DDbDP transcription: p.cair.zen.3.59482 [xml]
III sac Philadelphia
ὑπόμνημα Ζήνωνι
παρὰ Παθιώφιος. ἐνεύχο-
μαί σοι τὴν Ἀπολλωνίου
σ̣ω̣τηρί̣α̣ν, καθάπ̣ερ μοι
5ἐπηγγείλω, ἀφει̣ς̣(*) τὴν
γυναῖκά μου, ὅπως μὴ
συμβῆι αὐτῆι παραπολέσθαι
ἐν τῶι̣ δ̣εσμωτηρίωι
ἀθύμως διακειμένηι
10ἐπὶ τοῖς παιδίοις ἐγώ τε
δύνωμαι πρὸς τῆι ἐργασίαι
γ̣ί̣ν̣ε̣σ̣θ̣αι. εἰς δὲ τὸ λοιπόν,
ἐάν̣ τι̣ ἡμᾶς λάβηις τοιοῦτό τι
διαπραττομένους, οὐ παραιτού-
15μεθα, ἀλλὰ χρῆσαι ἡμῖν ὡς
βούλει. ὥσπερ οὖν διατελεῖς
πάντας σώιζων(*) καὶ οὐθεὶς
διὰ σοῦ οὐθὲν πέποσχεν ἄτο-
πον, καὶ ἐμὲ δεόμενόν σου
20ἐλέησον.
εὐτύχει.
παρὰ Παθιώφιος. ἐνεύχο-
μαί σοι τὴν Ἀπολλωνίου
σ̣ω̣τηρί̣α̣ν, καθάπ̣ερ μοι
5ἐπηγγείλω, ἀφει̣ς̣(*) τὴν
γυναῖκά μου, ὅπως μὴ
συμβῆι αὐτῆι παραπολέσθαι
ἐν τῶι̣ δ̣εσμωτηρίωι
ἀθύμως διακειμένηι
10ἐπὶ τοῖς παιδίοις ἐγώ τε
δύνωμαι πρὸς τῆι ἐργασίαι
γ̣ί̣ν̣ε̣σ̣θ̣αι. εἰς δὲ τὸ λοιπόν,
ἐάν̣ τι̣ ἡμᾶς λάβηις τοιοῦτό τι
διαπραττομένους, οὐ παραιτού-
15μεθα, ἀλλὰ χρῆσαι ἡμῖν ὡς
βούλει. ὥσπερ οὖν διατελεῖς
πάντας σώιζων(*) καὶ οὐθεὶς
διὰ σοῦ οὐθὲν πέποσχεν ἄτο-
πον, καὶ ἐμὲ δεόμενόν σου
20ἐλέησον.
εὐτύχει.
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.