Papyri.info

sign in

p.flor.1.81 = HGV P.Flor. 1 81 = Trismegistos 23582



DDbDP transcription: p.flor.1.81 [xml]

AD 103 Hermoupolis Magna

ἔ̣τους ἕ̣κ[του] Αὐτοκράτορος Καίσαρος Νέρουα Τραι(*)ανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Ξανθικοῦ Μεχεὶρ ἐν Ἑρμοῦ πόλει τῆς Θηβαί(*)δος. προσεδάνεισεν Ἄρειος
Σαραπίω[ν]ο̣ς̣ Ἑρμαίου τοῦ καὶ Ἀρείου μητρὸς Τ̣ανέμε̣ως Ἑρμοπο̣λείτης(*) ἀφῆλιξ ἀναγραφόμενος ἐπὶ Φρουρίου ἀπηλιώτου ὡς (ἐτῶν) ϛ με\λ/ιχροω  ̣(*) μετὰ κυρίου τοῦ ἑαυτοῦ
πατρὸς Σαραπίωνος Ἑρμαίου τοῦ κ(αὶ) Ἀρείου ὡ̣ς̣ (ἐτῶν(?)) μϛ μέσ̣ο̣(υ) μακ(ροπροσώπου) εὐθ(ύρινος) οὐλ̣(ὴ) μετώπ(ῳ) μέσῳ Διοσκόρωι τῶι κ(αὶ) Ἑρμαίωι Ἁρπαησίωνος τοῦ Θέωνος μητρὸς Ἀρτεμεισίας τῆς κ(αὶ) Ταυμήσιος Ἐπιμάχου
Ἑρμοπολείτηι(*) ἀναγραφομένωι ἐπὶ Πόλεως λιβὸς Π̣έ̣ρ̣σ̣η̣ι τῆς ἐπιγονῆς ὡς (ἐτῶν) λ μέσο(*) με̣λ(ίχρωτι) μακ(ροπροσώπωι) εὐθ(ύρινι) οὐλ(ὴ) ἀντικνη(μίῳ) ἀριστ(ερῷ) ἄλλας ἀργυρίου σεβαστοῦ νομίσματος κεφαλαίου δραχμὰς πεντακοσίας ,
5ἃς ἀνείρηται(*) παρʼ αὐτοῦ διὰ τῆς Εὐδαίμονος τραπέζης τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἀπὸ Φαμενὼθ τοῦ ἐνεστῶτος ἔτους μέχρι τῆς ὑποκειμένης ἀποδόσεως μῆνας
πέντε συναγομέν̣ω̣ν̣ τ̣οῦ τόκου δραχμῶν εἰκοσιπέντε πάσας ἐπʼ ὑποθήκῃ αἷς προυπέθετο αὐτῶι καθʼ ἑτέρας συνγραφὰς δανείων διὰ τοῦ ἐν Ἑρμοῦ πόλει ἀγορανομίου(*) μίαν
μὲν ἐπὶ τῶν ἐπαγομένων τοῦ διεληλυθότος πέμπτου ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραι(*)ανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ· ἕτεραν δὲ ἐπὶ τοῦ Τῦβι μηνὸς [τ]οῦ ἐνεστῶ-
τος ἔτους πρὸς τὰ διʼ ἑκατέρας ὀφειλόμενα χρέα μητρικαῖς αὐτοῦ γ̣ῆς τῶ̣ν̣ περὶ α̣ὐλὴν ἀρούραις πέντε ἡμίσει ἐν τῶι Πατεμεὶτ ἄνωι(*) περὶ Μεννιν ἐκ τοῦ Φίλωνος Ὀναράσιος
