Papyri.info

sign in

p.dryton.1.11 = HGV P.Dryton 11 = Trismegistos 246



DDbDP transcription: p.dryton.1.11 [xml]

174 BC Diospolis Megale
[Reprinted from: .] P.Grenf. 1 10

[βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπι]φανῶν ἔτ̣ους ὀγδόου, εφʼ ἱερέως τοῦ ὀντὸς
[ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν κ]αὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων
[καὶ θεῶν Ἐπιφανῶν καὶ θεῶν Φιλομητόρων, ἀθλοφόρου Βερενίκης Εὐερ]γέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας
[Ἀρσινόης Φιλοπάτορος τῶν οὐσῶν ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίιδι] τῆς Θηβαίιδος ἐ[φʼ ἱ]ε̣ρέων Πτολεμαίου μὲν
5[Σωτῆρος, Πτολεμαίου δὲ θεοῦ Ἐπιφανοῦς καὶ Εὐχαρίστου - ca.11 -]ου, βασιλέως δὲ Πτολεμαίου καὶ Κλεοπάτρας
[τῆς μητρὸς θεᾶς Ἐπιφανοῦς, κανηφόρου Ἀρσινόης Φιλαδέλφου τῆς ο]ὔσης ἐν Πτολεμαίιδι, μηνὸς Θωὺθ πέμ<π>τηι
[ἐν Διὸς πόλει τῆι μεγάληι τῆς Θηβαίιδος ἐπὶ - ca.11 - τοῦ πρὸς τῆ]ι ἀγορανομίαι τοῦ Περιθήβας καὶ Παθυρίτου.
[Ἐδάνεισεν Σωσίστρατος - ca.36 -]τάξεως πεζῶν τακτόμισθος, ὡς ἐτῶν
[- ca.51 - ἐ]πίγρυπος ὦτʼ ἀπεστηκότα οὐλὴ καρπῶι δεξιῶι,
10[πυροῦ ἀρτάβας ἑκατὸν - ca.26 - ἀπὸ] τοῦ̣ π̣ρογεγραμμένο[υ] χρόνου εἰς μῆνας ἐννέα, ⟦Δρύτωνι⟧
[Δρύτωνι Παμφίλου Φιλωτερείωι ὡς ἐτῶν   ̣  ̣ μέσωι λευκ]όχρ[ωι] τετανῶι ⟦  ̣⟧ μ[α]κροπροσώπωι ἀνασίλλωι ἐπιγρύ-
[πωι οὐλὴ παρʼ ὀφρῦν ἀριστερὰν ἄκραν, καὶ - ca.13 - Πα]μφίλου Σωστρατεῖ [ὡ]ς ἐτῶν εἴκοσι δύο εὐμεγέθει μελίχρωι
[- ca.42 - κοιλο]γενείωι. Τὸ δὲ δάν̣[ειο]ν τοῦτο τῶν πυρῶν ἀποδότωσαν
[οἱ δεδανεισμένοι ἐν μηνὶ Παῦνι πυρὸν νέον ἀκίνδυνον ἀ]πὸ παντὸς κινδύν̣[ου] μ̣έτρωι ὧι καὶ παρειλήφασιν καὶ ἀπο-
15[καταστησάτωσαν εἰς οἶκον πρὸς αὐτὸν τοῖς ἰδίοις ἀν]ηλώμασ[ιν]· ἐ̣[ὰν δὲ οἱ] περὶ τὸν Δρύτωνα μὴ ἀποκατασ-
[τήσωσι τὰς τοῦ πυροῦ ἀρτάβας ἐν τῶι ὡρισμένοι χρόνωι ἢ] μὴ π[οι]ῶσ[ι καθότι] γέγραπται ἢ παρὰ [τ]ὴν γεγενημέ-
[νην συγγραφὴν μετρῶσιν ἢ - ca.28 - ἐνεχυράσ]ωσιν, [ἀποτεισάτ]ωσαν οἱ περὶ τὸν Δρύτωνα τὰς ἑκατὸν
[ἀρτάβας ἡμιολίους ἢ τὴν ἐσομένην ἐν τῆι ἀγορᾶι τιμὴν] καὶ ἡ [πρᾶξις ἔστω Σ]ωσιστράτωι ἐξ ἑνὸς καὶ ἑκάστου
[αὐτῶν καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καὶ μηθὲν] ἧσσον ἡ [συγγραφὴ ἥδε] κυρία ἔστω ἐφʼ οὗ ἂν ἐπιφέρηται.
20(hand 2?) [- ca.45 - Ἀμ]μ̣ωνίου̣[- ca.11 -]  ̣ς

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.