ἐλαζά[ρο]υ̣, ἧς αὐλῆς γείτονες ἀπὸ ἀνα̣-
5τολῶν σκηναὶ καὶ Ἰησοῦς Μανδρ̣ῶνο̣ς, δύσεος(*) σκηναὶ καὶ ἐργαστ̣ή̣[ρ]ι̣ο̣[ν] τ̣ο̣ῦ̣ α̣ὐτ̣[οῦ Ἐλαζάρου] π̣ατρό̣[ς μο]υ̣, ν̣ό̣[του] ἀγορὰ καὶ Σίμων
Μ̣αθθαίου, βορ̣[ρᾶ] ὁδὸς καὶ πραισίδιον, ὃ ἀργύριον ἀπ̣οδ̣ώσω σοι κα̣[λ]άν̣δ̣αις Ἰανα[ουαρίαι]ς(*) ⟦τοῦ τό[κου] τ]οῦ αὐτοῦ ἔτους, τὸν δὲ τό-
κον χορηγ̣ήσω σοι τοῦ αὐτοῦ ἀργυρίου κατὰ μῆνα ὡς̣ τῶ̣ν ρ δηνα̣[ρ]ων(*) δηναρ̣ο̣[ν](*) [ἕ]ν̣, κα̣ὶ ἐά̣ν̣ σοι [μ]ὴ̣ ἀ̣ποδώσω τῇ ὡρισμένῃ
προ[θ]ε̣σ̣μ̣ίᾳ καθὼς προγέγραπται τ[ὸ δίκα]ι̣ον ἔσ̣[ται] σοι κτᾶσθ̣[αι χ]ρ̣ᾶσθ̣α̣ι̣ π[ωλ]ε̣ῖ̣ν̣ διο̣[ικεῖν τὴ]ν αὐτὴν ὑποθήκην χω̣ρ[ὶς]
  ̣[  ̣]- ca.13 - κ̣[αὶ ἡ] π̣ρ̣ᾶ̣ξ[ις ἔσται σο]ι κα̣[ὶ τ]ῷ [π]α̣ρ̣ά̣ σο̣υ καὶ [ἄλλῳ παντί τῷ δι]ά σου ἢ ὑπέρ σου̣ κ̣[υρίως]
10τοῦτο τ[ὸ] γράμμα προφέροντι, ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπα̣ρχόντων̣ [μου πάντῃ] πάν[των] ὧν κέκτημαι κ̣α̣ὶ̣ ὧ̣ν̣ ἐ̣ὰ̣ν̣
ἐπικ̣τ̣ήσω̣μαι, πράσσοντι κυρίως, τρόπῳ ᾧ ἂν αἱρ̣ῆ̣τ̣αι ὁ π̣ρ̣άσσω̣[ν. - ca.12 -] ⁦ vac. ? ⁩
r,ext
ἐπ̣ὶ ὑ̣[πάτ]ω̣ν Μανείο̣υ Ἀκειλίου Γλαβρίωνος̣ κα̣ὶ Τορκουά[του Θ]η̣βανιανο[ῦ πρὸ] μ̣ιᾶς νων̣ῶ̣ν Μαί(*)ω[ν]
ἐν Ἐνγαδοῖς κώμῃ κυρίου Καίσαρος, Ἰούδας Ἐλ̣[αζ]ά̣ρ̣ο̣υ̣ Χθο̣υ̣[σίω]ν̣ος̣ Ἐ[ν]γ̣αδηνὸς Μαγωνίῳ
Οὐά̣λ̣εντι (ἑκατοντάρ)χ(ῳ) σπείρης πρώτης μειλιαρίας(*) Θρᾳκῶν χ[αί]ρε̣ι̣ν· ὁμ̣ο̣λ̣ο̣γ̣ῶ ἔ̣χειν καὶ ὀφείλειν
15σοι ἐν δάνει ἀργυρίου Τυρίου δηνάρια ἑξήκοντα, οἵ εἰσι̣ν̣ [σ]τ̣α̣τ̣ῆ̣ρες δεκα̣πέντε, ἐπὶ ὑπο-
θήκῃ τῇ ὑπαρχούσῃ αὐλῇ ἐν Ἐνγαδοῖς Ἐλαζάρῳ Χθου̣σιω̣ν̣ο̣ς̣(*) π̣α̣τ̣ρί μ̣ου̣ ἧς ἔχω ἐπιτ̣ρ̣ο̣-
πὴν̣ ὑ̣πο̣τιθέ̣[ν]αι καὶ ἐγμισθοιν(*) παρὰ τοῦ αὐτοῦ Ἐλα̣[ζάρο]υ̣, ἧς αὐλῆ̣ς γείτ̣[ο]ν̣ες ἀπὸ ἀνα-
τ[ο]λ̣ῶ̣ν σκ̣ηναὶ καὶ Ἰησοῦς Μαν̣δ[ρ]ῶ̣ν̣ο̣ς̣, δύσεος(*) σκη̣ν̣[αὶ καὶ] ἐ̣ρ̣γασ̣τ̣ήριον τοῦ αὐτοῦ Ἐλαζάρ<ο>υ
πατρός μου, νότου ἀγορὰ καὶ Σ[ί]μ̣ω̣ν Μαθθ̣αίου, βο̣ρ̣[ρᾶ ὁ]δὸς [καὶ πρ]α[ισ]ί̣δ̣[ι]ο̣ν, ὃ ἀργύριον
