Papyri.info

sign in

p.cair.masp.2.67159trpl = HGV P.Cair. Masp. 2 67159 = Trismegistos 18915



DDbDP transcription: p.cair.masp.2.67159trpl [xml]

AD 568 Antinoopolis
[Reprinted from: .] trpl=P.Cair.Masp. 2 67160; P.Cair.Masp. 3 67315,r

⳨ βασιλείας [κ]αὶ [ὑπ]ατεί[ας] τ̣οῦ θειοτάτ[ου ἡμ]ῶν δεσπότου Φλαυΐ(*)ου
Ἰουσ[τί]νου τοῦ αἰω̣[νίου] Α̣ὐγούστου Αὐτοκράτορος ἔτους τετάρτου,
Χοι[ὰ]κ εἰκὰς(*) δευ[τέ]ρ̣ας ἰνδ(ικτίονος). ἐν Ἀντι(νόου) πόλει(*) τῇ λαμπροτάτῃ.
⳨ ταύτην τίθεντα[ι] καὶ ποιοῦνται πρὸς ἑαυτοὺς τὴν ἀντισύγγραφο\ν/
5κοινὴν δισσὴν ὁμολογίαν, ἐπὶ τοῖς ἑξῆς δηλουμένοις συμφώνοις
ἐφʼ αἷς περιέχει διαστολαῖς ἁπάσαις· ἐκ μὲν τοῦ ἑνὸς μέρους Αὐρήλ(ιος)
Δανιῆλις ἐκ πατρὸ̣ς Ἰω̣σηφίου, ἐκ μητρὸς Θέκλας, λεπτουργὸς
τέκτω̣ν τῇ τέχνῃ, ὡ̣ρ̣μώμενος(*) ἀπὸ ταύτης τῆς καλλιπόλε(ως) Ἀντινοέων(*),
ἐκ δὲ θατέρου μέρους Αὐρήλιος Βίκτωρ υἱ(*)ὸς Φιλήμμωνος, ἐκ μητρὸς
10Μαρίας, καὶ αὐτὸς τῆς αὐτῆς τέχνης συνκείμενος(*), ἀπὸ ταύτης τῆς
Ἀντινοέων πόλεως, καταγομενος(*) ἀλλήλοις τὰ ὑποτεταγμένα,
χαίρειν. ὁμολογο̣[ῦ]μεν κοινῇ γνώμῃ καὶ ἀδόλῳ προαιρέσει, συν-
εργάζεσθαι ἀλλήλοις εἰς {εἰς} τὴν ἡμῶν τῆς(*) λεπτουργίας τεκτονικὴ\ν/
τέχνην, διὰ τ̣αύτης ἡμῶν τῆς ἐγγράφου ὁμολογίας, ἄνευ παντὸς
15δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ πάσης συν-
αρπαγῆς τε καὶ περιγραφῆς κατὰ νόμους, ἑτοίμως ἔχειν ἡμεῖς
οἱ προγεγραμμένοι ἄνδρες τέκτονες, ἀπὸ τῆς σήμερον καὶ
προτεταγμένας(*) ἡμέρας, ἥτις ἐστὶν τοῦ μηνὸς Χοιὰκ εἰκὰς
ἡμέρα τῆς παρούσης δευτέρας ἐπινεμήσεως, μέχρι περαιώσεως
20ἑνὸς καὶ μόνου ἐνιαυσιαίου(*) χρόνου, ψηφιζομέ(νου) τοῦ αὐτοῦ χρόνο(υ)
ἀπὸ τῆς προειρημένης ἡμέρας, ἐφʼ ᾧ ἡμᾶς, δίχα πάσης
ῥᾳδιουργίας, ἀμέμπτως καὶ ἀκαταγνώστως, συνομονοεῖν
ἀλλήλοις καὶ συνκαμεῖν καὶ συνπνεεῖν(*) εἰς πάντα τὰ ἁρμόττοντα̣\α/(*)
ἔργα τῇ ἡμῶν τέχνῃ, μετὰ πάσης ὑποταγῆς καὶ ὑπακοῆς
25παρʼ ἀλλήλων εἰς ἀλλήλους ἐν ἅπασι καλοῖς καὶ ὀφελείμοις(*) ἔργοις \τε/
καὶ λόγοις ἀμέμπτως καὶ ἀκαταφρονήτως, δίχα πάσης
ῥᾳδιουργίας καὶ γογγισμοῦ(*) καὶ ὑ̣π̣ερθέσεως καὶ ἀναβολῆς
ἔργων διόλου, εἰς πάντα τὰ ἐπιταττόμε̣ν̣α ἡμῖν ἢ καὶ προσ-
