DDbDP transcription: p.enteux.48 [xml]
218 BC Magdola
r
βασιλεῖ Πτολεμαίωι χαίρειν Πίστος Λεοντομένους, Πέρσης τῆς ἐπιγονῆς. ἀδικοῦμαι ὑπὸ Ἀριστοκράτου,
Θραικὸς, (ἑκατονταρούρου) τῆς α̣ ἱπ(παρχίας), τῶν κατοικούντων ἐν Αὐτοδί[κηι.] τοῦ γὰρ γ (ἔτους), μηνὸς Αὐδναίου η, ἐμοῦ ἐμ(*) Αὐτο[δίκηι ̣ ̣ ̣]-
σαντος αὐτῶι κατὰ συγ[γρ]αφὴν [- ca.13 -] ̣α Πτ̣ο̣λ̣εμ̣αι ̣ ̣ ἐφʼ ὧι ἀκολουθήσω αὐτῶι ἐν τῆι στρατεί[αι τὰς]
χρείας αὐτῶι παρεχόμε[νο]ς ε ̣[- ca.11 - κατ]αστῆσαι εἰς Αὐτοδίκην, λαμβάνων παρʼ αὐτοῦ μισθοῦ κατὰ μῆν[α]
5τὸ συγχωρηθὲν πρὸς ἀλλήλους, ἐμ[οῦ δʼ αὐτῶι] τὰς χρείας παρεσχημένου καὶ ἀνεγκλήτου γεγονότος καὶ κατε-
στηκότος μου αὐτὸν εἰς Αὐτοδίκην [- ca.9 -] συγγραφὴ δ̣ια̣γ̣[ ̣ ̣ ̣ ̣ ̣ ̣] π̣ρ̣οσοφείλων μοι Ἀριστοκράτης ἀπὸ τῶν μισθῶ[ν]
[ι δραχμ]άς, ἀπαιτούμενος ὑπό μου οὐκ [ἀποδίδω]σι καταφρο[νῶν διὰ] τῆς ἀσθενείας \ἀλλὰ οἷός ἐστιν ἐπιπλέκειν με./ δέομαι οὖν σου, βασιλεῦ,
προστάξαι Διοφάνει τῶι στρατηγῶι γ[ράψαι Πυθι]άδει τ[ῶι ἐπισ]τάτηι ἀποστεῖλαι Ἀριστοκράτην ἐπʼ αὐτὸν
καί, ἐὰν ᾖ ἃ γράφω ἀληθῆ, ἐπαν[α]γκά[σαι αὐτὸν ἀ]ποδοῦν[αί μ]οι τὰς ι (δραχμὰς) καὶ ἄρασθαί μοι τὴν συγγραφήν, ὅπως
10μὴ ἐπιπλεκῶ ὑπʼ αὐτοῦ, ἵνα διὰ σέ, βασιλ[εῦ], τύχω τῆς βοηθείας.
εὐτύχει.
(hand 2) Πυθιάδει. ἐπι(σκεψάμενος) φ(ρό)ν(τισον) ὅπ(ως) τ[ῶν δικαίω]ν [τύχηι]. (ἔτους) δ, Δαισίου κζ, Ἁθὺρ κη. v
(ἔτους) δ, Δαισίου κζ, Ἁθὺρ κη.
Πίστος Λεοντομένους Πέρσης
πρ(ὸς) Ἀριστοκράτην (ἑκατοντάρουρον) περὶ (δραχμῶν) ι
καὶ συγγρ(αφῆς).

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.