Papyri.info

sign in

p.cair.masp.2.67151dupl = HGV P.Cair. Masp. 2 67151 = Trismegistos 18905



DDbDP transcription: p.cair.masp.2.67151dupl [xml]

AD 545/6? Antinoopolis
[Reprinted from: .] dupl=P.Cair.Masp. 2 67152

ctr
Φλ(αουίου) Βίκ(τορος) ἐνδοξοτ(άτου) κόμετ(ος)
καὶ πατρικ(ίου) διασημωτ(άτου)(*)
δ(ιὰ) Δωροθ(έου) ἐνδοξοτ(άτου)(*)
στρατηλάτου καὶ ταβουλαρ(ίου)(*)
5κ̣   ̣  ̣  ̣  ̣ ν(  ) ἰν(δικτίονος) θ(*)
ms
⳨ βασιλ̣ε̣ία̣ς̣ κ̣[αὶ ὑ]π̣[ατε]ί̣ας τοῦ θειοτάτου ἡμῶν δεσπότου
Φλαυΐ(*)ου Ἰ(*)ουστίνου τοῦ αἰωνίου Αὐγούστου(*) Αὐτοκράτορος ἔτους
πέμπτου, Ἁθὺρ τοῦ μηνὸς ἐννεακαιδεκάτῃ τῆς παρούσης
τετάρτης ἐπινεμήσεως. ἐν Ἀντι(νόου)(*) πόλει τῇ λαμπροτάτῃ.
5Φλάυϊ(*)ος Φοιβάμμων, ὁ υ(*)(*)ὸς τοῦ τῆς μακαρίας μνήμης
Εὐπρεπείου τοῦ ἀπογενομένου ἀρχιϊ(*)άτρου, ὁρμώμενος(*)
ἀπὸ ταύτης τῆς καλλιπόλεως Ἀντινοέω[ν], ἑξῆς ὑ(*)πογράφων
(*)δίοις αὐτοῦ γράμμασι, τὴν παροῦσαν τίθημι καὶ ποιοῦμαι
δικαίαν καὶ ἔννομον διαθηκι̣μαίαν βούλησιν, ἐν τάξει
10τελευταίας ἐγγράφου διατυπώσεως, ἀσήμαντρον
οὖσαν καὶ ἀνυ(*)ποσφράγιδα διὰ τὸ τῆς μετριοσύνης ἡμῶν
ἐξασθενοῦς ἀπορίας καὶ ἐλαχίστης ἡμῶν περιουσίας
σπανώτερον καὶ ψιλότερον, τοῦ δύνασθαι τοὺς ἐμοὺς
κληρονόμους ὅτε δή(*) ποτε βούλωνται ἐμφανῆ ποιῆσαι
15τὴν αὐτῆς δύναμιν, γνῶναί τε ἀναμφισβητήτως καὶ ἀμάχως
τό τί περιέχει ἔκ τε κεφαλαίου μέρο\υ/ς αὐτῆς καὶ ψιλοῦ
λόγου τὸ καθάπαξ ἐπὶ τοῖς ἐφεξῆς λόγοις. † πέρας μὲν πάντων καὶ
βροτησίου γένους ὁ θάνατος, καὶ τοῦτον ἀδύνατόν ἐστιν
ἐκφυγεῖν(*) παντελῶς, τοῖς δὲ καλῶς φρονοῦσι τοῦτο προμαθεῖν
20καὶ εὐλαβεῖσθαι(*) πάντων εὐτυχέστερον. ἐγὼ τοιγαροῦν ὁ προ-
ονομασθεὶς Φοιβάμμων Εὐπρεπείου ἀρχι(*)ατρος(*), ἀναγκαίως
τὰ καθʼ(*) ἐαυτὸν(*) διανοηθεὶς, ἐσκόπησα πάντα τὰ κατʼ ἐμὲ
πράγματα πρὸ θανάτου διατυπῶσαι κατὰ τὸ προσῆκον ὀρθῷ
καὶ ἀγαθῷ συνειδότι καὶ δικαίῳ σκοπῷ καὶ ἀκριβεῖ λογισμῷ,
25ἐφʼ ὅσον ἐν τοῖς ζῶσι τυγχάνω̣, ἀκολούθως τοῖς συγκεχωρημένοις
ἅπασι ἀπὸ θείων νόμων τοῖς τὰ ἴ(*)δια φρονοῦσιν μετʼ ἀδείας
πάσης καὶ ἐξουσίας καὶ αὐθεντείας διαθέσθαι τοῖς ἑαυτῶν
φίλοις τέκνοις, καὶ μὴ τούτοις μετὰ θάνατον ἀμφισβήτησιν
καταλείπειν. τούτου τοῦ τρόπου, καθʼ ὅσον ζῶ(*) καὶ ὑ(*)γιαίνω καὶ
30ἐπʼ ἀγορᾶς βαδίζω τὰ συνήθη πράτ’των, σώφρονί τε λογισμῷ
καὶ σκοπῷ δικαίῳ καὶ ἀγαθῷ συνειδότι καὶ ἀκριβεῖ διανοίᾳ
καὶ ἐρρωμένῃ διαθέσει, εἰς ταύτην(*) τὴν ἔγγραφον διαθηκιμαίαν
βούλησιν ἐλήλυθα, νοῶν, φρονῶν, λογισμοὺς καὶ φρένας
ἀπαθεῖς διασώσων, καὶ ὑ(*)γιὲς ἔχων ὡς προεῖπον τὸ σῶμα μου
35σὺν εὐμενείᾳ τοῦ πανκρείτ’τονος δεσπότου τῶν ὅλων
Θεοῦ παντοκράτορος, εὐλαβούμενος μὴ ἐξαίφνης
(*)παναχωρῆσαί με τῶν τῇτε(*) ἀδιαθέτως πραμμάτων(*)
πρὶν οὕτω πρότερον διαθῶμαι καὶ διατυπώσω τὰ καθʼ(*) ἐμαυ̣[τὸν]
παντοῖά μ̣ου ἐλάχιστα πράμματα(*), τά τε ἐν ἀγρῷ ὄντα μοι
40ἐκ διαφόρων(*) τόπω(ν) γονικῶν τε κληρονομιαίων μου καὶ
(*)διοκτήτων, καὶ τὰ ἐν τῇτε(*) τῇ πόλει Ἀντινόου καὶ ἀφʼ(*) ἑκασταχοῦ
τόπου. ἀκολούθως τοῖς θειώδως συγχωρητέοις ἅπασι θνητοῖς
περιοῦσι πρᾶξαι, τὴν παροῦσαν κατ’εθέμην διαθηκιμαίαν
βούλησιν ὡς προέφην, πολιτικοπραιτωρίαν οὖσαν(*) ἐπὶ παρουσίας
45τῶν κατὰ παράκλησιν ἐμὴν προσκληθέντων νομίμω(ν) ἑπτὰ μαρτύρων,
πολιτῶν ὄντων ἐφήβων Ῥωμαίων, ὑ(*)πολήψεως ἀντιποιουμένων,
