Papyri.info

sign in

p.dura.25 = HGV P.Dura 25 = Trismegistos 17222 = yale.apis.3100230000



DDbDP transcription: p.dura.25 [xml]

AD 180 Dura

(perg)

int
(hand 2) [ἐπὶ ὑπάτων Βρουντίου] Π̣ρ̣αισ̣ε̣ντ  ̣  ̣  ̣ τ̣ὸ̣ δεύτερ[ον καὶ Ἰουλίου Οὐήρου] τ̣ὸ̣ δ̣ε̣ύτερον, ἔτους̣ ε̣ἰ̣κοστοῦ τῆς Αὐτοκράτορος Κα̣ί̣σαρος Μ̣άρκου Αὐρηλίου Ἀντωνείνου, τετάρτου δὲ
[ἔτους τῆς Αὐτοκράτορος Καίσ]αρος Λουκίου Αὐρη[λίου Κομμόδου, Σεβαστῶν,] ἡγεμονίας, κατὰ δὲ τὸν πρότερον ἀριθμὸν υϙα, μηνὸς (hand 3) Περιτίου τετάρτῃ̣, (hand 2) ἐν Εὐρωπῷ τῇ
[- ca.20 - Ζηνο]δ̣ό̣τ̣ο̣υ̣ τ̣ο̣ῦ̣ Ἡλιοδώρου, Ἀπόλλωνος δὲ Θεοδώρου τοῦ Ἀθηνοδότου τοῦ Ἀρτεμιδώρου, τῶν δὲ προγόνων Ἡλιοδώρου τοῦ Διοκλέους τοῦ Ἡλιοδώρου, βασιλέως δὲ Σελεύ-
[κου Νικάτορος Δανύμου] τοῦ Σελεύκου τοῦ Δανύμου. ἀπέδοτο Λυσίας Λυσίου τοῦ Ἡλιοδώρου τοῦ Ἀριστονίκου, Εὐρωπαῖος, δοῦλον αὐτοῦ ᾧ ὄνομα Ἀχαβοῦς, ὡς ἐτ[ῶν] κ, καὶ
5[- ca.23 - τ]ῆς οὔσης ἐν ἐπιφυτευτικοῖς περὶ Ναβαγάτα τὴν αὐτήν, ἐγγὺς τῆς αὐτῆς κώμης, λεγομένης δὲ τῶν Βαείριος   ̣  ̣  ̣νι  ̣  ̣μένων, ἐκ τῆς πρὸς Ἡλιό-
[δωρον Λυσίου, τὸν ἀδελφὸν αὐτο]ῦ, τὸν ἔχοντα τὸ λοιπὸν μέρος τῆς αὐτῆς ἀ̣[μπ]έ̣λ̣[ου μετο]χ̣ῆ̣ς̣· τὸν δʼ αὐτὸν δοῦλον καὶ τὸ μέρος ἥμισυ τῆς αὐτῆς ἀμπέλου ἐπ[ιβαλόντα αὐτῷ]
[Λυσίᾳ - ca.20 -]ν̣κ̣α̣τ̣α̣  ̣  ̣  ̣  ̣[- ca.26 - κατὰ τὰς προ]υ̣π̣α̣ρ̣χ̣ο̣ύ̣σας τῆς ὅλης ἀμπέλου ὁρίους καὶ νομὰς Traces ca. 36 characters
[⁦ -ca.?- ⁩ μεθʼ ἑτέρων κατὰ τὴ]ν γενομ[ένην αὐτῷ] διαίρ̣ε̣σ̣ι̣[ν πρὸς Ἡλιόδωρον τ]ὸ̣ν̣ [ἐπάνω] ἀδελφὸν κατὰ χρηματισμὸν γεγενημένον διὰ τοῦ αὐτόθι χρεοφυλακίου ἐν τῷ ἐνεστῶτι ἔτει καὶ διελθόντι
[μηνί· ἐπρίατο Ἡλιόδωρος] ὁ ἐπάνω ἀργυ[ρίου δραχμῶ]ν πεντακοσίων καὶ τῶν γεινομένων πάντων. βεβαιοῖ καὶ προπωλεῖ κατὰ τὸν νόμον Λυσίας ὁ ἀποδόμενος καὶ ἐξεδέξατο, ἐάν
