Papyri.info

sign in

p.enteux.32 = HGV P.Enteux. 32 = Trismegistos 3307



DDbDP transcription: p.enteux.32 [xml]

218 BC Magdola
[Reprinted from: .] PLille2,13

r
βασιλεῖ Πτολεμαίωι χαίρειν Θέων καὶ Τεύτιος Φιλίππου, Μακεδόνες τῆς ἐπιγονῆς, ἐκ Φαρβαίθου.
ἀδικούμεθα ὑπὸ Θευδότου καὶ Ἀγάθωνος, οἵ εἰσιν οἰκεῖοι τῆς μητρὸς Φιλίππου τοῦ τετελευτη-
κότος. ἡμῶν γὰρ ἐπιτρόπων ὄντων Φιλίππης, τῆς θυγατρὸς Φιλίππου, ἐπιζητοῦντές τινα
μέρη τῶν καταλειφθέντων ὑπαρχόντων ὑπὸ Φιλίππου, εὑρίσκομεν τοὺς προειρημένους ἐξενη-
5νοχότας, ὧν τὸ καθʼ ἓν ἐνδειξόμεθα ἐπὶ [Φ]ιλώτου τοῦ ἐπιστάτου. καὶ ἐνδεεῖς δὲ γενόμενοι εἰς
τὴν ταφὴν τὴν Φιλίππου (δραχμῶν) κε, ἐδώκαμεν τὰ κατάφρακτα καὶ τὸν ὑποδύτην καὶ τὴν ἐφα-
πτίδα, σὺν τῆι σακκοπήραι ἐν ἧι ἐνῆν, Ἀγάθωνι τῶι προειρημένωι ἐνέχυρα θεῖναι· βουλο-
μένων δὲ ἡμῶν κομίσασθαι τὰ ἐνέχυρα, ἀποδιδόντες τὸ ἐπʼ αὐτοῖς δεδομένα καὶ τὸν
τόκον, οὐκ ἀποδίδωσιν ἡμῖν ἀλλὰ παρέλκει. δεόμεθα οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ,
10προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Φιλώται τῶι ἐπιστάτηι, ἐὰν ἦι ἀληθῆ
τὰ διὰ τῆς ἐντεύξεως γεγραμμένα, ἐπαναγκάσαι Φιλώταν τὸν Θεύδοτον καὶ Ἀγάθω-
να τά τε ἐξενεχθέντα ἀποδοῦναι ἡμῖν, ἃ ἂν ἐνδειξώμεθα, καὶ [τὰ] ἐνέχυρα κομισάμενον
Ἀγάθωνα τό τε κεφάλαιον καὶ τὸν τόκον ἀποδοῦναι ἡμῖν, ἵνα ἐπὶ σὲ καταφυγόντες, βασιλεῦ, τὸν
πάντων βοιηθ[ὸ]ν(*) κ[α]ὶ εὐεργέτην, τοῦ δικαίου τύχωμεν, ἡ δὲ ὀρφαν[ὴ μὴ] ἀδικηθῆ[ι].
15εὐτύχει.
(hand 2) Φιλώται. μά(λιστα) δι(άλυσον) αὐ(τούς)· εἰ δὲ μή, ἀπό(στειλον) πρ(ὸς) ἡμ(ᾶς) ἐκ τῆς ι τοῦ Χοίαχ ὅπ(ως) ἐπὶ τοῦ κα̣(θήκοντος) δ̣ι̣(καστηρίου) δι(ακριθῶσιν). (ἔτους) [δ], Δαισίου κζ, Ἁθὺρ κη.
v
(ἔτους) δ, Δαισίου κζ, Ἁθὺρ κη.
Θέω[ν κ]αὶ Τεύτιος πρ(ὸς) Θεύδοτον
καὶ Ἀγ[άθω]να περὶ ἐνεχύρων.

Apparatus


^ r.14. l. βοηθὸν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.