τῶν καὶ ἑξῆς ὑ(*)πογραφόντων αὐτῇ ἐν μιᾷ συνόδῳ καὶ καιρῷ
μηδεμιᾶς ἑτέρας πράξεως μεσολαβούσης, ἀκολούθως
τῇ τῶν νόμων δυνάμει· ἥνπερ διαθήκην ὑ(*)πηγόρευσα ἑλληνικοῖς
50ῥήμασί τε καὶ γράμμασι γραφῆναι ἐπέταξα ἐν δημοσίῳ καὶ
πρακτικῷ τόπῳ. καὶ βούλομαι αὐτὴν τὴν ἰ(*)δίαν ἰ(*)σχὺν καὶ δ̣ύν[αμ]ι[ν]
ἔχειν ἐφʼ οἷς περιέχει πᾶσι κεφαλαίοις κατὰ τὴν ἑκάστου
δ̣ιαστολήν, ἐπέχειν τε αὐτὴν οὐδὲν ἧττον καὶ κωδικίλλου τάξιν
καὶ πάσης τελευταίας βουλήσεως καὶ φιδεϊ(*)κομισσαρίας ἐπιστολῆς,
55προκομιζομένην καὶ δημοσιευομέ(νην) ἐπὶ πάσης ἀρχῆς καὶ ἐξουσίας
καὶ θρόνου καὶ κυριότητος ἐν παντὶ χρόνῳ καὶ καιρῷ, κατὰ τὰ θειώδως
(*)πὸ τῶν νόμων διηγορευμένα, καὶ πάντα τὰ ἐν αὐτῇ κεφάλαια
δίδοσθαι καὶ πληροῦσθαι κατὰ τῶν ἐξ ἀδιαθέτου βουλομένων
κληρονομῆσαι τῶν ἐμῶν δικαίων, ἔτι μὴν̣ προβῆναι ταῦτα
60τὰ ὑ(*)πʼ ἐμοῦ ὁρισθησόμε(να) μόνα ἀκέραια(*), καὶ ἀσάλευτα
φυλάττεσθαι τοῖς ἐμοῖς φιλαιτάτοις γνησίοις υ(*)(*)οῖς καὶ μόνοις,
οἷς ἑξῆς διατάσσω δικαίως καὶ εὐλόγως. εἰ δέ γε μετὰ ταῦτα
κωδίκιλλον ἢ κωδικίλλους πο[ι]ήσω καὶ ἕτ̣ερα κεφάλαια
ἐν αὐτοῖς διατυπώσω, βούλομαι αὐτὸν ἢ αὐτοὺς καὶ τὴν ἰ(*)δίαν
65δύναμιν καὶ βεβαίωσιν ἔ̣χειν ὡς comfirmateumenous
ἐν τῇ παρούσᾳ(*) τελευταίᾳ βουλ̣ήσει. εἴη μὲν οὖν ἐμὲ ζῆσαι
ἐφʼ ἕτερόν τινα χρόνον, ὡς ἂν παρασταίη τῷ(*) κρείττονι καὶ δεσπότῃ
Θ(ε)ῷ, καὶ τῆς ἐμῆς ἔτι ὡσαύτως ἀπολαῦσαι μετριότητος
καὶ πάσης τῆς ἐλαχίστης μου περιουσίας· ἔξεσται κατὰ νόμο(υ)ς,
70ἐφʼ ὅσον ἐμοὶ περιόντι χρόνον, τῶν ἐμῶν ἁπάντων κρατεῖν
τῆς νομῆς δικαίας καὶ συνήθο(υ)ς δεσποτείας, καὶ τῆς ἐπικαρπ\ε/ίας(*)
πάντων τῶν ὄντων μοι πραγμάτων ἤτοι ousufructu παντός,
μετὰ τὰ εὐσεβῆ δημόσια τέλι(*) κανονικά τε καὶ πρόσκαιρα το(ύ)των.
ἐπὰν δὲ ἀνθρώπινόν τι πάθω καὶ τῶν ἐνταῦθα ὑ(*)παναχωρή̣σω
75πραγμάτων ἐκ τῆς τοῦ πεπρωμένου ἀνάγκης, τότε ἐνί(*)στημι
κληρονόμους τοὺς προσφιλεστάτους μου υ(*)(*)οὺς(*) ⁦ vac. ? ⁩
⁦ vac. ? ⁩ καὶ διαδοχ\ο/ις(*) τῆς ἐμῆς κληρονομίας
καὶ πάσης περιουσίας μου, ἐν ἀγρῷ διαφόρων τόπων, καὶ ἐν τ̣ῇτ̣ε(*)
τῇ Ἀντινοέων πόλει, καὶ τ[ὰ](*) ἐφʼ ἑκασταχοῦ τόπου, ὥστε τούτους
80ἐ̣π̣ʼ αὐθεντεία̣ς̣ κα̣ὶ ἐξουσίας πάσης μετὰ τὴν ἐμὴν τελευτὴν
πάντων τῶν ὄντων μοι κρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν,
γονικῶν τε ἐμῶν κληρονομιαίων πραγμάτων καὶ ἰ(*)διοκτήτων,
τῶν ἀφʼ οἵου δήποτε δικαίου καὶ νομίμου τίτλου ἐγράφου(*) καὶ
πόρου περιελθόντων εἰς ἐμέ, καὶ κληρονομῆσαι αὐτοὺς ταῦτα
85ἀκωλύτως καὶ ἀνεμποδίστως(*) οὐδενὸς τὸ συνόλον καὶ
ἀνεγκλήτως ἐπάναγκες, ἐπέκεινα δὲ ὀρθῶς αὐτοὺς κληρονομῆσαι,
ὡς ἔφην, πάντων τῶν ὄντων μοι παντοίων καὶ ὑ(*)πʼ ἐμοῦ
καταλειφθησομένων πραγμάτων ἐξ ἰ(*)σορρόπου μοίρας, κατὰ
κεφαλικὴν μερίδα ἀνηλογοῦσαν(*) ἐξ ἴ(*)σου ἔκ τε κινητῶν
90καὶ ἀκινήτων καὶ αὐτοκινήτων πραγμάτων, πάσης ἐνοχῆς
καὶ ἀγωγῆς, ἐν παντὶ εἴδει καὶ γένει καὶ πάσῃ ὕ(*)λῃ καὶ
ποιότητι καὶ ποσότητι, ἀπὸ πολυτελοῦς εἴδους μέχρι εὐτελοῦς
καὶ ξ̣υλικοῦ καὶ ὀστρακίνου καὶ ὑαλίνου καὶ ἀσσαρίου ἑνὸς
καὶ ὀ̣β̣ολ̣οῦ̣ κ̣α̣ὶ λε̣π̣τ̣[οῦ], ἁπαξαπλῶ̣ς πάσης λή̣ψεω[ς]
95καὶ δόσεως ὑ(*)πὲρ ἐμοῦ· καὶ εἴ τι εὐλόγως χρεωστῶ
ἢ ὡς εἰπεῖν ἔπος χρεωστούμενος, ἀποδοῦναι τούτους
καὶ ἀπολαμβάνειν ἀμειώτως πάλιν ἐξ ἴ(*)σης μοίρας.
