DDbDP transcription: p.enteux.21 [xml]
218 BC Magdola
r
βασ[ιλ]εῖ Πτο[λεμαί]ωι χαίρειν Θερῶυς καὶ Τεῶς. ἀδικούμεθα ὑπὸ Τεμσώιος καὶ Σενεμενώπιος
καὶ Τ̣ετειμ̣[ -ca.?- κ]αὶ Ἑριέως καὶ τῶν λοιπῶν [σ]υνθιασιτίδων \τῶν ἐκ Κερκεθοήρεως, τῆς Πολέμωνος μερίδος/. Σοήριος γὰρ τῆς ἀδελφῆς μου,
γυναικὸς δ[ὲ Τεῶ]τος τοῦ προγεγραμμένου σ[υ]νθιασιτευούσης τα̣ῖ̣ς προγεγραμμέναις(*) κ̣α̣ὶ
ἐ̣χούσης τὴ[ν ἱερ]οσύνην(*) τοῦ θιάσου ἐφʼ ἔτη δ, συμβέβηκεν αὐτὴν τετελευτηκέναι
5 ̣ ̣[ -ca.?- ] οὐκ ἐχούσης δὲ αὐτῆς τ[ῶ]ν ἔγγιστα γένους ἀλλʼ ἢ̣ [ἡ]μᾶς, ἀπαιτούμεναι
αἱ προ[γ]εγραμ[μ]έναι τ[ὸ] τ[α]φικὸν οὐκ [ἀ]ποδιδόασ[ιν]. δεόμεθα οὖν σου, [βα]σιλεῦ, προστάξαι Διοφά-
νει τῶι στρατηγῶι γ[ρ]άψαι Πτολεμαίωι τῶι ἐπιστάτηι, ἐὰν μὲν ἔτι καὶ ν[ῦν] ὑπομένωσιν [ἡ]μῖν
ἀποδοῦναι τὸ ταφικόν, εἰ δὲ μή, ἀποστεῖλαι αὐτὰς ἐπ[ὶ] Διοφάνην ὅπως ἐπαναγ[κασ]θῶσι ἀποδοῦναι ἡμῖν,
ἵνα διὰ σέ, βασιλεῦ, τύχω τοῦ δικαίου.
10εὐτύχει.
(hand 2) Πτολεμαίωι. μά(λιστα) δι(άλυσον) αὐ(τοὺς)· εἰ δὲ μή, ἀπ(όστειλον) πρ(ὸς) ἡμ(ᾶς) \ἐκ τῆς δεκάτης τοῦ Χοία[χ]/ ὅπ(ως) ἐπὶ τοῦ κ̣α̣(θήκοντος) δ̣ι̣(καστηρίου) δ̣ι̣(ακριθῶσιν). (ἔτους) δ, Δαισίου κζ, Ἁθὺρ κθ. v
(ἔτους) δ, Δαισίου κζ, Ἁθὺρ κθ.
Θερῶυς καὶ Τεῶς πρ(ὸς) Τεμσῶιν
καὶ τὰς συνθιασιτίδας περὶ
ταφικοῦ.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.