DDbDP transcription: p.cair.zen.3.59300 [xml]
250 BC Philadelphia
[Reprinted from: psi.4.434] PSI4,434
r
Εὐέμπολος Ζήνωνι χαίρειν. τῶν ἐπὶ μέρει τοὺς ἀμπελῶνας φυτευσάντων εἰς τὸ κε (ἔτος)
ἠξίωσα ὑπηρέτην λαβὼν παρὰ Ἡρακλείδου ἐφοδεῦσαι, ἵνα τοὺς πεφυτευκότας σίκυον
ἢ κολόκυνταν ἢ κρόμμυον ἢ ἄλλο τι ἀπογράψωμαι, ἵνα ἐξ συντιμήσεως καθὰ καὶ πρότ[ε-]
ρον τὸ ἡμίσευμα τάξωνται. δόντος οὖμ(*) ⟦μ⟧ μοι Ἡρακλείδου ὑπηρέτην καὶ ἀξιοῦντος καλῶς̣
5οὕτω ποεῖν(*), οὐδενὸς τῶν λοιπῶν ἀντιλέγοντος, Ἀπολλωνίδης οὐκ ἔφη ἐάσειμ(*) με εἰς
τὸν ἀμπελῶνα παρελθεῖν, εἰδὼς οὖν αὐτοῦ τὴμ(*) μανίαν συναντᾶν ἐκέλευον ὅταν
περιοδεύω καὶ κωλῦσαί με. δικαίως οὖν Ἀπολλωνίδει φλυαρεῖν ἐπερχεται· εἰ γὰρ τὰ
διάφορα, καθάπερ εἶπας τότε, τῆς διαπράσεως τοῦ ἑκατονταρούρου ἀμπελῶνος
εἰσεπράχθη, οὐκ ἂν νῦν διὰ κενῆς ἐφλυάρει. ἐμοῦ γὰρ ἀποδομένου ἐμ(*) μὲν τοῖς Πύθω-
10νος οὐδὲ (ἀρούρας) ε (δραχμῶν) κ καὶ ἐν τοῖς Νεοπτολέμου εἰ πάνυ πολλὰς (ἀρούρας) ζ (δραχμῶν) μα,
καὶ ἐν τῶι μέσωι μετὰ Ἀνόσιτος ὑπὸ κήρυκα ἀποδομέ\νου/ καθὰ συνέταξας, εἰκε͂νος(*) οὐδενὶ
παραγγείλας οὐδὲ Ἄνοσιν παραλαβών, καταγαγὼν οὕς ποτε ἠβούλετο καὶ ἰδίαι
συμφωνήσας πρὸς αὐτούς, (δραχμῶν) ν ἔφη πεπρακέναι καὶ οὐδὲ εἰς τὰ Ἰσιεῖα ὑπελίπετο
σταφυλήν, φάσκων πρὸς πάντας ὁπόσην βούλει ὑπάρχειν σοι. ἀλλὰ περὶ μὲν
15τούτων παραγενόμενος αὐτὸς ἐπισκέψει· τὰς δὲ ληνοὺς οὔτε ἐπισκευάζει οὐδεὶς
οὔτε ἄλλας οἰκοδομοῦσι, ὁ δὲ καιρὸς πάρεστι· Παχὼνς γὰρ πέρυσι κη ἠρξάμεθα
τρυγᾶν· ἀλλʼ οὐδὲ τὸμ(*) μῦν ἑτοιμάζονται θηρεύειν. ὥστε, ἐὰμ(*) μὴ ἐν τάχει
παραγενόμενος περὶ πάντων συντάξηι, ἄλλοις ἐπέχων οὐκ ὀλίγων καθυ-
στερήσεις. ἔρρωσο. (ἔτους) κε, Παχὼνς β. v
20(ἔτους) λϛ, Παχὼνς ϛ.
Εὐέμπολος τρυγή-
σεως.
20Ζήνωνι

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.