βούλομαι δὲ τοὺς ἐμο̣ὺ̣ς υ(*)(*)ο[ὺς] καὶ κληρονόμους τοὺς
προαφη[γη]θέντας κληρονομεῖν πάντα τὰ ἐμὰ ὡς προεῖπον,
100παρὲξ ὧν [ἑ]ξῆς διατάσσω καὶ ὁρίζω ἐν τῇ παρούσᾳ(*) μου
διαθηκιμαίᾳ βουλήσει.† βούλομαι οὖ\ν/ καὶ κελεύω τὸ εὐαγὲς
καὶ πάνσεπτον μοναστήριον τὸ καλούμενον(*) Ἄπα Ἱ(*)ερημίου
τοῦ ἐν ὁσίοις τῇ μ̣ν̣ή̣μῃ, μετὰ τὴ̣ν ἐμὴν ὡσαύτως τελευτήν,
ἐπʼ αὐθεντείας πάσης καὶ ἐξου̣σίας παραλαβεῖν εὐθέως
105μίαν καθ[α]ρὰν ἀμπελοφορίμου γῆς ἄρουραν ἐκ πλήρους
ἀπὸ ἑ̣ξήκοντα τεσσάρων ἁμμάτων, μεμετρημένην
τῷ δ̣ημο̣σίῳ σχο̣ι̣ν̣[ί]ῳ̣, [ἀτ]ε̣λ̣[οῦ]ς κ̣α̣ὶ̣ ἀ̣ν̣υ̣π̣ο̣τ̣ε̣λ̣ο̣ῦ̣ς γ̣ῆ̣ς, ἀ̣ποκρινο̣μ̣έ̣νη̣ν
ἐκ τ̣ῶν ὅλων περιελθόντων εἰς ἐμὲ ἀμπελικῶν χωρίων
ἀπὸ δια[δο]χ̣ῆ̣ς̣ καὶ κληρονομίας τοῦ ἐμοῦ πατρὸς καὶ ἐν μακαρίοις
110τῇ μνήμ[ῃ Ε]ὐ̣πρεπείου ἀρχ(ι)ι(*)άτρο(υ), διακειμένων ἐπὶ κώμης
(*)βιῶνος Ἐσεμβύθεως(*) τοῦ Ἑρμουπολίτου νομοῦ, ὑ(*)πὸ τὴν παραφυλακὴν
ὄντων τῆς αὐτῆς, ἐξ ἀπηλιώτου(*) ταύτης, κατὰ τὰς ἀγρογειτνίας,
ἀφʼ οὗ βούλεται τόπου καὶ ἀκρογώνου(*) τῶν αὐτῶν ἀμπελώνων
ἐκ τετραέντου κυκλόθεν, μετὰ παντὸς τοῦ ἐπιβάλλοντος
115τῇ προ̣σ̣ημανθείσῃ μιᾷ(*) ἀμπέλου ἀρουρης(*) γῆς φορίμου
ἔκ τε ὑ(*)δρευμάτων καὶ μονῶν καὶ χρηστηρίων πάντων
καὶ ἐπαυλέων καὶ ἀχυροβολώνων(*) καὶ κυκλευτηρίων
κ̣α̣ὶ̣ [ξυλ]ί̣νω\ν/ ὀργ̣ά̣νων ἐξ̣ηρτισμένων καὶ πάσης τῆς τούτων
κ̣αθ[ό]λου πε[ρι]οχῆς, μὴ προϋ(*)ποκειμένην οἵῳ δ̣ήποτε π[ρά]γματι(*)
120ἢ̣ βάρει ἢ̣ [σκήψ]ει μήτε οἵᾳ δήποτε ἀφορμῇ, ἀλλὰ καθαρὰν διόλου
α̣ἰ̣ώνιον̣ [ἄ]πτωτον ὑ(*)πα̣ρχθῆν̣αι ταύτην ἐν πάσῃ βεβαιώσει
καὶ καθαροποιήσει τῷ προειρημένῳ(*) μοναστηρίῳ, εἰς μνημόσυνον
αἰώνιον καὶ πρεσβεῖον, ὑ(*)πὲρ ἱ(*)λασμοῦ ψυχῆς μου καὶ ἁγίας
προσφορᾶς, πρὸς Θεὸν ἀπερχομένου. ταύτην γὰρ τὴν προειρημέ(νην)
125μίαν ἄρουραν ἀμπελόφυτον προσπορίζομαι κατὰ χάριν ἀναφαίρετον
καὶ δωρεὰν νόμιμον ἔγγραφον τῷ προλεχθέντι εὐαγεῖ μοναστηρίῳ,
(*)άσεώς μου ψυχῆς χάριν, ἐπέχουσαν ταύτην δύναμιν ἀμετάθετο\ν/
σκοπόν τε καὶ ἀμετανόητον, καιθ’ʼ(*) οἷον δήποτε τρόπον καὶ λόγον
καὶ χρόνον καὶ τ̣ό̣πον, ἀλλὰ ἱ(*)κανῶς κρατοῦσαν βεβαίου τρόπου
130παντὸς καὶ τοῦ i(*)nter vivos κα\τὰ/ τὸν νόμον, ὥστε μὴ παντοίας
πώπο[τε ἀ]ν[α]τροπῆς τυχεῖν, ἐπὶ πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ
θρόνου κ̣[αὶ κ]υριότητος ὑ(*)φʼ ἡλίῳ, καθʼ ὅτι ἐπʼ ἀγαθῇ καὶ εἰλικρινεῖ
προαιρέσε̣ι ταύτην ἐχαρισάμην καὶ ἐδωρησάμην τῷ προειρημέ(νῳ)
εὐαγεῖ μον(αστηρίῳ) ὑ(*)πὲρ(*) ἁγίας μου προσφορᾶς αἰωνίου. καὶ ὁρίζω τὸ ταύτης
135τέλος ἀεί ποτε βασιλικὸν ἐνέλκεσθαι καὶ ἐπισύρεσθ̣α̣ι̣
καὶ ἐπαναστρέφεσθαι τῇ ἐμῇ πάσῃ περιουσίᾳ, ἐπανειλημμ̣[έ(νον)]
εἶναι διηνεκῶς τῷ παντὶ ἐποφειλομένῳ δίδοσθαι ὑ(*)πὲρ ἐμοῦ
παρὰ τῶν ἐμῶν υ(*)(*)ῶν καὶ κληρονόμων δημοσίῳ τελέσματι,
κανονικῷ τε καὶ προσκαίρῳ, ἔν τε σίτῳ ἐμβολῆς καὶ χρυσικῷ
140καὶ ναύλῳ καὶ παντοίοις βάρεσι, ἀποκρινομένων αἰωνίως
(*)πὲρ αὐτῆς τῷ δημοσίῳ λόγῳ καὶ τὸ ἱ(*)κανὸν ποιούντων
τούτῳ ὑ(*)πὲρ ταύτης διηνεκῶς, καὶ τοῦ εἰς τοῦτο ἀταράχου
καὶ ἀστασιάστου καὶ ἀνϋ(*)πομνήστου καὶ ἀζημίου καὶ ἀνεπισπάστο[υ]
καὶ ἀνεν[οχλ]ήτου(*) φυλατ’τομένου πάντοτε τῷ εὐαγεῖ μοναστηρίῳ,
145ἀνθʼ’ ὅτου ταύτην αὐτῷ ἐδωρησάμην ὑ(*)πὲρ ἀναπαύσεως ψυχῆς μο(υ)
καὶ ἀφέσεως πλημμελημάτων, ἐφʼ ᾧ τοὺς κατὰ καιρὸν ἠγουμένο(υ)ς τε
καὶ οἰκονόμους καὶ διοικητὰς πραγμάτων τοῦ αὐτοῦ ἁγίου μον(αστηρίου), ἔπειτα δὲ
καὶ τὸν νῦν [δ]ιοικοῦντα προεστῶτα καὶ θεοφιλῆ πατέρα Ἄπα Βησᾶ[ν]
τὸν εὐλαβ(έσ)τ(ατον) πρεβύτερον(*) καὶ κοινοβιάρχην, δεσποτικῷ δικαίῳ
150κατὰ πᾶν ἐκ νόμων ἁρμόττον προπριαιταρίας δίκαιον
ἐγκρατεῖς γένεσθαι τῆς αὐτῆς μιᾶς ἀμπέλου, ὡς προεσημηνάμην,
καὶ τὴν παντοίαν ταύτης πρόσοδον κομίσασθαι καθʼ(*) ἔτος ἀπὸ καρπ[ῶν]
καὶ κανόνος τῆς σὺν Θεῷ(*) μελλούσης ⁦ vac. ? ⁩
καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου διὰ παντὸς εἰς τὸ παντελές, καὶ τὴν
155ταύτης διοίκησιν καθάπερ βούλωνται ἀναθέσθαι εἰς τὴν ἁγίαν μ̣ο̣(υ)
προσφοράν· μέντοι γε αὐτοὺς μὴ δύνασθαι ταύτην πώποτε
