Papyri.info

sign in

p.dion.26 = HGV P.Dion. 26 = Trismegistos 3110 = p.rein.1.31



DDbDP transcription: p.dion.26 [xml]

116 BC Hermoupolis Magna
[Reprinted from: p.rein.1.31] PRein1,31

r
ἔτους β̣, [μηνὸς Δίου α]ϛ, Θῶυθ ιϛ,
ἐν Ἑρμο[ῦ πόλει τῆς Θηβαΐδ]ος.
ἐδάνεισ[εν Ἑρμίας   ̣  ̣  ̣  ̣  ̣]  ̣ου Πέρσης τῶν φερο-
μένων ἐ[ν τοῖς τῶν ἱππ]έ̣ων μισθοφόρων υἱοῖς
5Διονυσίω[ι Κεφαλᾶτος Πέρ]σ̣ηι τῆς ἐπιγονῆς πυροῦ
στερεοῦ ἀρτ̣[άβας ἑκατὸν πεν]τήκοντα · τοῦτο
δʼ ἐστὶν τὸ δ̣[άνειον ὃ προσ]ω̣φείληκεν Διονύσιος
Ἑρμίαι ἀπ[ὸ συγγραφῆς δαν]είου οὗ συνῆρται αὐτῶι̣
ἅμα τῆι συγ̣[γραφῆι ταύτηι ἀ]ναφερομένηι·
10τὸν δὲ πυρ̣[ὸν ἄτοκον ἀπο]δότω Διονύσιος
Ἑρμίαι ἢ το[ῖς παρʼ αὐτοῦ ἐν] μηνὶ Λωίωι
ὅς ἐστιν Πα[ῧνι τοῦ δευτέρ]ου ἔτους, πυρὸν
στερεὸν νέ̣[ον καθαρὸν ἄδολ]ον μέτρ̣ωι τῶι
πρὸς τὸ χαλ̣[κοῦν καὶ κατασ]τησάτω ἐπὶ τὸν
15κ̣ατὰ τ̣ὴν [Ἀκώριος ὅ]ρ̣[μον τοῖς] ἰδίοις ἀνη̣λώμασι·
ἐὰν δὲ μὴ [ἀποδ]ῷ καθʼ ἃ̣ [γέγρα]π̣ται, ἀπ̣[ο]τεισάτω
Διονύσιος Ἑ̣[ρμί]αι ἢ τ̣ο̣ῖ̣[ς παρʼ αὐτοῦ τιμὴν]
ἑκάστης ἀ̣[ρτάβ]η̣ς̣ χαλ̣[(κοῦ) δρ]αχμὰς τρ̣ισχιλίας ·
καὶ ἡ πρᾶξ[ις ἔσ]τω Ἑρ̣[μία]ι̣ κα̣ὶ τ̣[οῖ]ς̣ π̣α̣ρ̣ʼ α̣ὐ̣τοῦ
20[τ]ῶ̣ν κ̣ατὰ τ̣[ὴ]ν συγ̣γ̣ρ̣[αφὴ]ν̣ [πάντων ἔκ τε αὐτοῦ]
Διονυσίου καὶ̣ [ἐ]κ̣ τῶν ὑ[παρχό]ν̣των̣ αὐτῶ̣[ι]
πάντων κα̣[θʼ ἅ]περ ἐγ(*) δ̣[ίκης· ἡ σ]υ̣[γγρα]φ̣ὴ ἥ[δε]
κ̣υρία ἔστω.
v
[δάνειον Διονυσίωι]
25πρὸς Ἑρμίο̣υ̣ π̣υρο̣ῦ (ἀρταβῶν(?)) ρ̣ν̣.

Apparatus


^ r.22. l. ἐκ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.