DDbDP transcription: p.cair.zen.2.59161 [xml]
255 BC Philadelphia
r
[Κ]λ̣έ̣ων Ζήνωνι χαίρε[ι]ν. καλῶς ἂν ἔχοι εἰ ὑγιαίνεις· ἐρρώμεθα δὲ καὶ ἡμεῖς. μέλλων
[τι]νὰ μεταπέμπ̣ε̣σ̣θαι ἱερεῖα υἱκὰ προσήγγειλα Δάμιδι, διὰ τὸ αὐτὸς νυκτὸς μέλλειν
[ἐξ]οδεύειν καὶ μὴ̣ ἔχειν τοσούτο\υ/ς ὥστε καὶ πρὸς σέ τινα ἀποστεῖλαι, ἵνα Δᾶμις γράψηι πρὸς σὲ
[εἰ] π̣[ρ]ο̣σαγοράσηι σοί· ὁ δὲ εἶπεν ὑπομ[ε]νεῖν τέ με ἕως ἂν παραγένωμαι καὶ ἀγορᾶν
5[τὰ] ἱερεῖα σοί τε καὶ αὑτῶι κοινῆι. ἀνακάμψ[α]ς οὖν προσέβαλον αὐτῶι τοῦ εὑρίσκοντος ἀνὰ
(δραχμὰς) δ (ἡμιωβέλιον) ἱερεῖα νθ. γέγραφα οὖν σοι ἵνα παρακολουθῆις.
ἔρρωσο. (ἔτους) λ, Ἁθὺρ κβ. v
[(ἔτους) λ, Δ]ίου κγ, Ἁθὺρ κγ.
[Κλέων] ἱερείων.
Ζήνωνι.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.