ἐκποιῆσαι ἢ ἑτέρῳ μεταλλάξαι ἐπὶ τὸν παντελῆ χρόνον, ἀλλʼ
αὐτὴν ἐπίμονον εἶναι καὶ παραμόνιμον, ἐξυ(*)πηρετοῦσαν
τῇ ἁγίᾳ μου προσφορᾷ, διὰ τὸ ἐμοὶ οὕτως ὀρθῶς καὶ δικαίως
160δεδόχθαι. βούλομαι δὲ καὶ κελεύω τοὺς ποθεινούς μου υ(*)(*)οὺς
τὴν περιστολὴν ἤτοι κηδείαν κατʼ ἀξίαν ἐμὴν τοῦ ἐμοῦ σώματος
ποιῆσαι, ἐξορκίζω \δὲ/(*) τὸν εὐλαβ(ῆ) καὶ θεοφιλῆ ἡγούμενον
τοῦ προειρημένου(*) μον(αστηρίου) Ἄπα Ἱ(*)ερημίου, κατὰ τῆς ὁμοουσίου
Τριάδος ἁγίας καὶ ἀηττήτου, ὑ(*)ποδέξασθαι τὸ ἐμὸν εἰς δαφὴν(*)
165καὶ μνῆμα λείψανον εἰς τὴν εὐαγεστάτην μόνην,
εἰς μνείαν τῆς ἐμῆς πάντοτε βραχύτητος, καὶ συναρίθμ[ιον]
ὀνομασίαν μου(*) ἐν τῇ τοῦ καταλόγου τῶν μακαρίων ἐκεῖσε
πάντων ἀναπαυσαμένων ἐκφ\ρ/άσει ἐνεραδνουμίου γενέσ̣[θαι](*).
βούλομαι δὲ καὶ κελεύω τὴν εὐγενέστατην σύμβιον μου
170γαμετὴν ἐξουσιάζειν τῶν ἑαυτῆς καὶ μόνων ἕδνων τῶν
(*)πʼ ἐμοῦ αὐτῇ προδοθέντων ἐν ὥρᾳ τῶν αὐτῆς αἰσίων γάμω̣[ν]
πρὸ μίξεως, καὶ τούτοις ἀρκεσθῆναι καὶ μὴ δύνασθαι περαιτέρω
τούτων ἐπιζητεῖν πρὸς οἷον δήποτε κληρονόμον ἐμὸν
ἢ συγκληρονόμον, μήτε μὴν αὐθεντῆσαι καιθʼ(*) οἷον δήποτε
175τρόπον ἀποσπάσασθαι παντελῶς οἷον δήποτε πρᾶγμα
ἐκ παντοίων ἐμῶν πραγμάτων, οἷον εἰκὸς εἰ βουληθησομέν[ην]
(*)διοπ̣οι̣ήσα̣σθ̣α̣ί̣ [τ]ι̣ ἑ̣[αυτῇ τῶν] ἐ̣μ̣[ῶν], κ̣[ακοθ]έ̣λ̣ο̣υ̣σ̣[αν]
ἐκ τούτων ἀπόνασθαι, μὴ γένοιτο αὐτῇ τοῦτο μετὰ τὴν ἐμὴν
τελευτήν, ἐξεῖναι δὲ μόνον αὐτῇ τὰ ἑαυτῆς γονικὰ πράγματ[α]
180συλλαβεῖν ἐξερχομένῃ τοῦ οἴκου μου, ἅπερ ἐναποδείκτω[ς]
ἐμφανήσεται(*) ὡς ἦσαν ἐκεῖνα συνεισηνέγμενά(*) μοι
παρʼ αὐτῆς γονικόθεν. τὴν δὲ ἁγίαν διοίκησιν καὶ ἐπιμέλειαν
καὶ πρόνοιαν τοῦ εὐαγοῦς ἡμῶν ξενεῶνος(*) κατὰ τὰς πατρο̣-
παραδόσεις ἐν ἅπασι ὁρίζω(ν)(*), καὶ βούλομαι καὶ κελεύω
185τὴν πᾶσαν τῶ(ν) ἀρρώστων φιλοκαλίαν τε καὶ ἐπιμέλειαν
καὶ διαιτοχορηγίαν περαιωθῆναι ἐπιμελῶς καὶ ἐπιπόνως
ἀκαταφρονήτως, εὐσεβει(*) καὶ φόβῳ Θεοῦ καλλιεργουμένην,
μετὰ σπουδῆς πάσης καὶ ἐπιεικείας, ἅμα τε διατελεῖσθα[ι]
παρὰ τοῦ προσφιλεστάτου μου ἀδελφοῦ Ἰ(*)ωάννου, καὶ ἕξειν
190α̣ὐτὸν ὡ[σ]αύ[τ]ως τὴ̣[ν] τ̣ῶ̣ν π̣[ρα]γμ̣άτων πρεπόντ[ως] τ̣ο̣[ῦ αὐτοῦ]
ξενεῶνος(*) κηδεμονίαν, εἰς ἀνανέωσιν διόλου [τῆς] τ̣[ῶν]
ἀρρώστων φροντίδος καὶ λειτουγίας(*) καὶ ἀποτροφῆς τ[ῆς]
συνήθο\υ/ς· καὶ ἐξορκίζω αὐτὸν κατὰ τοῦ ἀενάου θ(εο)ῦ
τούτου μὴ ῥᾳθυμῆσαι τοῦ περισπουδάστου Θεοῦ(*) ἔργου·
195καὶ εἰ ἀμελήσοι ὄψεται πρὸς τὸν Θεόν(*)· ἀξιῶ(*) δὲ καὶ
παρακαλῶ πάντας τοὺς θεοπίστους καὶ ἐλεήμονας,
ἔτι καὶ τοὺς λαμπροὺς καὶ σοφωτάτ(ους) συνηγόρους, οὕσπερ
καὶ ἐνορκῶ(*) κατὰ τῆς ἁγίας Τριάδος, καὶ πάντα κριτὴν καὶ δικαστὴν
καὶ ἐξουσίαν καὶ κυριότητα, ἀεὶ παραφυλάξαι ἐρρωμένην
200ταύτην μου τὴν διαθήκ(ην), δίχα οἵας δήποτε ἐναντιώσεως
καὶ ἀντιπαθείας καὶ συλλογισμοῦ ῥητόρων καὶ δεκανικῆς
λεπτολογίας. τοὺς γὰρ ἐμοὶ ἅπαντας διαφέροντας καὶ
[ἐ]κ̣ γ̣έ̣νους μοι ἀγ̣χι̣σ̣τ̣ε̣ύ̣οντας(*) οὐκ’ ἐφʼ ὕβρει λέγω ἀ[ποβλήτους]
καὶ ἀμοίρους καὶ ἀκλήρους παντελῶς εἶναι, βούλομ[αι δὲ]
205καὶ κελεύω ὡς νόθους καὶ ἀπελευθέρους τῆς ἐμ̣[ῆς]
ἐν ἅπασι μετοχῆς κληρονομίας καὶ σχέσεως πραγμ[άτων]
γενέσθαι ἄπωθεν, ἀλλοτριουμένους τούτων πάντ[α]
πᾶσιν, καὶ πάσης λήμψεως καὶ δόσεως ὑ(*)πὲρ ἐμοῦ, διὰ τὸ̣ [ἐμὲ](*)
ὀρθῷ καὶ δικαίῳ κεκρίσθαι σκοπῷ καὶ ᾑρῆσθαι οὕτως. ἕκ[αστος γὰρ](*)
210ἀπολαυέσθω τῶν ἰ(*)δίων· λίαν δ̣ὲ̣(*) μόγις τὰ τῆς ἐμῆς μετριοσύν[ης]
ἐλάχιστα πράγματα ἐπαρκήσονται τοῖς νηπίοις μου καὶ ἀφ-
ήλιξι υ(*)(*)οῖς μου, οἷ(*)ς καὶ καταλείψω τὸν βίον στυγνὸν κ(αὶ) ἀδιοίκητον̣,
δεομένοις πολλῆς ἀνατροφῆς καὶ πολλῶν ἀναλωμάτων
καὶ ἐπιμελείας. καὶ, ὡς προωρίσα, τούτοις μόνοις πάντα τὰ ἐμὰ
215ἀπονεμηθῆναι καὶ ὑ(*)παρχθῆναι βούλομαι, καὶ ποινὴν
κατὰ τοῦ ἐθελοκακεῖν δυσσεβῶς βουληθησομένου κατʼ αὐ̣[τ]ῶ̣ν
ὁ̣ρ̣ι̣ζων(*) μιᾶς λίτρα̣ς χρυσίου εἰς ἔκτισιν, καὶ μ[ε]τὰ ταύ̣τ̣η̣[ς]
κατὰ μηδένα τρόπον μηδὲν μὲν ὠφελεῖσ[θ]α̣[ι αὐτὸν ἐκ το(ῦ)]
ἐ[γχ]ειρή̣μ̣α̣[τ]ο̣ς, ἀλλὰ μᾶλλον βλαβῆναι καὶ ἡτ[τᾶσθαι,(?)]
