Papyri.info

sign in

p.cair.masp.2.67154r = HGV P.Cair. Masp. 2 67154 R = Trismegistos 18908



DDbDP transcription: p.cair.masp.2.67154r [xml]

AD 527-65 Antinoopolis

-- -- -- -- -- -- -- -- -- --
1[τήνδε τὴν δια]λ̣[υ]τ̣[ικὴν ἔγγραφον ὁμολογίαν, δύναμιν ἔχουσαν]
[κ]αὶ ῥεπουδίου, τίθενται καὶ ποιοῦνται πρὸς ἀλλή[λους ἑκόντες]
καὶ πεπ[ει]σμένοι, ἐκ μὲν τοῦ ἑνὸς μέρους Φ[λ(άυιος) Κ]α[λ]λί̣ν̣ι̣κ̣[ο]ς̣
υἱ(*)ὸς Κολλούθου, νοτάριος τὴν τ̣[έ]χν̣η̣ν, [ἐκ δὲ] θ̣[ατέρ]ο̣(υ) [μέρους]
5Αὐρηλία Κύρα θυγάτηρ Μ̣ηνᾶ, μητρ̣ὸ̣ς̣ Μαρ̣ι̣ά̣μ̣, ἀμφότεροι
ὁρμώμενοι ἀπὸ τῆς Ἀντι(νοέων), καὶ ὁμολογοῦσιν ἀλλήλο̣ι̣ς̣ π̣ε[ρὶ]
τῶν ὑ(*)ποτεταγμένων. ἐπειδὴ πρώην συνή̣[φ]θη̣[σαν]
ἀλλήλοις πρὸς νόμιμον γάμον, τὰ νῦν δέ, δ̣ι[α]φ̣ορᾶς
αὐτῆς(*) γενομένης ἐκ σκαιοῦ δαίμονος ἐπιφθονή̣σαντο[ς]
10τῷ κοινῷ αὐτῶν συνοικεσίῳ, ἀπεζύγη[σαν τ]ῆς π̣ρὸς
ἀλλήλους συμβιώσεως· καὶ κατὰ τοῦτο εἰς ταύτην [ἐληλύθασιν]
τὴν ἔγγρ̣α̣φο̣ν̣ διαλυτικὴν ὁμολογίαν, δύ[ναμιν ἔχουσα]ν
καὶ ῥεπουδίου, διʼ ἧ̣[ς] ὁμο̣[λ]ογοῦ̣σιν καὶ ὁμολογ[εῖ] ἑ̣κ̣ά̣τ̣ε̣ρ̣[ον αὐτῶν]
μέρος ἐσχηκέναι καὶ ἀπειλη̣φ̣έναι ἐκ πλήρους πάντα τὰ [εἰσ-]
15ενεχθέντα παρʼ αὐτῶν κατὰ τὸν καιρὸν τῆς αὐτῶν συναφείας,
ἀπὸ πολυτελοῦς μέχρι εὐτελοῦς εἴδους καὶ ἀσσαρίου ἑνός ,
τοῦ δὲ λοιποῦ μηδένα λόγον ἔχειν μ[ή]τ̣ε ἕξειν ἑκάτερον μέρος
πρὸς τὸ ἕτερον μὴ περὶ ἕδνων μὴ περὶ πρ̣οικὸς μὴ περὶ ἀναλωμά̣[των]
γ̣ά̣μων μὴ περὶ σκευῶν ἢ εἰδῶν, μὴ περὶ ἄλλου οἵο̣υ δήπο[τε]
20πράγματος ἀνήκοντος τῷ κο[ιν]ῷ αὐ[τ]ῶν συνοικεσίῳ
τὸ σύνολον, μικροῦ ἢ μεγάλου, ἐγγράφου ἢ ἀγράφου, νοηθέντος
ἢ μὴ νοηθέντος, ε̣ἰ̣ς̣ νοῦν ἐλθόντος ἢ μὴ̣ ἐλθόν̣[το]ς, ἐνταγέντος
ἐν ταύτῃ τῇ διαλύσει ἢ μὴ ἐντα̣γ̣έντο̣[ς], ἀλ̣[λὰ] κ̣α̣ὶ̣ ἐ̣ξεῖ̣[να]ι̣
ἑκατέρῳ μέρει ἑτέρῳ γάμῳ προσωμιλεῖν(*) εἰ βουληθείη ἀκωλύτως
25καὶ ἀνεμποδίστως. περὶ δὲ Ἀναστασίου τοῦ τεχθέντος
