Papyri.info

sign in

zpe.177.172 = HGV ZPE 177 (2011) S. 172 = Trismegistos 694 = oxford-ipap.apis.517 = p.cair.zen.1.59034 = psi.4.435 = sb.3.6713



DDbDP transcription: zpe.177.172 [xml]

257 BC Philadelphia
[Reprinted from: sb.3.6713] SB 3 6713; P.Edg. 7
[Reprinted from: psi.4.435] PSI 4 435
[Reprinted from: p.cair.zen.1.59034] P.Cair.Zen. 1 59034

r
Ἀπολλωνίωι χαίρειν Ζωίλος Ἀσ̣π̣έ̣ν̣[δ]ι̣ο̣ς τ[- ca.20 -],
ὃς καὶ διασυνεστάθη σοι ὑπὸ τῶν τοῦ βασιλέως φίλων. ἐμοὶ συ̣μ̣βέβηκεν̣
θεραπεύοντι τὸν θεὸν Σάραπιν περὶ τῆς σῆς ὑγιείας καὶ εὐ̣η̣μ̣ε̣ρ̣ί̣α̣ς τῆς
πρὸς τὸμ βασιλέα Πτολεμαῖον τὸν Σάραπίμ μοι χρηματ̣[ί]ζ̣[ει]ν π̣λε[ο]ν̣ά̣κ̣ι̣[ς]
5ἐν τοῖς ὕπνοις, ὅπως ἂν διαπλεύσω πρ̣ὸ̣ς̣ σὲ καὶ ἐμφ̣[α]ν̣ί̣[σω] σ̣ο̣ι̣ τ̣ό̣ν̣δ̣ε̣ τ̣ὸ̣[ν]
χρηματισμόν, ὅτι δεῖ συντελεσθῆναι αὐτῶ̣ι̣ [- ca.16 - ναόν τε]
καὶ τέμενος ἐν τῆι Ἑλληνικῆι πρὸς τῶι λιμέν[ι] κ̣α̣[ὶ] ἱ̣[ερέα] ἐ̣π̣ι̣σ̣τ̣ατεῖν κ̣[αὶ]
ἐπιβωμίζειν ὑπὲρ ὑμῶν. ἐμοῦ δὲ π[α]ρ̣[αιτησαμένου τὸν θεὸν Σάραπιν]
ὅπως ἄμ με παραλύσηι τοῦ ἐνταῦθα ἔ̣ρ̣[γου], εἰς ἀ̣ρ̣ρ̣ω̣σ̣[τ]ί̣α̣[ν] μ̣[ε π]ε̣ρ̣ι̣έ̣β̣α̣λεν
10μεγάλην ὥστε καὶ κινδυνεῦσα̣ί̣ μ̣ε̣· π̣ρ̣ο̣σευξάμενος δ[ὲ] αὐ[τῶι, ἐ]ά̣[μ με]
ὑγιάσηι, διότι ὑπομενῶ τὴν ληιτο[υρ]γ̣ίαν καὶ ποιή[σει]ν τὸ ὑφʼ αὑτοῦ
προστασσόμενον, ἐπεὶ δὲ τάχιστα ὑγιάσ̣θ̣ην, παρεγένετό τις ἐκ Κνίδου
ὃς ἐνεχείρησεν οἰκοδομεῖν Σαραπιεῖον ἐν τῶι τόπωι τούτωι καὶ προσ-
αγηγόχει λίθους· ὕστερον δὲ ἀπεῖπεν αὐτῶι ὁ θεὸς μὴ οἰκοδομεῖν, κἀκεῖνος
15ἀπηλλάγη. ἐμοῦ δὲ παραγενομένου εἰς Ἀλεξάνδρειαν καὶ ὀκνοῦντός σοι
περὶ τούτων ἐντυχεῖν, ἀλλὰ περὶ πραγματείας ἧς καὶ ὡμολογήκεις μοι,
πάλιν ὑπετροπάσθην μῆνας τέσσερας· διὸ οὐκ ἠδυνάμην εὐθέως παραγε-
νέσθαι πρὸς σέ. καλῶς οὖν ἔχει, Ἀπολλώνιε, ἐπακολουθῆσαί σε τοῖς ὑπὸ τοῦ
θεοῦ προστάγμασιν, ὅπως ἂν εὐίλατός σοι ὑπάρχων ὁ Σάραπις πολλῶι σε
20μείζω παρὰ τῶι βασιλεῖ καὶ ἐνδοξότερον μετὰ τῆς τοῦ σώματος ὑγιείας
ποιήσηι. \σὺ οὖν/ μὴ καταπλαγῆις ⟦ω̣ν⟧ τὸ ἀνήλωμα ὡς ἀπὸ μεγάλης σοι δαπάνης
ἐσομένης(*), ἀλλʼ ἔσται σοι ἀπὸ πάνυ λυσιτελοῦντος· συνεπιστατήσω γὰρ ἐγὼ πᾶσ̣ι̣
τούτοις.
εὐτύχει.
v
25Ζωίλου περὶ Σαράπιος Ἀπολλωνίωι.
(ἔτους) κη, Αὐδναίου θ,
ἐν τῶι Βερενίκης
Ὅρμωι.

Apparatus


^ r.22. l. ἐσόμενον

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.