220ἄκοντά δε(*) καὶ ἀνωφελῆ ἐπησυχάζειν(*) τοῖς ὑ(*)πʼ ἐ[μοῦ νῦν]
διατυπωθεῖσι ἐν τῇ παρούσᾳ(*) μου δικαίᾳ δ[ιαθ]ή̣κ̣[ῃ, ἀφʼ ἧς]
ἀπέστω πᾶς φθόνος καὶ δόλος πονηρός̣. κ̣[αὶ] εἴη̣ [βεβαία, ὑπὸ]
(*)(ησο)ῦ τω(*) κω(*) κ(αὶ) Θω(*) ἡμῶν βραβευομένη καὶ [ἀεὶ φυλαττομένη]
ἐπὶ πᾶσι τοῖς ἐμπεριεχομένοις αὐτῇ γ̣[ενικοῖς κεφαλαίοις]·
225οἳ(*)ς ἐπευδοκῶν κατεθέμην ⁦ vac. ? ⁩ καὶ τοῦτ̣[ο τὸ κεφάλαιον],
συνελόντι δεὶ(*) εἰπεῖν, ἔτι γε εὔδηλον αὐτὸ [κυριώτερον εἶναι]
καὶ βεβαιότερον σχεδὸν τούτων ἁπάντων(*), ὡς ἡ[γοῦμαι(?) καὶ]
ὡσαύτως προστακτικῶς προβῆναι, ἐφʼ ᾧ δὲ τοὺ̣[ς εἰρημένους]
ποθεινοὺς υ(*)(*)οὺς μου καὶ κληρονόμους πατρων̣εύ[εσθαι καὶ]
230κουρατορεύεσθαι κ̣α̣ὶ̣ εἰκότως διοικεῖσθαι, μ[ετὰ τῶν ἐ]λαχίστω[ν]
αὐτῶν πραγμάτων, ὡ[ς ν]ηπί̣ο[υ]ς̣ κα̣ὶ̣ [ἀ]φή̣λ̣ι̣κ̣α̣[ς], ἕ̣[ως ἂν ἐπαυξήσωνται]
τὴν ἡλικίαν, παρὰ τοῦ δεσπότου μου καὶ θεο[φ]ιλοῦς π̣[ατ]ρὸ̣ς̣ ἄπ̣[α] Β̣η̣[σᾶ]
τοῦ π̣ρ̣ο̣εστῶ̣[τος] τ̣οῦ πρ[ο]ειρημένου εὐαγοῦς̣ μ̣ο̣ν̣[αστηρίου ἄπα]
(*)ερημίου, ἐν τάξει γενικοῦ κουράτορος καὶ κατὰ νόμους κηδεμ̣ό̣νος̣.
235καὶ τοῦτον(*) ἀξιῶ καὶ ἐνορκῶ κατὰ τοῦ παντοκράτορος θ(εο)ῦ προ̣[σ]ώπο[υ]
καὶ τῆς ἐντίμου καὶ ὑ(*)περβαλλούσης αὐτοῦ σωτηρίας, καθʼ ὅ̣σο̣[ν] ἐπιε̣ι̣[κῶς]
καὶ σπουδαίως κέχρηται περὶ πᾶν ὁτιοῦν εὐάρεστον τ̣ῷ̣ [Θε]ῷ
ἀγαθὸν ἔργον, καὶ τοῦτο τὸ ψ[υ]χωφελὲς κατʼ εὐσέβειαν Θ̣(εο)ῦ̣ κ̣α̣ὶ̣
φιλανθρωπίαν προσθέσθαι ἑαυτῷ, καὶ εἰκότως φροντίζειν
240ἐπιμελῶς καὶ ἐπιπόνως τῶν εἰρημένων δειλαίω̣ν̣ μο̣υ̣
τέκνων καὶ τῶν τούτων ἐλαχίστων πραγμάτων ἄχρι, ὡ̣ς πρ̣ο̣εῖ̣πο̣[ν],
τ[ῆς α]ὐ̣τῶν ἐννόμου ἡλικίας, πρὸς τω(*) αὐτοὺς μὴ ἀδίκω̣[ς]
πλεονεκτεῖσθαι παρʼ οἵου δήποτε προσώπου ὡς ὀρφανοὺς [κ]αὶ ἀπ̣ε̣ρ̣ι̣στάτο(υ)[ς],
μὴ δυναμένους μήτε δυνησομένους λογοθε̣τῆσ̣α̣ι̣ [α]ὐτὸν
245ἐν ἅπασι τὸν εἰρημένον, καὶ κατὰ παράκλησιν ἐμὴν̣ ἐπ̣ʼ αὐτοὺς̣
κ̣[αταιδεῖν ὀφείλοντας τὸν θεο]φ̣[ι]λ̣[έ]σ̣τ̣α[τ]ο̣ν̣ κουράτ[ορα, καὶ]
αὐτῷ πειθαρχῆσαι ἐν ἅπασι ὡ[ς ἐ]μ̣ο̣ί̣. κ̣α̣[ὶ ἐλπίδι χ̣ρ̣ώ̣μ̣ε̣ν̣ο̣ς̣]
ἀγαθῇ, θαρρῶ(*)(*)ς οὐ παρόψεται μὴ ποιῆσ[αι πάντα τὰ κατʼ εὐσεβῆ τινα]
θεραπεύοντα, διὰ δὴ τοῦτο κέλωρα αὐτῶν [ἀκοῦσαι(?) καὶ προθέσθαι]
250αὐτῷ τὴν ἐπικουρίαν καὶ ἐπιμέλειαν α[ὐτ]ῶν δ̣ι̣ʼ [εὐσέβειαν καὶ]
φόβον Θεοῦ, καὶ ὅτι οὐκ ἀθετήσῃ εἰς τού[το(υ)ς, ὑ]πὲ̣ρ̣ σ[ωτηρίας αὐτοῦ]·
εἰ ἀμελήσοι δέ, ὅ(*)περ ἀπείη, τῆς τούτων δ̣[ιοι]κ̣ή̣[σ]εως̣, ε[ἴ]η̣ [ὑπεύθυνος]
τῷ φρικτῷ θ(εο)ῦ βήματι, τὰς ἀπολογίας [παρέ]χων τῷ πα[ντοκράτορι]
Θ(ε)ῷ καὶ ὀρφανοπάτορι ὑ(*)πὲρ τῆς ταύτη[ς ἀμελε]ίας· εἰ δὲ ἀ̣[γαθὸν αὐτῶν]
255φρόντισμα ποιήσῃ, καὐτὸς(*) ὁ ἱ(*)κανοδ̣ό̣τη[ς] Θεὸ̣ς̣ ἀντὶ τῶν πόνων [τούτων]
ἀμείψηται αὐτῷ πλουσίᾳ χειρὶ ἐκ τ[ῶ]ν ἀμυθήτων ἐκείνων [αὐτοῦ(?)]
