DDbDP transcription: p.dion.11 [xml]
108 BC Hermoupolis Magna
[Reprinted from: chr.mitt.26] PRein1,18;MChr26
r
Ἀσκληπιάδ̣ει συγγενεῖ καὶ στρατηγῶι
παρὰ Διονυ̣σ[ί]ο̣υ τοῦ Κεφαλᾶ βασιλικοῦ γεωργοῦ
τῶν ἐκ κώμη̣ς Τήνεως τῆς καὶ(*) Ἀκώρεως
τοῦ Μωχίτου̣. διὰ τὰς ἐπὶ τοῦ πράγματος ὑπο-
5δειχθησομ̣έ[ν]ας αἰτίας γραψαμένου ἐμοῦ τε
καὶ τῆς μη̣[τρ]ός μου Σεναβολλοῦτος Ἀδμή-
τῶι τῶι καὶ Χ̣εσθώτηι τῶν ἐκ τῆς αὐτῆς
κώμης συγ̣γ̣ρ̣αφὴν δανείου διὰ τοῦ μνημο-
νείου πυρῶν̣ (ἀρταβῶν) ρν ἐν τῶι θ (ἔτει), οὐ μόνον,
10δʼ ἀλλὰ καὶ ἐθέμ̣ην αὐτῶι̣ ἐν πίστει καθʼ ὧν
ἔχω ψιλῶν τό̣π̣ων συγγραφ̣ὴν ὑποθήκης·
ὁ ἐγκαλούμεν̣ο̣ς ἐγκρατὴς̣ γενόμενος
τῶν συναλλάξ̣[ε]ω̣ν οὐθὲν τῶν διασταθέντων
μοι πρὸς αὐτὸ̣ν̣ ἐπὶ τέλος ἤγαγεν, ὧν
15χάριν οὐκ ὀλί[α] μοι βλάβη διʼ αὐτὸν παρη-
κολούθησεν· κ̣[α]ὶ̣ νῦν δʼ ἐπʼ ἀδίκου στάσεως
ἱστάμενος, συν̣ορῶν με περὶ τὴν κατα-
σπορὰν ἧς γεω̣ρ̣γῶ γῆς κατασχολούμενον,
καταδρομάς μο̣υ ποιούμενος οὐκ ἐᾷ <με> πρὸς
20τῆι γεωργίᾳ γίν̣εσθαι παρὰ τὰ περὶ ἡμῶν
τῶν γεωργῶν δι̣ὰ̣ πλειόνων προστετα-
γμ̣ένα· ὅθεν τῆ̣[ς γ]ῆς ἐ̣κφ̣υ̣[γεῖ]ν κινδυνευ-
ού̣σης ἠνάγ̣κ̣α̣σ̣μαι, ἐπ̣ὶ̣ τ̣οῦ̣ παρόντος
οὐ δυν̣άμενος π̣ρὸς αὐτὸν περὶ τῶν συν-
25αλλαγμάτων δ[ι]αδικεῖν, τὴν ἐπὶ σὲ κατα-
φυγὴν ποιήσασθ̣αι. ἀξιῶ, ἐὰν φ̣αίνηται,
συντάξαι πρὸ π̣ά̣ντων μὲν γράψαι τῶι τῆς
Ἀκώρεως ἐπιστ̣[ά]τ̣ει μὴ ἐπιτρέ̣πειν τῶι
ἐγκαλουμένω̣ι̣ μήτʼ ἐμὲ μή̣τε τὴν
30μητέρα μου πα̣ρενοχλεῖν, δοῦναι
δʼ ἐμοὶ τὰς πίστε̣ις διʼ ἐγγράπτω̣ν, μέχρι τοῦ
ἀπὸ τῆς κατασπ̣ορᾶς γενόμενόν με
συστήσασθαι αὐ̣τῶι τὸν περὶ ἑκάστων
λόγον· τούτου δὲ̣ γενομένου οὐθ̣ὲν τῶν τῶι
35βασιλεῖ χρησίμ̣ω̣ν διαπεσεῖται, ἐγώ τʼ ἔ-
σο̣μ̣αι ἀντειλη̣μ̣μένος.
εὐτύχει.
(hand 2) Βίαντι· ε[ἰ ἔ]σ̣τ̣ι̣ βα̣σιλικὸς
γεωργός, [π]ρ̣ονοηθῆναι ὡς
40ἀπερίσπα̣[στ]ο̣ς̣ κατασταθήσεται
μέχρι ἂν [ἀπὸ] τ̣οῦ σπόρου
γένηται.
(ἔτους) ι Θῶυθ κδ. v
(hand 3) Διονυσίου
45☓ Βίαντι.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.
DDbDP transcription: p.rein.1.18 [xml]
[Reprinted in: p.dion.11] PDion 11
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.