DDbDP transcription: p.dryton.1.25 [xml]
117 BC Pathyris
[Reprinted from: .] P.Grenf. 1 23
r
Ἔτους νγ Χοιαχ ιε ἐν Παθύρει
ἐφʼ Ἡλιοδώρου ἀγορανόμου·
ἐδάνεισεν Καίης Πατῆτος
Πέρσης τῆς ἐπιγονῆς
5Ἁρπαήσει Πόρτιτος Πέρσῃ
τῆς ἐπιγονῆς πυρῶν ἀρ(τάβας) κε.
τὸ δὲ δάνειον τοῦτο ἀπο-
δότω ὁ δεδανεισμένος
Καίητι ἐν μηνὶ Παχὼν
10τοῦ νγ (ἔτους) νέον καθαρὸν
ἀποκαθεστάμενον εἰς οἶκον
πρὸς αὐτὸν ἰδίοις ἀνηλώ-
μασιν μέτρωι ὧι καὶ
παρείληφεν· ἐὰν δὲ μὴ
15ἀποδῶι ἐν τῶι ὡρισμένωι
χρόνωι, ἀποτεισάτω παρα-
χρῆμα ἡμιόλιον τὴν
ἐσομένην ἐν τῆι ἀγορᾶι
τιμήν· ἡ δὲ πρᾶξις ἔστω
20Καίητι ἐκ τοῦ Ἁρπαήσιος
καὶ ἐκ τῶν ὑπαρχόντων
αὐτῶι πάντων καθάπερ
ἐγ δίκης.
——
[Ἄρειος ὁ παρʼ Ἡλι(οδώρου) κεχρη(μάτικα).] v
Δά(νειον) Καίητος πρὸς
Ἁρπαῆ(σιν) (πυρῶν)(*) κε
Ἔτους νγ Χοιαχ ιε ἐν Παθύρει
ἐφʼ Ἡλιοδώρου ἀγορανόμου·
ἐδάνεισεν Καίης Πατῆτος
Πέρσης τῆς ἐπιγονῆς
5Ἁρπαήσει Πόρτιτος Πέρσῃ
τῆς ἐπιγονῆς πυρῶν ἀρ(τάβας) κε.
τὸ δὲ δάνειον τοῦτο ἀπο-
δότω ὁ δεδανεισμένος
Καίητι ἐν μηνὶ Παχὼν
10τοῦ νγ (ἔτους) νέον καθαρὸν
ἀποκαθεστάμενον εἰς οἶκον
πρὸς αὐτὸν ἰδίοις ἀνηλώ-
μασιν μέτρωι ὧι καὶ
παρείληφεν· ἐὰν δὲ μὴ
15ἀποδῶι ἐν τῶι ὡρισμένωι
χρόνωι, ἀποτεισάτω παρα-
χρῆμα ἡμιόλιον τὴν
ἐσομένην ἐν τῆι ἀγορᾶι
τιμήν· ἡ δὲ πρᾶξις ἔστω
20Καίητι ἐκ τοῦ Ἁρπαήσιος
καὶ ἐκ τῶν ὑπαρχόντων
αὐτῶι πάντων καθάπερ
ἐγ δίκης.
——
[Ἄρειος ὁ παρʼ Ἡλι(οδώρου) κεχρη(μάτικα).] v
Δά(νειον) Καίητος πρὸς
Ἁρπαῆ(σιν) (πυρῶν)(*) κε
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri.
This work is licensed under a Creative Commons Attribution 3.0 License.
DDbDP transcription: p.grenf.1.23 [xml]
118 BC Thebaid
[Reprinted in: p.dryton.1.25] P.Dryton 25
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri.
This work is licensed under a Creative Commons Attribution 3.0 License.