Papyri.info

sign in

p.coll.youtie.2.67 = HGV P.Coll. Youtie 2 67 = Trismegistos 20886 = yale.apis.0015350000



DDbDP transcription: p.coll.youtie.2.67 [xml]

AD 260/1 Oxyrhynchus

Αὐρ̣η̣λία Διοσκου̣[ρ]ί̣αιν̣[α] θ̣υ̣[γά]τ̣η̣ρ [Διοσ]κ̣ουρίδου γ̣ενομένου
ε̣[ὐ]θ̣ηνιάρχου βουλευτ̣[οῦ τ]ῆς λαμπρ̣[ο]τάτης πόλεως τῶν Ἀ-
λεξα̣νδρέων, χ̣ω̣[ρὶς κυρί]ου χρηματίζουσα κατὰ τὰ Ῥ̣[ωμα]ί̣ω̣[ν]
ἔθη τέκνων δι[καίῳ, Αὐρ]η̣λίῳ Μ̣έ̣ν̣ω̣ν̣ι̣ Θέωνος μ̣[η]τρὸς Κλαυ-
5δίας ἀπʼ Ὀξυ̣ρ̣ύγχω̣[ν πόλ]εως τῶν ἐξ ἐφηβείας ἱερ[ο]ν̣εικῶν(*),
ἐπιτρό[π]ῳ τοῦ̣ ἀφ[ήλικός] μου θυγατριδοῦ Αὐρηλίου Ἐπιμάχο[υ]
γυμνασ[ιάρχου τῆς] αὐτῆς π̣[ό]λ̣[ε]ως υἱοῦ Ἐπι̣[μά]χου καὶ ὡς
[ἐ]χρ̣η̣[μάτιζε μετὰ] ἐπ̣[α]κ̣ολουθη[το]ῦ τοῦ πρὸς πατρὸς τοῦ
αὐτοῦ ἀφ[ήλικος θεί]ο̣υ̣ Α̣[ὐ]ρ̣η̣λ̣ίου [Σε]ου[ή]ρου γυμνασιάρχου
10βουλευτ̣[οῦ τῆς αὐτῆς] πόλ[εως] χ̣αίρειν. ὁμολογῶ ἀπεσ-
χηκέναι̣ [καὶ παρειλ]η̣φ̣έναι παρὰ σοῦ τὰ προσενεχθέντα
ὑπὸ τοῦ̣ [ἀνδρός μου] Αὐρηλίου Σπαρτιάτου τοῦ κ̣αὶ Χα̣ιρήμονος
γυμνασ̣ι̣αρ̣χή̣σα̣ντ̣ος βουλευτοῦ τῆς αὐτῆς πόλ̣εως ἐπὶ τῇ
κοι[νῇ ἡμ]ῶ̣ν θυγατρὶ Α̣ὐρηλίᾳ Ἀπ̣[ο]λλω̣ναρί̣ῳ γαμουμέ-
15νῃ τῷ μετηλλαχότι τοῦ ἀφήλικος πατρὶ ἀκολούθως τῇ
τοῦ γάμου αὐτῶν συνγραφῇ εἴδη πάν̣τα σταθμῷ καὶ συν-
τ̣ι̣μ̣[ήσ]ε̣ι̣ πλήρη ἅπερ̣ ἐ̣σ̣τ̣ὶν χρυσίου μὲ̣ν ἐν εἴδεσι ἐπὶ τὸ αὐτὸ
στ̣[αθμ]ῷ̣ [Ὀ]ξ̣[υρυγχιτικῷ] μνα[ια]ῖ[α δέ]κ̣α̣ ἑ̣[π]τ̣ὰ [π]αρὰ τε-
τά[ρτη]ν̣ μίαν κ̣α̣ὶ περι̣τραχήλιον̣ καὶ [ἐ]νώτιον ὄν̣τα ἐν
20συ̣[ντι]μ̣ή̣σ̣ε̣ι̣ δραχμῶν χειλίω[ν](*) π[ε]ντ̣ακοσίων   ̣  ̣[  ̣  ̣]μ̣ο̣υ
  ̣[- ca.9 -]  ̣  ̣[  ̣  ̣]  ̣  ̣[  ̣σ]υν̣ πλη[  ̣]ματι καὶ κόλλῃ ὁλκῆς
[  ̣  ̣]ο[  ̣]τ̣ατ̣η̣ρ̣ι̣α̣[  ̣] ε̣ἴκοσ̣ι̣ τέσσ̣αρας λεί[τ]ρας(*) εἴκοσι ἑπτὰ , κ̣[αὶ] τὰ
ἱ[μ]άτ̣ι̣α πάντ[α ὄν]τα ἐν συν̣τειμ[ήσ]ε̣ι(*)δραχμῶν πεντα-
κ[ι]σχειλίων(*) , ἔτι δὲ καὶ ἀ[πὸ τ]ῶ̣ν προ̣σενεχθέντων εἰς συν-
