Papyri.info

sign in

p.dura.20 = HGV P.Dura 20 = Trismegistos 17218 = yale.apis.3100100000



DDbDP transcription: p.dura.20 [xml]

AD 121 Dura

(perg)

βασιλεύοντος βασιλέ̣ω̣ς βασιλέων Ἀρσάκου εὐεργέτου, δικαίου, ἐπιφανοῦς καὶ φιλέλληνος, ἔτους ηξτ´ ὡς ὁ βασιλεὺς βασιλ̣[έων]
ἄγει, ὡς δὲ πρότερο̣ν̣ β̣λ̣[υ]´, μ̣ηνὸς Δαισίου ἕκτηι ἐπʼ εἰκάδι, ἐν Παλίγαι κώμηι τῆς περὶ Ἰάρδαν ὑπαρχείας, ἐπὶ Μητολβαίσσα Μην  ̣[  ̣]
τοσδε̣  ̣ου τοῦ Μηναρναίου, φρ̣[ουρά]ρ̣χου καὶ τῶν πρώτων καὶ προτιμωμένων φίλων καὶ τῶν σωματοφυλάκων, καὶ τ̣[ῶν]
ὑπογε̣[γρ]α̣μμένων̣ μ̣α̣[ρτύρ]ων. ἐ̣[δάν]ε̣ισεν Φραάτης εὐνοῦχος, ἀρκαπάτης, τῶν παρὰ Μανήσου τοῦ Φραάτου τῶν βάτησα καὶ τ̣[ῶν]
5ἐλευθέ̣[  ̣  ̣]ρων, παρ̣α̣[λ]ή̣π̣τ̣ο̣υ̣ καὶ στρατηγοῦ Μεσοποταμίας καὶ Παραποταμίας καὶ Ἀραβάρχου, Βαρλάαι Θαθαίου τοῦ Ἀβλαίου, τῶν [ἀπὸ]
[τῆς   ̣]  ̣[  ̣]η̣ρακ̣ω̣ν̣ κώμη[ς   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]  ̣[  ̣  ̣]χ̣α̣ρ̣αισι, ἀργυρίου καλοῦ Τυρίου κόμματος δραχμὰς τετρακοσίας ἐπὶ ὑποθήκηι τ̣οῖς̣
[ὑπάρχο]υσιν αὐτῶι π̣[ᾶσιν - ca.14 -]ε̣υ̣  ̣ [ἃ καὶ(?)] ἔσται παρὰ τῶι κυρίωι. ἀντὶ δὲ τῶν τόκων τοῦ αὐτοῦ ἀργυρίου συνπαρ̣[α-]
[μένων] ὁ Βαρλάας τῶ[ι Φραάτει μέχρι τοῦ τῆς ἀποδόσεως] χρό̣ν̣ου παρέξεται αὐτῶι δουλικὰς χρείας, ποιῶν τὰ προστασσόμεν[α]
[αὐτῶι πά]ν̣τ̣α, οὐ̣ γ̣[ιγνόμενος ἀφήμερος οὔτε ἀπόκοιτος ἄνευ τ]ῆς τοῦ Φραάτου γνώμης· ἐὰν δὲ ἀφημερ̣ε̣ύ̣σ̣ῃ ἢ ἀποκοιτή̣σ̣[ῃ ἀπὸ τοῦ Φραάτου],
10[ἐκ]τ̣ε̣ί̣σ̣ε̣ι̣ ἑκ̣[άστης ἡμέρας δραχμὴν μίαν - ca.10 - ἐὰ]ν̣ δὲ ἀσθενήσῃ πλεῖον ἡμερῶν ἑπτ̣[ά , ἐκ]τ̣είσ̣ει ὁ̣ Β̣α̣ρ̣[λάας ἑκάστης ἡμέρας ἧς]
[ἂν ἀ]ρ̣γ̣ήσῃ δρ̣α̣χ[μὴν] μ̣ί̣α̣[ν ]· ἐ̣ὰ̣ν̣ δ̣ὲ̣ [εἰς ἱερόν τι κατα]φύ̣[γ]ῃ, βλ̣ηθήσεται ἐκ τοῦ ἱεροῦ καὶ χρήσεται αὐ[τῶι] ὁ Φ̣ρ̣α[άτη]ς̣ [- ca.14 -]