ἀγαθῶν τὰ ἀντάμοιβα μυριαντα̣πλασίως, καὶ πολυχρόνιον [αὐτὸν κατα-]
στήσῃ, ἕως οὗ ἐν ἀπολαύσ\ε/ι γένηται πάσης ἐλπίδος αὐτοῦ καὶ̣ [σωτηρίας].
ἐγὼ γὰρ ὁ δείλαιος εἰς ὅδον πάντων πορεύσομα̣ι̣, δεόμενος ἱ(*)[λασμοῦ καὶ]
260π̣ρε\σ/βε̣ί̣ας ἁπάντων, καὶ χάριν ἀνθʼ’ομολογῆσαι αὐτῷ τούτων ἕ̣ν[εκ]ε[ν οὐκ]
ἔ̣τι δ̣ʼ [ἐ]ξευ̣ρίσκω. [τ]ὴν δὲ ἐμὴν θείαν, ὀνόματι ⁦ vac. ? ⁩
ἀ̣ξ̣ι̣ῶ̣ κ̣α̣ὶ̣ β̣[ού]λ̣[ο]μ̣α̣ι ἐ[πιζ]ητεῖν, ὅ(*)θεν ἐπίστατα[ι, τ]ὸ̣ν̣   ̣ι̣κ̣  ̣ρ̣  ̣  ̣  ̣  ̣
ἄ̣ρ̣γυ̣ρ̣ον̣, κείμενον ὄντα παρὰ τῷ δανιστῇ(*), ὃν, τι[μήματος ὅσου ἐστίν],
αὐ̣τῷ ὑ(*)πεθέμην ἐνεχύρου λόγῳ καὶ ὑ(*)ποθήκης δ[ικαίῳ, καὶ μερίζειν]
265τοῦτων(*) καὶ πιπράσκειν το̣ῖ̣ς βουλομένοις, ἅ̣μ̣α̣ τ̣[ε καὶ φ̣υ̣λ̣ά̣τ̣τ̣ε̣σ̣θ̣α̣ι̣]
τὸ τ[ού]του τίμ̣ημα, καὶ πρῶτον μὲν ἀποπ̣λ̣η̣[ροῦν τὸν εἰρη]μένον χρήσ̣τ̣[ην]
ἐκ τούτου τὸ δάνιον(*), εἶτα δὲ μετα̣[λαβεῖν τὸ περιττευ]όμενον κα[ὶ τὸ]
πλεῖον τιμήματος ο[ἰ]κειοῦσθ[αι αὐτῇ, εἰς λόγον τῶν ἀ]ποτροφίμω̣[ν]
αὐ̣τῆς, ἐφʼ ὅλον τὸν τῆς ζώ[ης] χρόνο[ν, μέντοι γε μὴ δυνησα]μένης πώπο[τε]
270ἕτερόν τι ἐπιζητεῖν π̣ρᾶ[γμα πρὸς τοὺς ἐμοὺς κληρονόμ]ο̣υ̣ς μ̣ή̣[δε]
κἀκείνους(*) πρὸς αὐτὴν π̣[ερὶ τούτου ἀντιποιήσεσθαι καθʼ οἷον δήποτε]
τρόπον καὶ λόγον καὶ χρό[νον καὶ τόπον, ἀλλʼ ἐμμεῖναι τοῖς προορισθεῖσι],
διὰ τὸ ἑκάτερον μέρος ο[ὕτως - ca.10 - ἀνειληφ]έ̣ναι τὴν [ἐ]κ̣ [π]λήρου̣[ς]
ἑαυτῷ ἁρμόττουσαν κα̣[ὶ   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]κ̣ονι̣[  ̣  ̣]  ̣[  ̣  ̣ κλ]ηρονομίαν [ἔ]νστασιν.
275βούλομαι δὲ καὶ κελεύω κ̣αὶ πάλ̣[ιν δω]ροῦμαι τῷ προειρημένῳ ἁγίῳ μονα̣σ̣[τηρίῳ]
Ἄπα Ἱ(*)ερημίου, διὰ τοῦ θε[οφ]ιλεστάτ[ου] Ἄπα Βησᾶ τοῦ προλεχθέντος ἡγουμένο[υ]
καὶ τῶν μετʼ αὐτὸν μετ[απ]αραληψο̣μένων τὴν τοῦ τόπου ἡγουμενί̣α̣ν̣, τὸ και[νὸν]
σκαφίδιον μου ἐκ τῶν ἐμῶν δύο σκαφιδίων ἐξηρτισμένω[ν], μετὰ πάσης
αὐτοῦ ἐξαρτίας ὡς ἔ̣στιν κ̣α̣ὶ̣ τῆς προκτ̣ητικῆς ἐγγράφου [πράσ]εως, ἐλθὸ[ν]
280εἰς ἐμὲ̣ ἀ̣π̣ὸ ἀ̣[γορασ]τικοῦ δ̣ικαίου παρά τινων Ἀνταιοπολιτῶν, παρʼ ὧν κ̣ε̣ιμέν̣[ην]
ε̣ἰ̣ κ̣α̣ὶ̣ ἔ̣σ̣χ̣ον̣ κα[τ]έχω τὴ[ν] πρᾶσιν ἧν ἀρτίως βούλομαι ἐκδοθῆ[ναι τ]ῷ αὐ̣[τῷ] τόπῳ
(*)πὸ πᾶσαν αὐτοῦ ἐξουσίαν [ε]ἶνα̣[ι] δ̣[ιην]ε̣κῶς αὐτοτ̣ε̣λ̣ῆ̣ κ̣α̣ὶ̣ α̣ἰώ̣[νιον] κ̣α̣τ̣ο̣χὴ[ν]
καὶ κυριότητα καὶ χρῆσι̣ν̣ κ̣α̣ὶ κομ̣ι[δὴ]ν προσόδου αὐτοῦ, ὡ̣ς̣ ε̣ἴ̣κ̣ο̣ς̣ [το]ῦτ̣ο
(*)πὲρ ἀφέσεως ὁμοίως τῶν ἐμῶν π̣λ̣ημμελημάτων πρὸς̣ Θ(εὸ)ν̣ κ̣α̣ὶ̣ [ψ]υχῆ[ς]
285ἐμῆς \εἰς/ ἴ(*)[ασ]ιν. ἐπειδ̣ὴ̣ δὲ εὐλόγως χρ̣εωστῶ τῷ λ̣αμ[π]ρ̣(οτάτῳ) κ[υ]ρ̣[ί]ῳ
Χριστοφόρῳ υ(*)(*)ῷ Θεο̣δ̣ώρου νομίσματα πεντήκοντα εὔστα[θμα ἁπλᾶ]
ζύγῳ Ἀντινόου, ἀξιῶ ὁμοίως τὸν θεοφιλῆ ἡγούμενον ἄπα̣ Β̣[ησᾶν]
λαβεῖν ταῦτα παρὰ Πέτρου τοῦ θαυμασιωτάτου(*)(*)ποδέκτου ἐκ̣ [τῶν]
χρεωστουμένων(*) μοι παρʼ αὐτοῦ ὑ(*)πὲρ τῶν ἐθείμων(*) μου [ἀννωνῶν],
290ἤτοι τῶν νομισματίων ἑξήκοντα , ἀκολούθως τῷ παρʼ ἐμ̣ο[ῦ δ̣ε̣δ̣ε̣γ̣μ̣έ̣ν̣ῳ̣]
δικαστικῷ προστάγμ[ατι, ὑπ]ὲρ τ̣ῆς̣ [π]α̣ρ̣[ο]ύ̣σ̣ης̣ τε[τ]άρτης ἐ[πινεμήσεως],
καὶ ἀποδοῦναι αὐτῷ καὶ ἀναλαβεῖν εἰς χιασμὸν τὴν ἐ̣[νεχυρασίαν(?)]
