Papyri.info

sign in

p.cair.isid.76dupl = HGV P.Cair. Isid. 76 = Trismegistos 10407



DDbDP transcription: p.cair.isid.76dupl [xml]

AD 318 Karanis
[Reprinted from: .] dupl=PCol7,170;SB6,9188

Αὐρηλίῳ Γεροντίῳ πραιποσίτῳ ε πάγου
παρ[ὰ Α]ὐρη[λίου Ἰσι]δώρου Πτολεμαίου ἀπὸ κώμης Ἀνήνεγκα(*) β[ι]βλιδίων τῷ κυρίῳ μο[υ διασημοτάτῳ ἡγεμόνι]
τ[ῆς Ἡ]ρκ[ουλίας Αἰγύπτ]ου Οὐαλερίῳ Ζίπερι μεθʼ ἧς ἔτυχον ὑ̣πὸ τοῦ μεγαλείου αὐτο[ῦ] ὑπογραφῆς τὸ ἀντίγρα[φον ἑξῆς ὑποτάξας ἐπιδίδωμί]
σοι [ἀ]ξ̣ι̣ῶν τ̣ο̣ύ̣τ̣ω̣ν̣ τ̣ὸ̣ [ἴσ]ο̣ν ἐπισταλῆναι τοῖς αἰτιαθεῖσιν ὑπʼ ἐμοῦ Τώμι καὶ Δημητρίῳ ἀπὸ τῆς αὐτῆς κώμ[ης ἵνʼ εἰδῶσι τὰ κεκελευ-]
5σμένα καὶ πρ[ο]σεδρεύ[σ]ωσιν τῷ σῷ δικαστηρίῳ ἄχρις ἂν τὰ μετοξὺ(*) ἡμῶν πέρατος τύχῃ. διευτύχει. [ὑπατείας τῶν δεσποτῶν ἡμῶν]
Λικ[ιν]νίου Σεβαστ̣[οῦ] τ̣ὸ̣ ε̣ καὶ Κρίσπου τοῦ ἐπιφανε[στ]άτου Καίσαρος τὸ α Ἐπεὶφ κβ. ἔστι δέ·
Οὐαλερίῳ Ζίπερι τῷ διασημοτάτῳ ἡγε[μόν]ι Ἡρκουλίας Αἰγύπτου παρὰ Αὐρηλίου [Ἰσιδώρου Πτολεμαίου]
ἀπὸ κώμης Καρα[νί]δος τοῦ Ἀρσινοίτου νομοῦ. κατὰ τὸν Φαμενὼθ μῆνα̣ τῆς Σαβίνου καὶ Ῥου[φίνου ὑπατείας, ἡγεμὼν]
δέσπο̣τ̣α̣, Κάστωρ καὶ ὁ τούτου ἀδελφὸς Ἀμμωνιανὸς ἀπὸ τῆς αὐτῆς κώμης ἐν χρίᾳ(*) γενόμενοι ε̣[ὐχρηστήθησαν παρʼ ἐμοῦ]
10σίτο[υ] ἀρτάβας τρ[ιάκ]οντα δύο καὶ φασήλου ἀρτ[άβ]ας δεκαοκτὼ καὶ γραμματεῖόν μοι τούτων ἔ[θεντο ἐπὶ ὑποθήκῃ]
βοικῶν τε[τ]ραπόδων τριῶν . κατὰ δὲ τὴν αὐτ[ὴ]ν ἡμέραν ὁ τούτου πενθερὸς Τῶμις ὁμ[ολογίας γραμματεῖον ἔθετο]
δ̣ι̣ʼ ἧ̣ς̣ τ̣ὴ̣ν̣ ἀναδοχὴν τ[ῶν βο]ῶν πεποίηται ἐ[φʼ ᾧτ]ε ἐὰν μὴ εἴσω τοῦ Π[α]ῦνι μηνὸς τὴν τῶν [ὀσπρέων παράδοσιν ποιή-]
σωνται δηλαδὴ τὴν τῶν [βο]ῶν ἔχειν με δεσ[ποτεί]αν τοῖς γραμματείοις ἀκολούθως. ἐπε[ὶ οὖν ὁ μὲν Κάστωρ ἐξῆλθεν]
τὸν βίον ὁ δὲ Ἀμμωνιανὸς ἐν ἀναχωρήσ[ει] τυγχάνει ὅ τε προκείμενος Τῶμις καὶ ὁ το[ύτου ἀδελφὸς Δημήτριος]
15ἀνὴρ τυγχάνων τῆς τῶν ὑποχρέων μου ἀδ[ελφῆ]ς Ἀτολᾶς πάντων τῶν ὑπʼ ἐκείνων κα[ταλειφθέντων βοικῶν δὴ]
λέγω ὀκτὼ καὶ οἰκοπέδων καὶ τῶν ἄλλων ἐν[κρ]ατῖς(*) ἐγένοντο ἐμοὶ μηδὲν παρασχόμε[νοι μήτε τὰ ὄσπρεα μήτε]
τὰ βοικὰ τετράποδα το[σού]τ[ο]υ χρόνου διαγενομένου καταφρονοῦντές μου. τούτου ἕνε[κεν καταλαμβάνω τὴν σὴν ἀν-]
δρείαν δεόμενος [καὶ παρακ]αλῶν ὅπως εἴ σ[οι δόξειε]ν κελεῦσαι διʼ οὗ ἐὰν δ[ο]κιμάσῃς ἐπαναγ[κασθῆναι τοὺς ἀντιτεταγμένους]
ἢ τὰ ὄσπρεα ἀ[π]οδοῦν[αι ἢ τὴν] τῶν βοῶν τριῶν [ἀπο]κατάστασίν μοι πο[ι]ήσασθαι τοῖ[ς γ]ραμματε[ίοις ἀκολούθως],
20καὶ χάριτάς σοι ὁ[μολογεῖν. δι]ευτύχει. Φαρμοῦθι ιη.
ὁ πραιπόσιτο[ς τοῦ πάγ]ου [δ]ιαγνοὺς μ[εταξ]ὺ ὑμῶν τὴν π[ροσ]ήκ[ουσάν σ]οι β[οήθειαν ἐπὶ τοῖς]
χρεωστου[μέν]οι[ς] παρέξει. κόλ(λημα) ξη. (hand 2) Αὐρήλιος Ἰσίδω[ρ]ος ἐπιδέδωκα. Α[ὐρήλιος Σερῆνος]
ἔγ[ρ]αψα [ὑπὲρ αὐτοῦ ἀγρα]μμάτου.

Apparatus


^ 2. l. Καρανίδος.
^ 5. l. μεταξὺ
^ 9. l. χρείᾳ
^ 16. l. ἐγ[κρ]ατεῖς

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.