Papyri.info

sign in

p.enteux.2 = HGV P.Enteux. 2 = Trismegistos 3280



DDbDP transcription: p.enteux.2 [xml]

218BC Magdola

r
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἁρμεῦσις ἐριέμ[π]ορος, τῶν κατοικούντων ἐν Κροκοδείλων πόλει.
ἀδικοῦμαι ὑπὸ Σεῶτος Ἰουδαίου, τῶν κατοικούντων ἐν Ἀλαβανθίδι. ἀ[πο]δόμενος γάρ μοι ἐρίων
νόθων πόκους ριη ἀνὰ (δραχμὰς) δ (πεντώβολον) (χαλκοῦς 2), οὓς συνηγό[ρ]ακα Ἀμύνται ὥστε   ̣[  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣  ̣ειαν ἀπὸ τῆς βα̣[σι-]
λικῆς παραβολῆς, καὶ λαβὼν παρʼ ἐμοῦ ἀρραβῶ[να] (δραχμὰς) οϛ, ἐφʼ ὧι τὸ λοιπὸ[ν   ̣  ̣  ̣  ̣  ̣ ἀ]ποδώσω αὐτῶι
5ὅταν(*) κείρω τὰ ἔρια, Σεῶς ἐπελθὼν ἐπὶ τὴν π̣  ̣[  ̣]μ̣ναν πεπ  ̣υκε καὶ ἐ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]  ̣ καὶ κέκαρκε
καὶ ἀπενήνεκται πρὸς αὑτόν, ἀπαιτούμενός τε ὑπʼ ἐμοῦ τὰ ἔρια [οὐκ ἀποδίδωσι. δέ]ομαι οὖν
σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνηι τῶι στρατηγῶι ὅπως [γράφηι ⁦ -ca.?- ⁩ τῶι ἐπισ-]
τάτῃ ἀποστεῖλαι τὸν Σεῶν ἐπὶ Διοφάνην τὸν στρατηγὸν ὅπως, ἐὰν φαί̣[νηται ⁦ -ca.?- ⁩]
τὰ ἔρια καὶ εἰληφὼς ἀρραβῶνα, ἐπαναγκάση[ι αὐ]τὸν ἀποδοῦναί μοι τὰ ἔρια. τούτ[ου γὰρ γενομένου,]
10ἐγώ τε οὐκ ἀδικηθήσομαι, τά τε τέλη τὰ [ὀφει]λ̣όμενα κατʼ Ἀλεξάνδρειαν [⁦ -ca.?- ⁩ Ἀμύν-]
τας̣ ὧι συνηγόρακα καὶ πλείω φόρτον, ἀλλ[ὰ] ἐπὶ σέ, βασιλεῦ, καταφυγόν[τες, τὸν πάντων]
κοινὸν σωτῆρα, τευξόμεθα τοῦ δικαίου.
-- -- -- -- -- -- -- -- -- --
v
(ἔτους) δ, Δίου γ, Φαμενὼθ κζ.
Ἁρμιῦσις ἐριέμπορος πρ(ὸς)
Σεῶν περὶ ἐρίων.

Apparatus


^ r.5. corr. ex ο⟦σ⟧ταν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.