20ἀποδ̣ώσω σοι κ̣αλάνδαις Ἰαναουαρία̣ις(*) τῷ αὐτῷ ἔτει̣ [τῆς] α̣ὐτῆς̣ ὑ̣π̣α̣τ̣είας, τὸν δὲ τόκον
χορηγήσω σοι τοῦ αὐτοῦ ἀργυρίου κα̣τ̣ὰ μῆνα ὡς τ̣ῶ[ν] ἑκατὸν δ̣η̣[να]ρων(*) δ[η]ν̣αρον(*)
ἕν κατὰ μῆνα. ἐὰν δέ σο̣ι μ̣[ὴ ἀποδώσω τ]ῇ̣ [ὡρισμένῃ προθεσμίᾳ κα]θ̣ὼ̣ς̣ προ[γ]έ̣γρα-
[πται τὸ δ]ί̣[καιο]ν̣ ἔσ[ται σοι κτᾶσθαι χρᾶσθαι πωλεῖν διοικεῖν τὴν αὐτὴν ὑποθ]ή̣κ̣η̣[ν χ]ω̣ρ̣[ὶς]
[- ca.14 -]ς̣, [καὶ ἡ πρᾶξις ἔσται σοι καὶ τῷ παρά σου κ]α̣ὶ ἄ̣λλῳ̣ π̣α̣ν̣[τὶ] τῷ διά
25[σο]υ̣ ἢ ὑ̣[πέρ σο]υ̣ κυ̣ρί̣ως̣ τ̣[οῦτο τὸ γράμμα προφέροντι, ἔκ τε ἐ]μοῦ καὶ ἐκ τῶν Ἐλαζάρου̣
πατρός μου ὑ̣παρχ̣[ό]ν̣τω̣ν̣ [πάντῃ] π̣ά̣[ν]τ̣ω̣[ν], ὧ̣[ν κεκτήμεθα] κ̣α̣[ὶ ὧν ἐ]ὰ̣ν̣ ἐπικτησώ-
μ̣ε̣θ̣α̣, [π]ρ̣ά̣[σ]σ̣ο̣ν̣τι κ̣υ̣ρ̣[ί]ως, τ̣ρόπ̣ῳ ὧν ἂν [αἱ]ρ̣ῆ̣[ται ὁ πράσσων, κυρ]ίας̣ τῆς μισ-
θώσεως ἧς σ̣ο[ι]   ̣  ̣  ̣[  ̣  ̣  ̣]υ ἐμίσθωσ̣α̣. ⁦ vac. ? ⁩
ἑρμη̣νεία· Ἰ̣ο̣ύ̣δα̣ς Ἐλ[αζάρου] Χθο̣[υσίων]ος τ̣ὰ̣ α[  ̣  ̣  ̣  ̣]μην[⁦ -ca.?- ⁩]
30[  ̣  ̣  ̣] ὑ̣πέθηκα ἀκ̣ολούθω[ς τοῖς προγεγρ]α̣μμ̣έ̣ν̣[οις. ἐγράφη διὰ] Ἰ̣ο̣υ̣σ̣τείν̣ο̣υ̣.
v
(hand 2) Γαῖος Ἰούλιος Π̣ρ̣οκλῆς
(hand 3) Κ̣αλλαῖος Ἰωάνου μάρτ(υς)
(hand 4) Ὠ̣ν̣ήσιμος Ἰαν  ̣  ̣  ̣ου μάρτυς
(hand 5) Ἰωάνης   ̣  ̣  ̣  ̣  ̣  ̣υ̣ μ̣ά̣ρ̣τ̣(υς)
35(hand 6) Ἰώσηπος Σ̣αει  ̣ου [μά]ρ̣τυς
(hand 7) Σ̣ί̣μων Σ̣[ί]μων̣ο̣[ς μάρτυς]
(hand 8) Θεώ̣δ̣ο̣ρ̣ος̣ υἱὸς̣ Μ[  ̣  ̣  ̣]ί̣ου μάρ(τυς)

Apparatus


^ r,int.1. μ̣α̣ϊων papyrus
^ r,int.2. l. μιλιαρίας
^ r,int.4. l. Χθουσίωνι
^ r,int.5. l. δύσεως
^ r,int.6. l. Ἰανουαρίαις
^ r,int.7. l. δηνα̣ρίων
^ r,int.7. l. δηνάριο[ν]
^ r,ext.12. μαϊω[ν] papyrus
^ r,ext.14. l. μιλιαρίας
^ r,ext.16. l. Χθουσίωνι
^ r,ext.17. l. ἐγμισθοῦν
^ r,ext.18. l. δύσεως
^ r,ext.20. l. Ἰανουαρίαις
^ r,ext.21. l. δηνάριων
^ r,ext.21. l. δηνάριον

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.