25ωνὴν ἑτέρω̣ν προικι̣μ̣αίων εἰδῶν ἀργυρίου τ̣[α]λ̣ά̣ν̣-
των τεσσ[ά]ρ̣ω[ν κ]α̣ὶ δραχμῶν δισχειλίων̣(*) [ἐπ]ὶ λόγου δρα-
χμὰ̣ς̣ πεντακισχειλίας̣(*) , καὶ τὰ προσενεχθέντα παράφερ-
να πάντα μετὰ χρυσῶ[ν] κ̣ό̣[σ]μων̣ καὶ ἱματίοις καὶ ὀθονί-
[οις καὶ] χαλ[κώμασι] καὶ [λίθο]ι̣ς̣ εἴδεσι πλήρη, καὶ ἀπὸ τοῦ προσ-
30ενε[χ]θέντος εἰς συνωνὴ̣ν δούλων σωμάτων ἀργυρίου
ταλάντου ἑνὸς ἐπὶ λόγου δραχμὰς τρισχειλίας(*) , καὶ τὰ προσ-
ενε̣χ̣[θ]έ̣ν̣τ̣[α] ὑ̣[πʼ] ἐμοῦ τῆς̣ Δ̣ι̣ο̣σ̣κουριαίνης δούλω<ν> σώμα-
τα δύο̣ · ἅπερ πάντα τῇ αὐτῇ θυγατρί μου ἑτέρῳ ἀνδρὶ
γαμουμένῃ προσφέρεσθαι μέλλει. καὶ παρέξω τὸν αὐτὸν
35ἄνδρα μου π̣[α]ρ̣αγενό[με]νον ἀπὸ τῆς τοῦ Ἑρμοπολίτου
σ̣τ̣ρ̣ατηγίας ἥν ἐνκ̣ε̣[χε]ί̣ρισται, ἢ τῇδε̣ τῇ ἀποχῇ εὐδο-
κοῦντ̣α̣ ἢ ἑτέραν σοι ἐκδιδόντα, ἐμοῦ ἀνακομιζομέ-
νης ταύ̣την. εἰ δὲ μ̣ὴ ὁπότερον τούτων ἐκεῖνος ποιοίη,
ἔχειν σε ἐπʼ ἐμὲ περὶ τούτων τὰς ἀγωγάς, μενόντων ὁ-
40ποτέρῳ _ τοῦτʼ ἐ[σ]τιν τῷ ἀνδρί μου καὶ τῷ ἀφήλικι _ περὶ τ̣ο̣ῦ̣
ἐλλείμ̣ματος καὶ περὶ ὧν πάν[των αὐ]τὸς ἔχῃ κατὰ τὴν συν-
γρα[φὴν δι]καίω̣ν. κύρια τ̣ὰ γράμματα̣ [τρ]ι̣σσ̣ὰ̣ γραφέντα ἅπερ
ὁ̣π̣[ηνίκ]α̣ ἐ̣[ὰ]ν αἱρ̣ῆ̣ι̣ δημοσιώσεις διὰ τοῦ καταλογείου, εἰ ὁ ἀ-
[ν]ὴρ ἐμοῦ ἢ μὴ εὐδοκησείην ἢ ἑτέραν ἀποχὴν μὴ ἐκδῶ,
45οὐ προ̣[σ]δεόμενος μεταλήμψ[ε]ώς μου διὰ τὸ ἐντεῦθεν
εὐδο̣κ̣ε̣ῖ̣ν̣ μ̣ο̣ι̣ τῇ ἐσομένῃ ὑπὸ σοῦ δημοσιώσει. ἐπε-
ρωτ[ηθεῖσα] ὑπὸ σοῦ ὡμολόγ[ησ]α. (ἔτους) α Αὐτοκρατόρ̣ω̣ν̣
Κα̣ισά̣ρ[ων Τίτου] Φ̣ουλ̣[ου]ί̣ο̣υ̣ Ἰουν̣ί̣[ου] Μακ̣ρια[νο]ῦ καὶ Τίτου
[Φουλουίου Ἰουνίου Κυήτ]ο̣υ̣ Ε̣ὐ̣[σεβῶν] Εὐτ̣υ̣[χῶ]ν̣ Σ̣ε̣β̣ασ̣τῶν.

Apparatus


^ 5. l. ἱερ[ο]νικῶν
^ 20. l. χιλίω[ν]
^ 22. l. λί[τ]ρας
^ 23. l. συντιμ[ήσ]ει
^ 23-24. l. πεντα|κ[ι]σχιλίων
^ 26. l. δισχιλίων
^ 27. l. πεντακισχιλίας
^ 31. l. τρισχιλίας

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.