DDbDP transcription: p.cair.zen.3.59314 [xml]
250 BC Philadelphia
r
Ἀρίστ[ανδρο]ς Ζήνωνι χαίρειν. ἔδει μέν σε, καθότι συνεβάλου
[ἡ]μ̣ῖ̣ν, Ἡρακλείδην τὸν σιτολόγον ἀπεσταλκέναι. οὐ μὴν ἀλλʼ ἔτι
γε καὶ νῦν αὐτὸ ἐπιμελῶς ποίησον· ὁ γὰρ Ἀγήνωρ ἡμῖν πράγματα
παρέχει. γίνωσκε δὲ καὶ περὶ τῶν σησαμικῶν ἡμᾶς
5ἐμβεβληκότας ὅτι τὰ ἐξ ἄλλων ἀνενεχθέντα σύμβολα ὑπὸ σοῦ
τὰ πλεῖστά ἐστιν τῶν τιμὰς σίτου ὠφειληκότων. γέγραφα οὖν
σ̣ο̣ι ὅπως εἰδῆις. τὸν δὲ Ἡρακλείδην νύκτα ἡμέραν ποιούμενος
ἀ̣πόστειλον, ἵνα μὴ ἐπιτιμηθῶμεν. ἔρρωσο. (ἔτους) λϛ, Θῶυθ ιε. v
ε̣[ἰς Φιλα-]
10δέλφειαν.
̣ ̣ ̣ ̣
10Ἀ̣ρ̣ί̣σ̣τ̣α̣ν̣δ̣ρ̣ο̣ς περὶ Ἡρα-
κλείδου σιτολόγου.
Ζήνωνι.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.