DDbDP transcription: p.diosk.17 [xml]
151 or 140 BC? Herakleopolite
r
Διοσκουρίδης τῶι πατρὶ χαίρειν
καὶ ἐρρῶσθαι. <εἰ> τἆλ̣λʼ ἐστιν ἐν τῆι
ἀρίστῃ διαθέσει, εἴη ἄν ὡς αἱροῦμαι.
καὶ αὐτὸς δὲ ὑγίαινον καὶ ἡ μήτηρ
5καὶ τὰ ἀδέλφια καὶ οἱ ἐν οἴκωι πάντες.
μεταλαβόντες σε ἐμ(*) Μέμφει εἶναι
ἐμβαλλόμεθα Κομανὸν τὸν ἱπποκόμον
εἰς τὸ ἄφρακτον ἔχοντά σοι τὰ ἐπιμήνια
καὶ τὸν τρίβωνα. παραγενηθεὶς δὲ ὁ Ἡ-
10ρώιδου {δου} τοῦ γραμματοδιδασ-
κάλου ἀδελφὸς καὶ αὐτὸς ὁ Ἡρῴδης
ἔλεγεν ἡμεῖν(*) ἄλλων σε ἡμερῶν
τῶν πασῶν δύο παραγείνεσθαι(*),
τότε τὸν Κομανὸν μετεγβαλλό-
15μεθα(*) ἐκ τοῦ ἀφράκτου. προσεδε-
χόμεθα οὖν σε ἡμέραν ἐξ ἡμέρας
ἕως οὗ τὰ ἐπιστόλια ἡμεῖν(*)
ἀπέστειλας. μετελάβομεν
τῶι σε ἀηδῶς ἐσχηκέναι καὶ
20ἀφηλπίσθαι(*) καὶ συνεχύθη ὅλον
τὸ φρούριον. ἐπιγνόντες οὖν με̣τ̣ὰ
ταῦτα τῷ σὲ ⟦σ̣ε̣⟧ καλῶς ἐσ̣χηκέναι
τῷ Ἡρακλῆ(*) καὶ τοῖς ἐν Ἀλεξανδρείᾳ
θεοῖς χάριν ἔσχομεν. τ̣α̣ ̣ ̣ ̣ ̣ ̣ ̣δ̣ε̣
25σαυτοῦ ἐπιμελόμενος, ἵνʼ ὑγιαίνον-
τά σε ἀσπάζωμαι. τούτο̣υ γάρ μοι
μέγιστον οὐθέν ἐστιν. ἐπισκοποῦ δὲ
παρʼ ἐμοῦ Δημήτριον̣ τὸ παιδάριν(*)
κ̣αὶ Βάτ̣ραχον.
30ἔρρωσο (ἔτους) λα Φαῶφι ε
ἐπιτέθειμαι Εὔφρονι τὸν τρίβωνά σου
καὶ ἵνα μὴ ὁ Δημήτριος ἀσχημονῇ ἀκολουθῶν̣
δὸς αὐτῶι {τω} τὸν τρίβωνά μου τιμογραφησάμενος. v
παρὰ Διοσ-
35κουρίδου
̣ ̣ ̣[ ̣] ̣ ̣ ̣υ̣ ̣ ̣ ̣ς̣
τ̣ῶι̣ π̣ατρί̣
(hand 2) (ἔτους) λα Ἁθὺρ ιδ̣
ἀποστολῆς τρίβωνος
Διοσκουρίδης τῶι πατρὶ χαίρειν
καὶ ἐρρῶσθαι. <εἰ> τἆλ̣λʼ ἐστιν ἐν τῆι
ἀρίστῃ διαθέσει, εἴη ἄν ὡς αἱροῦμαι.
καὶ αὐτὸς δὲ ὑγίαινον καὶ ἡ μήτηρ
5καὶ τὰ ἀδέλφια καὶ οἱ ἐν οἴκωι πάντες.
μεταλαβόντες σε ἐμ(*) Μέμφει εἶναι
ἐμβαλλόμεθα Κομανὸν τὸν ἱπποκόμον
εἰς τὸ ἄφρακτον ἔχοντά σοι τὰ ἐπιμήνια
καὶ τὸν τρίβωνα. παραγενηθεὶς δὲ ὁ Ἡ-
10ρώιδου {δου} τοῦ γραμματοδιδασ-
κάλου ἀδελφὸς καὶ αὐτὸς ὁ Ἡρῴδης
ἔλεγεν ἡμεῖν(*) ἄλλων σε ἡμερῶν
τῶν πασῶν δύο παραγείνεσθαι(*),
τότε τὸν Κομανὸν μετεγβαλλό-
15μεθα(*) ἐκ τοῦ ἀφράκτου. προσεδε-
χόμεθα οὖν σε ἡμέραν ἐξ ἡμέρας
ἕως οὗ τὰ ἐπιστόλια ἡμεῖν(*)
ἀπέστειλας. μετελάβομεν
τῶι σε ἀηδῶς ἐσχηκέναι καὶ
20ἀφηλπίσθαι(*) καὶ συνεχύθη ὅλον
τὸ φρούριον. ἐπιγνόντες οὖν με̣τ̣ὰ
ταῦτα τῷ σὲ ⟦σ̣ε̣⟧ καλῶς ἐσ̣χηκέναι
τῷ Ἡρακλῆ(*) καὶ τοῖς ἐν Ἀλεξανδρείᾳ
θεοῖς χάριν ἔσχομεν. τ̣α̣ ̣ ̣ ̣ ̣ ̣ ̣δ̣ε̣
25σαυτοῦ ἐπιμελόμενος, ἵνʼ ὑγιαίνον-
τά σε ἀσπάζωμαι. τούτο̣υ γάρ μοι
μέγιστον οὐθέν ἐστιν. ἐπισκοποῦ δὲ
παρʼ ἐμοῦ Δημήτριον̣ τὸ παιδάριν(*)
κ̣αὶ Βάτ̣ραχον.
30ἔρρωσο (ἔτους) λα Φαῶφι ε
ἐπιτέθειμαι Εὔφρονι τὸν τρίβωνά σου
καὶ ἵνα μὴ ὁ Δημήτριος ἀσχημονῇ ἀκολουθῶν̣
δὸς αὐτῶι {τω} τὸν τρίβωνά μου τιμογραφησάμενος. v
παρὰ Διοσ-
35κουρίδου
̣ ̣ ̣[ ̣] ̣ ̣ ̣υ̣ ̣ ̣ ̣ς̣
τ̣ῶι̣ π̣ατρί̣
(hand 2) (ἔτους) λα Ἁθὺρ ιδ̣
ἀποστολῆς τρίβωνος
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.