[  ̣]  ̣  ̣  ̣οις, χ̣ορη̣[γή]σ̣ει μέντοι γε αὐτῶι ὁ Φρ[αάτης τὴν] κ̣α̣θ̣ʼ ἡμέραν̣ τ̣ροφὴν καὶ ἀμφιεσμόν· δρασμοῦ δὲ̣ κ̣αὶ θαν̣ά̣[το]υ̣ κ̣α̣ὶ β̣λ̣[άβους καὶ]
ἑτέρων κιν[δ]ύ̣νων οὐ μετέσ̣τ̣αι τῶι δα[νειστῆι. τὸ] δ̣ὲ̣ π̣ρ̣ογεγραμμένον ἀργύριον καὶ ἐάν τι ἄλλο προσσυναχθῇ ἀπὸ τῶν ἀργιῶν ἀπ[ο-]
δώσει ὁ Βα[ρλ]ά̣ας τῶι Φραάτει ἐν μηνὶ Δαισ̣[ί]ω̣ι̣ τ̣ῶι ἐν τῶι ὡς τὸ πρότερον γλυ´ ἔτει· ἐὰν δὲ μὴ ἀποδῷ ἐν τῶι ὡρισμένωι
15χ̣ρ̣[όνω]ι̣, ἔσ[ται καὶ οὕτ]ως παρεχόμενος ὁ Β̣α̣ρ̣λ̣ά̣ας τῶι Φραάτει τὰς αὐτὰς χρείας ἐπὶ ταῖς προκειμέναις διαστολαῖς μέχρι τῆς τοῦ ἀρ-
[γυρίο]υ̣ ἀ̣π̣ο̣δ̣ό̣[σε]ω̣[ς]· ἐὰν μέντοι γε τ̣ο̣ῦ̣ χ̣ρ̣ό̣ν̣ο̣υ̣ [π]α̣[ρ]ε̣λ̣η̣[λυ]θ̣ό̣τ̣ος βούλη̣τ̣α̣ι̣ [ὁ] Φραάτης ἐ[κ]κομ̣ίζεσ̣θαι̣ τ̣ὸ̣ ἀργύριον, ἀπαιτηθεὶς δὲ ὁ Βαρλάας
[  ̣  ̣  ̣  ̣]  ̣  ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣] τ̣ὸ̣ ἀργύριον ἀπ̣ο̣δ̣ο̣ῦνα̣ι̣, ἡ̣ [πρ]ᾶ̣ξ̣[ι]ς̣ ἔστα̣[ι] τῶι Φραάτει καὶ παν[τὶ] τῶι τὴν̣ σ̣υ̣ν̣[γρα]φ̣ὴ̣ν ταύτη̣ν ἐπιφέροντι παρά τε
[τοῦ Βα]ρλάο̣[υ καὶ τ]ῶν ὑποκειμέν̣ω̣ν̣ ὑπα̣ρ̣χ̣ό̣ν̣των αὐ̣τῶ̣ι καὶ ὧν ἂν ἐπικτή[σ]η̣[τ]α̣ι̣ [ἄ]λ̣[λ]ω̣[ν, ἐκπ]ρ̣[άσ]σοντι κυρίως τὸ πᾶν πλὴ̣ν̣
[  ̣  ̣  ̣ σὺ]ν τῶ[ι   ̣  ̣  ̣  ̣  ̣]ω̣ι. ἐτά̣ξ̣ατο δ̣[ὲ ὁ] Β̣αρλάας ἀνανεώσεσθαι τ̣ὴν συνγραφὴν ταύτην διὰ τοῦ ἐν Εὐρωπῶι χρηματιστηρίου ὅταν παρ-
20α̣γ̣[γε]λ̣ῇ αὐτῶι [ὑπὸ τοῦ] Φ̣ραάτου ἐν ἄλλαις ἡμέραις πέντε̣ · [ἐ]ὰ̣ν̣ [δὲ μ]ὴ̣ ἀ[ν]ανεώσηται, ἐκτείσειν τῶι Φραάτει ἐπίτιμον ἀργυρίου δραχ-
[μὰς τ]ε̣τ̣ρακο̣σ̣ί̣[ας , εἰ]ς δὲ τὸ βασιλικὸν τὰς ἴσα̣[ς], κ̣α̣ὶ̣ τὴν συν[γρ]α̣φ[ὴν] τ̣α̣ύ̣[τ]η̣ν εἶναι καὶ οὕτως κυρίαν. μάρτυρες· Νικάνωρ Ὀμαιάνου, Φρανι-
[  ̣  ̣  ̣  ̣  ̣] Φα  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣ Δ]ιογένης̣   ̣αλη  ̣  ̣ωτ  ̣[⁦ -ca.?- ⁩] ⁦ vac. ? ⁩

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.