DDbDP transcription: p.flor.2.127 [xml]
AD 256 Theadelphia
r,ctr
π(αρὰ) [Ἀ]λυπίου. r,A
σὺν θεῷ φάναι προσδόκα ἡμᾶς τῇ κγ πρὸς σὲ γεινο-
μένους(*). ἧς ὥρας οὖν λαμβάνεις μου τὰ γράμματα
τὸ βαλανεῖον παντὶ τρόπῳ ποίησον ὑποκαυθῆ-
5ναι καὶ δοκοὺς εἰς αὐτὸ παρενεχθῆναι ποιήσας
καὶ ἄχ[υρ]ον πανταχόθεν συλλέξας ἵνα θερ-
μῶς λουσώμεθα χειμῶνος ὄντος. καὶ γὰρ προῃ-
ρήμεθ[α] παρὰ σοὶ καταχθῆναι ἐπεὶ καὶ τὰ ὑπόλοι-
πα χω[ρ]ίδια ἐπιθεωρεῖν μέλλομεν καὶ τὰ παρὰ
10σοὶ διατά̣ξ̣αι. καὶ τὴν [ἄλλην(?)] μέντοι π[ᾶ]σαν ὑπη-
ρεσίαν φρόντισον ἔχειν, πρὸ δὲ [π]άντων
χοιρίδιον καλὸν διὰ τοὺς σὺν ἡμεῖν(*) ὄντας·
ἀλλὰ καλὸν πάλιν ἔστω μὴ ὡς πρώην̣ καὶ
λεπτὸν καὶ ἄχρηστον. πέμψον δ̣ὲ καὶ ἐπὶ
15τοὺς ἁλεεις(*) ἵνα ἰ(*)χθὺν κομίσωσι ἡμῖν.
ἀπέσ̣τ̣ει̣λα δέ σοι γράμματα πρὸς Ὡρεί\ω/να r,B
ἵνα σοι ἀποστείλῃ χόρτου
δέσμας πεντακοσίας . καὶ
πάλιν αὐτῷ τὸν ἴσον ἀπο-
20δώσεις· τὰ γὰρ ἐργατικά
μου κτήνη χλωρὸν ἐσθί-
ει. καὶ πάντως περισσό-
τερον χλωρὸ[ν χ]όρτον
ποίησον ἐνεχθῆναι
25ἵνα καὶ αὐτὰ τὴν [α]ὐτάρκη
τροφὴν ἔχῃ. (hand 2) πέμψον οὖν
ἐπὶ τὸν χόρτον πάντως
σήμερον. ἐρρῶσθαί σε εὔχο(μαι).
σε(σημείωμαι)(*)
30(hand 1) Ἡρωνείν[ῳ] φροντ(ιστῇ).
(ἔτους) γ Τῦβι κβ v
(PFlor 2,127,v reprinted in
[Reprinted in: p.flor.1.76] PFlor 1,76)

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.