ἣν ἔχει ὑ(*)πὲρ τούτω[ν]. βούλομαι δὲ καὶ κελεύω ἀπο[νέμεσθαι]
κατʼ εὐσέβειαν Ἀθανασίῳ τῷ τρεφομένῳ π̣[αρʼ] ἐ̣μ̣οῦ, τῇ ἐ[πιφανείᾳ(?)]
295καθ’ʼ(*) ἔτος, λόγῳ ληγάτου, ἐκ τῆς ἐλαχίστη[ς μου π]εριουσί̣[ας, μέχρι τῆς]
ἐννόμου αὐτοῦ ἡλικίας καὶ μόνης, σίτου ἀρτάβα̣ς δέκα καὶ [κριθῆς(?)]
τέσσαρας , ἐλαίου ξέστας δώδεκα , ο̣ἴ̣νου ἀγγῖα(*) εἴκοσι . μ̣[ετὰ δὲ τὸ αὐτὸν]
ἐφι(*)κέσθαι τῆς αὐτῆς μεγίστης ἡλικίας, ὡς ἔφ[η]ν, βού[λομαι τοίνυν]
τὸ προειρημένον ληγ̣ᾶ̣τον ἀ̣ποκοπῆναι καὶ ἀνα̣τρα̣[πῆναι καὶ]
300[ἀνασ]τ̣έλ\λ/εσ̣θ̣α̣ί μοι ἤτ̣οι τ̣[οῖς] ἐμ̣οῖ̣ς κ[λη]ρονόμοις, ὥσπερ ἐ[πίκτητον(?)],
[εἰ]ς̣ τὸ ἀδιανέμητον. καὶ ἐπ̣ὶ τού̣τ̣ο̣ι̣ς̣ [κα]ὶ ἐπὶ π[ᾶσ]ι τ[οῖ]ς [διατυπωθεῖσι]
καὶ ὁρισθεῖσι παρʼ ἐμοῦ, κα̣τεθέμην καὶ διεθέμην τὴ[ν παροῦσαν]
διαθηκιμα̣ίαν βούλησιν μετὰ πάσης ἀκριβολογί̣[ας] κα̣τ̣ʼ [ἔγγραφον]
βο̣υ̣[λ]ημάτιον κύριον καὶ βέβαιον, ἐπὶ βασιλείας καὶ ὑπατε[ίας]
305το[ῦ] θειοτάτου ἡμῶν δεσπότου Φλαυΐ(*)ου Ἰ(*)ουστίνου τοῦ [αἰωνίου αὐγ(ούστου)]
αὐτοκράτορος ἔτους πέμπτου, Ἁθὺρ τοῦ μηνὸς(*) παρόντο[ς ἐννεακαι-]
δεκάτῃ τῆς παρούσης τετάρτης ἐπινεμήσεως. ἐν Ἀντι(νόου) [πόλ(ει) τῇ λαμπρο(τάτῃ).]

Apparatus


^ ctr.2. l. διασημοτ(άτου)
^ ctr.3. BL 2.2.39 :   ̣λ̣  ̣  ̣  ̣ρω̣θε̣  ̣  ̣  ̣ο̣ξο̣τ̣(  ) prev. ed.
^ ctr.4. BL 2.2.39 :   ̣υ̣π  ̣  ̣ν̣  ̣  ̣  ̣φ  ̣  ̣  ̣  ̣(  ) prev. ed.
^ ctr.5. BL 2.2.39 :   ̣  ̣  ̣  ̣  ̣  ̣ ἰν(δικτίονος) ιηιθ λ̣ prev. ed.