10[τις ἐμποιηθῇ τοῦ πεπραμέ]νου δούλου καὶ [τοῦ μέρους] ἡ̣[μίσους ἀμπέλου, αὐ]τὸν ἀντικαταστάντα καθαροποιήσειν τῷ Ἡλιοδώρωι· ἐάν δὲ μὴ καθαροποιήσῃ̣, βλαβ̣ῇ δέ τι ὁ Ἡλιόδ̣ω̣ρ̣ο̣ς̣ διὰ̣ ταῦτ̣α̣, ἐ̣κτί̣σ̣ε̣ι̣ν̣
[αὐτῷ πᾶν ὃ ἂν γένηται βλά]βος διπλο̣ῦ̣ν̣ κ̣α̣ὶ̣ ἐπίτιμον δ̣ρ̣α̣χ̣μὰς πεντακοσίας . ⁦ vac. ? ⁩
[(hand 3) Ἡλιόδωρος, στρ]α̣τηγὸς καὶ ἐπιστάτης πόλεως· Θεόμνηστος, Θεόδοτος, Ἀθ̣η̣νό̣δ̣ω̣ρος, χρεοφύλακες·
[Ὄλυμπος Λυσίο]υ, Ἀρτεμίδωρος Θεοδώρου, Ἀπολλοφάνης Χαρανίδου. ⁦ vac. ? ⁩
ext
[(hand 1) ἐπὶ ὑπ]ά̣των Βρ̣ο̣υ̣ντίου Π̣ρ̣αίσεντι τὸ δεύτε̣ρ̣ον καὶ Ἰουλίου Οὐήρου τὸ δεύτερον, ἔτου̣[ς]
15[ε]ἰκοστοῦ τῆς̣ Α̣ὐ̣τ̣οκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου, τε̣τ̣ά̣ρ̣τ̣ου δὲ ἔτους τ̣ῆς̣
Αὐτοκρ̣άτορος Καίσαρος Λουκίου Αὐρηλίου Κομάδου(*), υἱοῦ αὐτοῦ, Σεβαστῶν ἡγεμονίας, κατὰ δὲ
τὸν πρότερον ἀριθμὸν (hand 3) υϙα, (hand 1) μηνὸς (hand 3) Περιτίου τεταρατῃ(*) (hand 1) ἐν Εὐρωπῷ τῇ πρὸς Ἀραβίᾳ, ἐπὶ
ἱερέων Διὸς μὲν Λυσανίου τοῦ Ζηνοδότου τοῦ Ἡλιοδώρου, Ἀπόλλωνος δὲ Θεοδώρου τ̣ο̣ῦ Ἀ̣θ̣ηνοδότου τοῦ
Ἀρτεμιδώ̣ρ̣ου, τῶ̣ν̣ δ̣ὲ̣ π̣ρογόνων Ἡλιοδώρου τοῦ Διοκλέους τοῦ Ἡλιοδώρου, β̣ασιλέως δὲ Σελεύκου Νικ[ά-]
20τορος Δανύμου τοῦ Σελεύκου τ̣ο̣ῦ̣ Δανύμου. ⁦ vac. ? ⁩ ἀπέδοτο Λυσίας Λυσίου τοῦ̣ Ἡλιοδώρου τοῦ Ἀριστονίκου,
Εὐρωπα̣ῖ̣ος, οἰκῶν δ̣ὲ ἐ̣ν Ναβαγάτοις κώμῃ̣ τῆς περὶ Γαβαλεῖν ὑπαρχείας, ⁦ vac. ? ⁩ δοῦλο̣ν̣ αὐτοῦ ᾧ ὄνομα
Ἀχαβοῦς, ⁦ vac. ? ⁩ ὡς ἐτ[ῶν] κ, ἀπέδοτο δὲ ὁμοίως καὶ τὸ ὑπάρχον αὐτῶι μέρος ἥμισυ ἀμπέλου τῆς οὔσης ἐν
ἐπιφυτευτικοῖ̣ς̣ π̣ε̣ρὶ Ναβαγά̣τ̣α τὴν αὐτὴν, ἐγγὺς τῆς αὐτῆς κώμης, λεγομένης δὲ τῶν Βαείριος, ἐκ τῆς πρὸς
