Papyri.info

sign in

p.coll.youtie.2.75 = HGV P.Coll. Youtie 2 75 = Trismegistos 31381



DDbDP transcription: p.coll.youtie.2.75 [xml]

III spc Hermoupolis Magna

[Αὐρήλιος] Ἱέραξ ὁ καὶ Σαραπάμμων Ἑρμα  ̣[⁦ -ca.?- ⁩ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς]
[καὶ σεμ]νοτάτης ἀναγραφόμενος ἐπʼ ἀμφό[δου ⁦ -ca.?- ⁩ Αὐρηλίᾳ ἀπὸ τῆς αὐτῆς Ἑρμουπόλεως]
[ἀναγρα]φομένῃ ἐπʼ ἀμφόδου Πόλεως Λιβὸς χα[ίρειν. ὁμολογῶ πεπρακέναι σοι τὴν ὑπάρχουσάν μοι]
[⁦ -ca.?- ⁩]η̣ν δούλην ὀνόματι Κωμασίαν ὡς̣ (ἐτῶν) [  ̣  ̣  ̣ εἰ καί τινι ὀνόματι καλεῖται ἢ κληθήσεται ἣν καὶ ἐντεῦθεν παραδέδωκά σοι ταύτην]
5[τοιαύτη]ν ἀναπόριφον πλὴν ἱερᾶς ν[όσου καὶ ἐπαφῆς τὴν δὲ πρὸς ἀλλήλους συμπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς τρισ-]
[χιλίας] (γίνονται) ἀργυ(ρίου) (δραχμὰς) Γ αὐτόθι ἀπέσχον π[αρὰ σοῦ τῆς ὠνουμένης διὰ χειρὸς ἐκ πλήρους, καὶ εἶναι περὶ σὲ καὶ τοὺς παρὰ σοῦ τὴν τῆς]
[πεπραμέ]νης ὡς πρόκιται δούλης Κω[μασίας καὶ τῶν ἐσομένων ἐξ αὐτῆς ἀπὸ τοῦ νῦν ἐγγόνων κυρίαν καὶ κράτησιν χρω-]
[μένους κ]αὶ οἰκονομοῦντας περὶ αὐτῆ[ς καθʼ ὃν ἐὰν αἱρῆσθε τρόπον ἀπὸ τοῦ νῦν ὁμοίως ἐπὶ τὸν ἅπαντα χρόνον, τῆς βεβαιώ-]
[σεως διὰ παντὸ]ς πρὸς πᾶσαν βεβαίωσιν [ἐξακολουθούσης μοι τῷ πωλοῦντι, καὶ μὴ ἐπελεύσεσθαί με μηδʼ ἄλλον ὑπὲρ ἐμοῦ]
10[ἐπὶ σὲ τὴν ὠνο]υμένην μηδὲ ἐπὶ τοὺς [παρὰ σοῦ περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί· ἐὰν δὲ ἐπέλθω]
[ἢ μὴ βεβαιῶ ἥ]τε ἔφοδος ἄκυρος ἔστω κα[ὶ προσαποτίσω ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενός σοι τῇ ὠνουμένῃ ἢ τοῖς]
[παρὰ σοῦ τά τε] βλάβη καὶ δαπανήμ[ατα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον]
[τὴν ἴσην καὶ] μηδὲν ἧσσον ἡ πρᾶσις [κυρία ἔστω ὡς ἐν δημοσίῳ ἀρχείῳ κατακειμένη ἣν καὶ δισσήν σοι ἐξεδόμην· ἐν-]
[τεῦθεν εὐδοκ]ῶ τῇ ἐσομένῃ δημοσ[ιώσει· περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καὶ καλῶς γεγενῆσθαι ἐπερωτηθεὶς]
15[ὡμολόγη]σα (ἔτους) [⁦ -ca.?- ⁩] Αὐτοκρα[τορ ⁦ -ca.?- ⁩]
[⁦ -ca.?- ⁩]α̣ν̣[⁦ -ca.?- ⁩]  ̣  ̣  ̣[⁦ -ca.?- ⁩]
[⁦ -ca.?- ⁩]ων[⁦ -ca.?- ⁩]

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.