^ ms.2. φλαυϊου papyrus
^ ms.2. ϊουστινου papyrus
^ ms.2. or Αὐγο(ύστου)
^ ms.4. or Ἀντινόο(υ)
^ ms.5. φλαυϊοσ papyrus
^ ms.5. ϋϊοσ papyrus
^ ms.6. αρχιϊατρου, papyrus
^ ms.6. corr. ex ορμομενος
^ ms.7. ϋπογραφων papyrus
^ ms.8. ϊδιοισ papyrus
^ ms.11. ανϋποσφραγιδα papyrus
^ ms.14. corr. ex τη
^ ms.19. corr. ex εκφαγειν
^ ms.20. corr. ex εὐλαβεῖσθ(αι)
^ ms.21. l. ἀρχ(ι)ιάτρου : αρχϊατροσ papyrus
^ ms.22. l. κατʼ
^ ms.22. l. ἐ<μ>αυτὸν
^ ms.26. ϊδια papyrus
^ ms.29. ζῶ papyrus
^ ms.29. ϋγιαινω papyrus
^ ms.30. πράτ’των, papyrus
^ ms.32. corr. ex ταυτης
^ ms.34. ϋγιεσ papyrus
^ ms.35. πανκρείτ’τονος papyrus
^ ms.37. ϋπαναχωρησαι papyrus
^ ms.37. l. τῇδε
^ ms.37. l. πραγμάτων, or πραγμάτων
^ ms.38. l. κατʼ
^ ms.39. l. πράγματα, or πράγματα
^ ms.40. corr. ex διαφορον
^ ms.41. ϊδιοκτητων, papyrus
^ ms.41. l. τῇδε
^ ms.41. or \ἀφʼ/
^ ms.43. κατ’εθέμην papyrus
^ ms.44. or \οὖσαν/
^ ms.46. ϋποληψεωσ papyrus
^ ms.47. ϋπογραφοντων papyrus
^ ms.49. ϋπηγορευσα papyrus
^ ms.51. ϊδιαν papyrus
^ ms.51. ϊσχυν papyrus
^ ms.54. φιδεϊκομισσαριασ papyrus
^ ms.57. ϋπο papyrus
^ ms.60. ϋπʼ papyrus
^ ms.60. corr. ex ακαιραια, or ἀκέραια
^ ms.61. ϋϊοισ papyrus
^ ms.64. ϊδιαν papyrus
^ ms.66. l. παρούσῃ
^ ms.67. corr. ex το
^ ms.71. l. ἐπικαρπίας
^ ms.73. l. τέλη, or τέλη
^ ms.74. ϋπαναχωρη̣σω papyrus
^ ms.75. ενϊστημι papyrus
^ ms.76. or υ(ϋ)ἱ(ϊ)οὺς \τόν̣\δε// : ϋϊουσ papyrus : ϊουσ papyrus
^ ms.77. l. διαδόχους
^ ms.78. l. τῇδε
^ ms.79. or τὰ
^ ms.82. ϊδιοκτητων, papyrus
^ ms.83. l. ἐ<γ>γράφου, or ἐγγράφου
^ ms.85. or ἀνεμποδείστως
^ ms.87. ϋπʼ papyrus
^ ms.88. ϊσορροπου papyrus
^ ms.89. l. ἀναλογοῦσαν
^ ms.89. ϊσου papyrus
^ ms.91. ϋλη papyrus
^ ms.95. ϋπερ papyrus
^ ms.97. ϊσησ papyrus
^ ms.98. ϋϊο[υσ] papyrus
^ ms.100. l. παρούσῃ
^ ms.102. or καλούμε(νον)
^ ms.102. ϊερημιου papyrus
^ ms.110. αρχ(ι)ϊατρο(υ), papyrus
^ ms.111. corr. ex εσυμβηθεως, or Σεσεμβύθεως
^ ms.111. ϋπο papyrus
^ ms.112. or ἀπηλιώτ(ου)
^ ms.113. corr. ex ακρογονου
^ ms.115. μιᾶ papyrus
^ ms.115. l. ἀρούρῃ
^ ms.116. ϋδρευματων papyrus
^ ms.117. or ἀχυροβολών\ων/
^ ms.119. προϋποκειμενην papyrus
^ ms.119. corr. ex π[ρα]μματι, or πράγματι
^ ms.121. ϋπα̣ρχθην̣αι papyrus
^ ms.122. or προειρημέ(νῳ)
^ ms.123. ϋπερ papyrus
^ ms.123. ϊλασμου papyrus
^ ms.127. ϊασεωσ papyrus
^ ms.128. l. καθʼ, or καθʼ : καιθ’ʼ papyrus
^ ms.129. ϊκανωσ papyrus
^ ms.130. ïnter papyrus
^ ms.132. ϋφʼ papyrus
^ ms.134. or ὑπ(ὲρ) : ϋπερ papyrus
^ ms.137. ϋπερ papyrus
^ ms.138. ϋϊων papyrus
^ ms.141. ϋπερ papyrus
^ ms.141. ϊκανον papyrus
^ ms.142. ϋπερ papyrus
^ ms.143. ανϋπομνηστου papyrus
^ ms.144. corr. ex ανεν[οχλ]ητος
^ ms.144. φυλατ’τομένου papyrus
^ ms.145. ἀνθʼ’ papyrus
^ ms.145. ϋπερ papyrus
^ ms.149. l. πρε<σ>βύτερον
^ ms.152. l. κατʼ
^ ms.153. or Θ(ε)ῷ
^ ms.158. εξϋπηρετουσαν papyrus
^ ms.160. ϋϊουσ papyrus
^ ms.162. or καὶ ἐξορκίζω
^ ms.163. or προειρημέ(νου)
^ ms.163. ϊερημιου, papyrus
^ ms.164. ϋποδεξασθαι papyrus
^ ms.164. l. ταφὴν
^ ms.167. or \μου/
^ ms.168. or \γένεσθαι/
^ ms.171. ϋπʼ papyrus
^ ms.174. l. καθʼ
^ ms.177. ϊδιοπ̣οι̣ησα̣σθ̣α̣ι̣ papyrus
^ ms.181. l. ἐμφανίσεται
^ ms.181. l. συνεισ<εν>ηνέγμενά
^ ms.183. l. ξενῶνος
^ ms.184. or ὁρίζω
^ ms.187. l. εὐσεβεί<ᾳ>
^ ms.189. ϊωαννου, papyrus
^ ms.191. l. ξενῶνος
^ ms.192. l. λειτου<ρ>γίας
^ ms.194. or Θ̣(ε)ῷ̣(?)
^ ms.195. or Θ(εό)ν
^ ms.195. αξιῶ papyrus
^ ms.198. corr. ex ενοργω
^ ms.203. corr. ex αγ̣χι̣σ̣τ̣ε̣υ̣οντες
^ ms.203. οὐκ’ papyrus
^ ms.208. ϋπερ papyrus
^ ms.208. or ἐμοὶ
^ ms.209. or \γὰρ/
^ ms.210. ϊδιων· papyrus
^ ms.210. or \δὲ/
^ ms.212. ϋϊοισ papyrus
^ ms.212. οῖσ papyrus
^ ms.215. ϋπαρχθηναι papyrus
^ ms.217. l. ὁρίζω, corr. ex ο̣ρ̣ι̣ζω
^ ms.220. l. τε
^ ms.220. l. ἐφησυχάζειν, corr. ex επισυχαζειν
^ ms.220. ϋπʼ papyrus
^ ms.221. l. παρούσῃ
^ ms.223. ϊ(ησο)υ papyrus
^ ms.223. l. τοῦ
^ ms.223. l. κ(υρί)ου
^ ms.223. l. Θ(ε)οῦ
^ ms.225. οὶσ papyrus
^ ms.226. l. δὲ
^ ms.227. corr. ex απαντως
^ ms.229. ϋϊουσ papyrus
^ ms.234. ϊερημιου, papyrus
^ ms.235. corr. ex τουτων
^ ms.236. ϋπερβαλλουσησ papyrus
^ ms.242. l. τὸ
^ ms.248. θαρρῶ papyrus
^ ms.248. ὡσ papyrus
^ ms.252. ὁπερ papyrus
^ ms.254. ϋπερ papyrus
^ ms.255. l. καὶ αὐτὸς
^ ms.255. ϊκανοδ̣ο̣τη[σ] papyrus
^ ms.259. ϊ[λασμου] papyrus
^ ms.260. ἀνθʼ’ομολογῆσαι papyrus
^ ms.262. ὁθεν papyrus
^ ms.263. l. δανειστῇ
^ ms.264. ϋπεθεμην papyrus
^ ms.264. ϋποθηκησ papyrus
^ ms.265. l. τοῦτον
^ ms.267. l. δάνειον
^ ms.271. l. καὶ ἐκείνους
^ ms.276. ϊερημιου, papyrus
^ ms.282. ϋπο papyrus
^ ms.284. ϋπερ papyrus
^ ms.285. ϊ[ασ]ιν. papyrus
^ ms.286. ϋϊω papyrus
^ ms.288. corr. ex θαυμασιοτατου
^ ms.288. ϋποδεκτου papyrus
^ ms.289. corr. ex χρεωστουμενον
^ ms.289. ϋπερ papyrus
^ ms.289. l. ἐθίμων
^ ms.293. ϋπερ papyrus
^ ms.295. l. κατʼ : καθ’ʼ papyrus
^ ms.297. l. ἀγγεῖα
^ ms.298. εφϊκεσθαι papyrus
^ ms.305. φλαυϊου papyrus
^ ms.305. ϊουστινου papyrus
^ ms.306. corr. ex μενὸς

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.