κλήρου ἐπὶ ταῖς οὔσα[ι]ς γειτν[ίαι]ς καὶ τόδε νυνεὶ(*) δανείον τὰς ἐπὶ τὸ α[ὐ]τὸ κεφαλαίου καὶ τόκου δραχμὰς πεντακοσίας εἰκοσιπέντε · ἀποδότωι(*) ὁ Διόσκορος τῶι δεδανεικότι
10ἢ τοῖς παρʼ αὐτοῦ τῆι τρια[κά]δι τοῦ Ἐπεὶφ τοῦ ἐνεστῶτος ἕκτου (ἔτους) ἀργ[ύ]ριον δόκιμον νομειτευόμενον(*) ἀρεστόν· ἐὰν δὲ μὴ ἀποδοῖ τῆς προθεσμίας ἐνστάσης εὐθέως
ἐξέστωι(*) [τῶ]ι δεδανεικότι ἢ τοῖς παρʼ αὐτοῦ μὴ προσδεη[θεῖσι] ἀνανεώσεως ἢ διαστολικοῦ ἢ ἑτέρου τινὸς ἁπλῶς ταξαμένοις τὰ εἰς τ̣ὸ̣ ἐνκύκλιον καθήκοντα [τε]ληι(*)
ἐπικα[ταβ]ολὴν π̣[οι]ήσασ[θαι τῶ]ν ὑπο[τεθ]ειμένων ἀ[ρουρῶν] πέ[ντ]ε̣ ἡμίσ[ου]ς κα̣ὶ̣ κτᾶσθαι τὸν δεδανεικότα κ(αὶ) τοὺς παρʼ αὐτοῦ ταύτας κυρίως ἀντὶ τῶν ὀφ[ειλο]μένων
κ(αὶ) ἐμβα[δε]ύειν̣ [εἰς αὐτὰς καὶ καρπίζεσθαι καὶ] διαμισθο[ῦν καὶ ἀποφέρεσθαι τὰ ἐξ αὐτῶν] κατʼ ἔτος πε̣[ριεσό]μ̣ε̣[να   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]εν ἅπαντα κ(αὶ) χρᾶσ[θαι καὶ οἰκο]νομεῖν περ[ὶ αὐτ]ῶν
καθʼ ὃν ἐὰν̣ αἱρῶ[νται τρόπον ἐπὶ τὸν ἅπαντα χρό]νον μηδ̣[ενὸς τῶι δεδανεισμένωι μηδʼ] ἄλλοις ὑπὲρ αὐτοῦ̣ πε̣[ρὶ τούτων ἐξ ὑ]στέρου καταλειπο[μένου λόγου] ἢ̣ παρευρ̣[έσ]ε[ως].
15βεβαιούτω̣ι̣(*) δὲ̣ [ὁ δεδανείσμενος τήνδε τὴν] ὑποθήκην [πάσηι βεβαιώσει ἀπό τε δ]ημοσίων κ̣[(αὶ) ἰ]διω[τικῶν καὶ ἀπὸ πάν]των ἁπλῶς, [ἣν καὶ μὴ ἐξέστω αὐτῶι πωλεῖν μηδʼ ἑτέροις]
ὑποτίθε[σθαι - ca.25 -] ἀρού̣ρα̣ς̣ [- ca.30 -]  ̣μηδ[- ca.55 -]
ο̣μ[  ̣]ν[⁦ -ca.?- ⁩]
[- ca.40 -]φ̣  ̣  ̣  ̣[⁦ -ca.?- ⁩]

Apparatus


^ 1. τραϊανου papyrus
^ 1. θηβαϊδοσ papyrus
^ 2. l. Ἑρμοπολίτης
^ 2. l. μελίχρως
^ 4. l. Ἑρμοπολίτηι
^ 4. l. μέσωι
^ 5. l. ἀνῄρηται
^ 6. l. ἀγορανομ<ε>ίου
^ 7. τραϊανου papyrus
^ 8. l. ἄνω
^ 9. l. νυνὶ
^ 9. l. ἀποδότω
^ 10. l. νομιτευόμενον
^ 11. l. ἐξέστω
^ 11. l. [τέ]λη
^ 15. l. βεβαιούτω

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.