ἐκ τοῦ κοινοῦ αὐτῶν συνοικεσίου, ἔδοξεν αὐτὸν εἶναι ἀνὰ μέσον
ἀμφοτέρων. καὶ ὅτι πάντα τὰ προγεγραμμένα φυλάξωσιν
βέβαια διὰ παντός, ἐπωμόσαντο τὴν ἁγίαν καὶ ὁμοούσιον
Τριάδα καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ καλλινίκο(υ)
30ἡμῶν δεσπότου Φλ(αυίου) Ἰ(*)ουστινιανο(ῦ) τοῦ αἰωνίου Αὐγούστου Αὐτο-
κράτορος, καὶ μετὰ τὸν ὅρκον αὖθις ὡμολόγησεν(*) ἐμμένειν
διηνεκῶς ταύτῃ τῇ διαλύσει καὶ μὴ παραβῆναι τὸ σύνολον,
τοῦ παραβαίνοντος μέρους παρέχοντος τῷ ἐμμένοντι
μέρει, λόγῳ προστίμου, χρυσοῦ νομισμάτια τριάκοντα ἓξ
35ἔργῳ ἀπαιτούμενα, μετὰ τοῦ καὶ οὕτως ἐρρῶσθαι ταύτην
τὴν διάλυσιν διὰ παντός, ἥνπερ ἔθεντο ἀλλήλοις
πρὸς ἀσφάλειαν, κυρίαν οὖσαν καὶ βεβαίαν. καὶ εἰς πάντα
ἐπερ(ωτηθέντες) ὡμολ(όγησαν), ὑ(*)ποθέμενοι ἀλλήλοις ἐπὶ τούτοις πάντα
τὰ νῦν ὄντα καὶ ἐσόμενα ὐτοῖς(*) πράγματα ⳨. Αὐρ(ηλία) Κύρα
40θυγάτηρ Μηνᾶ ἡ προγεγραμμένη ἐθέμην ταύτην τὴν
δι̣ά̣λ̣[υσιν], κ̣[αὶ ὤ]μ̣[οσα] τ̣[ὸν] θ̣εῖ̣ο̣[ν ὅ]ρ̣κ[ον], ἐπ̣εὶ(*) τ̣ῷ̣ [π]ρ̣[ο]κ̣ε̣ι̣[μ]έ̣νῳ
προστίμῳ, καὶ πείθομαι πᾶσι τοῖς ἐγγεγραμμένοις ὡς πρόκ̣(ειται).
Αὐρ(ήλιος) Χριστόφορος Βίκτορος ἀπὸ Ἀντι(νόου), ἀξιωθεὶς, ἔγραψα ὑπ(ὲρ) αὐτῆ̣ς̣
γράμματα μὴ εἰδυίης. ⳨ Μέγας Ψύρο(υ) υ̣ἱ̣(ός), μαρτυρῶ ταύτῃ τῇ
45διαλύσει ἀκούσας παρὰ τῶν θεμένων. ⳨ † Αὐρήλιος Ζαχαρίας
Μηνᾶ υ̣ἱ̣(ὸς), βοηθ(ὸς) ἀπὸ Ἀντι(νόου), μαρτυρῶ ταύτῃ τῇ διαλύσει ἀκούσας
παρὰ τῶν θεμένων. ⳨ † Αὐρ(ήλιος) Πέτρος Κύρου, ἀπὸ Ἀ̣ντι(νόου),
μαρτυρῶ ταύτῃ τῇ διαλύσει ἀκούσας παρὰ τῶν θ̣εμένων ⳨
⳨ διʼ ἐμοῦ Ἠλία̣ συμβολαιογράφου ἐτε̣λ̣ι̣ώ̣θι(*) ⳨ ⳨ ⳨

Apparatus


^ 4. υϊοσ papyrus
^ 7. ϋποτεταγμενων papyrus
^ 9. l. αὐτοῖς
^ 24. l. προσομιλεῖν
^ 30. ϊουστινιανο papyrus
^ 31. l. ὡμολόγησαν
^ 38. ϋποθεμενοι papyrus
^ 39. corr. ex
^ 39. l. <α>ὐτοῖς
^ 41. l. ἐπὶ
^ 49. l. ἐτελειώθη

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.