DDbDP transcription: p.enteux.79 [xml]
218 BC Magdola
[Reprinted from: .] P.Lille 2 24
r
βασιλεῖ Πτ[ο]λεμαίωι χαίρειν Ἡρακλείδης τῶν ἀπʼ Ἀλε[ξ]ά[νδρου νήσου, τ]ῶν κατοικού[ντων ἐν Κροκοδίλω]ν πόλει τ[οῦ Ἀρσι-]
νοίτου νομοῦ. ἀδικοῦμαι ὑπὸ Ψενοβάστιος ἣ κατοικεῖ Ψυάν, τ[οῦ προγεγρα]μμένου νομοῦ. [τοῦ γ]ὰρ [ε] (ἔτους) ὡς αἱ πρόσοδ[οι],
Φαμενὼθ κα, ἐπορεύθην εἰς Ψυάν, τοῦ αὐτοῦ νομοῦ, πρ[ὸ]ς ἰδίαν χ[ρείαν, πα]ραπορευομέν[ου δέ] μου ̣ ̣ ̣α ̣α̣ιν ̣ ̣επ[ ̣ ̣] ̣ρ̣α
κύψασα Αἰγυπτία τις ἧι λέγεται εἶναι ὄνομα Ψενοβάστι[ς] κατέχ[εεν κατ]ὰ τῶν ἱματίων μ[ου] οὖρον ὥστε καὶ ε- ca.10 -
5καταρρυῆναι. ἀγανακτήσαντος δέ μου καὶ ἐπιτιμῶντος αὐτῆι, ἐλ[οιδόρησε]· ἐμοῦ δὲ ἀντιλοιδοροῦντος αὐτῆι ̣ ̣ ̣ ̣ ̣ ̣
Ψενοβάστις τῆι αὑτῆς δεξιᾶι χειρὶ ἐπισπασαμένη τῆς ἀναβολῆ[ς τοῦ ἱμ]ατίου οὗ περιεβεβλήμην ἔρηξε καὶ ἐπάρασσεν
ὥστε καὶ ἀπογυμνωθῆναί μου τὸ στῆθος, \καὶ ἐνέπτυσεν εἰς τὸ πρόσωπόν μο[υ]/ παρόντων τινῶν οὓς ἐγὼ ἐπε[μαρτυρά]μην. ἃ δʼ ἐγκαλῶ ἔπραξεν ὑβρίζουσά με καὶ ἄρχουσα
εἴς με χερῶν(*) ἀδίκων. ἐπιτιμηθεῖσα δὲ ὑπό τινων τῶν παρόντων ἐφʼ οἷς αι̣ ̣[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣] ̣ ̣ ̣με, οὕτως καταλιποῦσά με ἀπηλλάγη ἔνδον,
ὅθεν τὸ οὖρον κατέχεέν μου. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, [μὴ περιιδεῖν με οὕ]τως ἀλόγως ὑπὸ Αἰγυ[πτίας ὑβρισμέ]νον, Ἕλλην[α ὄν-]
10τα καὶ ξένον, ἀλλὰ προστάξαι Διοφάνει τῶι στρατηγῶι, ἐπειδ[ὴ - ca.14 -] ̣ ̣επιδ̣ει ̣ ̣ι̣ ὑπὸ̣ α[ὐτῆς (?) -ca.?- ]
γράψαι Σωγένει τῶι ἐπιστάτηι ἀποστεῖλαι τὴν Ψενοβάστιν ἐφʼ [αὑτὸν ὅπως διακρι]θῆι πρός [μ]ε περὶ το[ύτων καί, ἐὰν ἦι ἀληθῆ τὰ]
διὰ τῆς ἐντεύξεως, τύχηι ζημίας ἧς ἂν ὁ στρατηγὸς συνκρ[ίνηι. τούτου γὰρ γε]νομένου, διὰ σέ, βα[σιλεῦ, τεύξομαι τοῦ δι-]
καίου. vac. ? [εὐτύχει.]
-- -- -- -- -- -- -- -- -- -- v
(ἔτους) δ, Δίου γ, Φαμεν[ὼ]θ κζ.
Ἡρακλείδης πρ(ὸς) [Ψενοβάστιν]
περὶ ὕβρεως.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri.
This work is licensed under a Creative Commons Attribution 3.0 License.