ταχθησόμενα παρʼ οἵου δήποτε ἀνθρώπο[υ] λόγῳ ἐργοχείρου
30ἐπιταγη(*), ὥστε ἡμ̣[ᾶ]ς πάντα ποιῆσαι καὶ ἐκτελέσαι μεθʼ ὑγιοῦς
τῆς πίστεως, καὶ ἀποκαταστῆσαι τοῖς ἰδίοις ἀβλαβῶς, καὶ τοὺς
μισθοὺς ἱ(*)κανῶς [ἀ]π̣ολαμβάνειν καὶ δι̣αμερίσασθαι εἰς ἑαυτοὺς
τούτους κοινῇ ἐφʼ ἡμίσείας μερισμοῦ, δίχα πάσης κλοπῆς καὶ
ἀποστασίας· μὴ δυναμένου τινὸς ἡμῶν μήτε δυνησομένο(υ)
35ἀποστῆναι τῆς ἐμ̣πιπ̣τούση̣[ς ἡ]μῖν ἐργ̣[α]σ̣ίας
καθʼ’ οἷον δήπο[τε χ]ρόνον ἢ καιρὸν ἢ ἡμέραν, καὶ ὑπερ-
θέ[σ]θαι καὶ προφά̣σ̣ε̣ι̣ς ἐπανατεῖναι καὶ τοῦ ἔργου καταφρονήσιν(*)
κα̣[ὶ εἰ] ἀποσταινη(*) τις παρὰ ταῦτα τὰ συντεταγμένα σύμφωνα ὑπερ-
βῆ[ναι], καὶ μὴ δικ̣[αί]ως ἐξακολουθῆσαι τῷ ἐπίοντι ἔργῳ καθʼ
40ἑκά̣στην Θεοῦ βου̣λ̣ομένου, δίχα νοσήμ̣α̣τος, παρέξει τὸ παρα-
βαῖ[ν]ον μέρος ὑ̣π̣ὲ̣[ρ ἀμ]ελείας(*) χρυσοῦ [νομ]ί̣σμ(ατα) τέσσαρα . καὶ εἰ ἀπο-
σταί̣η τοῦ ἔργου πρὸ συμπληρώσεως το[ῦ ἐ]νιαυτοῦ, τὸ αὐτὸ πρόστιμον
ἐπιγινώσκειν δίχα κρίσεως καὶ δίκης καὶ οἵας δήποτε εὑρεσιλογίας(*)
καὶ παραγραφῆς νόμ̣ο̣[υ], ὑποκειμένων ἀ[λλή]λοις εἰς τοῦτο καὶ εἰς πάντα
45τὰ προγεγραμμένα [π]άντ̣ων ἡμῶν τῶν ἡμῖν ὄντων καὶ ἐσομένων
πραγμάτων, κινη[τῶν τ]ε καὶ ἀκινήτων καὶ αὐτοκινήτων, ἐνεχύρου λόγῳ
καὶ ὑποθήκης δικαί[ῳ, εἰς] ἀποπλήρωσιν πάντων μέχρι τοῦ αὐτοῦ ἑνὸς
ἐνιαυτοῦ. καὶ ἐφʼ ἅπαντα τὰ προγεγραμμένα(*) σύμφωνα ἐπερωτηθέντες
παρʼ ἀλλήλων καὶ ἀλλήλους ἐπερωτήσαντες καὶ εἰς πέρας ἄγειν ὡμολ(ογήσαμεν) †

Apparatus


^ 1. φλαυϊου papyrus
^ 3. l. εἰκάδι
^ 3. or Ἀντινό[ου π]όλει
^ 8. l. ὁρμώμενος
^ 8. or Ἀντι(νοέων)
^ 9. υϊοσ papyrus
^ 10. or συγκείμενος (συγκειμενοσ corr. ex συνκειμενοσ)
^ 11. l. καταγόμενοι
^ 13. or \τῆς/
^ 18. l. προτεταγμένης
^ 20. corr. ex ενιαυτιαιου
^ 23. l. συνπνεῖν
^ 23. l. ἁρμόττοντα
^ 25. l. ὠφελίμοις
^ 27. l. γογγυσμοῦ
^ 30. l. ἐπιταγῆς, or ἐπιταγῆς
^ 32. ϊκανωσ papyrus
^ 36. καθʼ’ papyrus
^ 37. l. καταφρονήσειν, or καταφρονήσει\ν/
^ 38. l. ἀποσταίη
^ 41. or ἀμελείας λόγο̣[υ]
^ 43. l. εὑρησιλογίας
^ 48. or προειρημένα (προειρημενα corr. ex προ⟦γ⟧)

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.