Ἡλιόδωρον Λυσίου, τὸν ἀδελφὸν αὐτοῦ, τὸν ἔχοντα τὸ λοιπὸν μέρος τῆς αὐτῆς ἀμπέλου μετοχῆς· τὸν δʼ αὐ-
25τὸν δοῦλον καὶ τὸ μέρος ἥμισυ τῆς αὐτῆς ἀμπέλου ἐπ̣ι̣β̣α̣λόντα αὐτῶι Λυσίᾳ μεθʼ ἑτέρων κατὰ τὴν γενομένην
αὐτῶι διαίρεσιν πρὸς Ἡλιόδωρον τὸν ἐπάνω ἀδε̣λ̣φ̣ὸ̣ν̣ α̣ὐ̣τ̣ο̣ῦ̣ κ̣ατὰ χρηματισμὸν γεγενημένον διὰ τοῦ αὐτόθι χρε-
οφυλακίου ἐν τῶι ἐνεστῶτι ἔτει καὶ διελθόντι μην̣ί̣. τ̣ὸ̣ δ̣ὲ̣μέρος ἥμισυ τῆς ἀμπέλου σὺν μέρει ἀκρο-
δρυοισι(*), ληνῶνι, καὶ τοῖς ἄλλοις τοῖς συνκύρουσι καὶ κ̣α̣θ̣ή̣κ̣ο̣υ̣σι π̣ᾶσι καὶ κατὰ τὰς προυπαρχούσας τῆς αὐτῆς ἀμπέλου
ὅριά τε καὶ νομὰς ⁦ vac. ? ⁩ ἐπρίατο Ἡλιόδωρος Λυσίου, ὁ π̣ρ̣ο̣γ̣ε̣γ̣ρ̣α̣μμένος, ἀ̣ργυρίου Τυρίου κόμματος δραχμῶν πεντα-
30κ̣οσίων καὶ τῶν γεινομένων πάντων. β̣ε̣βαιοῖ καὶ προπωλε̣ῖ̣ κ̣ατὰ τὸν νόμον Λυσίας ὁ ἀποδόμενος καὶ
ἐ̣ξεδέξατο, ἐάν τις ἐμποιηθῇ τοῦ πεπραμένου δούλου καὶ τοῦ μέρους ἡμίσους τῆς ἀμ̣π̣έ̣λου, αὐτὸν ἀντικατασ-
τάντα καθαροποιήσειν τῶι Ἡλιοδώρωι, ἐὰν δὲ μὴ καθαροποιήσῃ̣, βλαβῇ δέ τι ὁ Ἡλιόδωρος διὰ ταῦτα, ἐκτίσειν αὐ-
τῶι πᾶν ὃ ἂν γένηται αὐτῶι βλάβος διπλοῦν καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς πεντακοσίας , ὑπάρχειν δὲ καὶ οὕτως
τὴν καταγραφὴν ταύτην κυρίαν. μάρτυρες· (hand 3) Ἡλιόδωρος, στρατηγὸς καὶ ἐπιστάτης τῆς
35πόλεως· Θεόμνηστος, Θεόδοτος, Ἀθηνόδωρος χρεφύλακες(*)· Ὄλυμπος Λυσίου, Ἀρτεμίδωρος Θεοδώρου, Ἀπολλοφάνης Χαρανίδου.
(hand 4) ἐξείληπται. (hand 3) υϙα, Περιτίου δ.
(hand 5) Λυσίας, ὁ ἐπάνω, ἀπεδόμην κατὰ τὰ προγεγραμμένα καὶ Χ̓ρημάτισα.
(hand 6) Περιτίου δ̣.

Apparatus


^ ext.16. l. Κομμόδου
^ ext.17. l. τετάρτῃ
^ ext.27-28. l. ἀκρο|δρύοις
^ ext.35. l. χρε<ο>φύλακες

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.