Papyri.info

sign in

p.gen.2.1.14 = HGV P.Gen. 1 (2e éd.) 14 = Trismegistos 34027 = p.gen.1.14



DDbDP transcription: p.gen.2.1.14 [xml]

VI/VII spc ?
[Reprinted from: p.gen.1.14] P.Gen. 1,14

† τῷ μ(ε)τ(ὰ) θε(ὸ)ν ἀγα̣θῷ μ̣ο̣υ̣ δ̣εσπό(τῃ) τῷ πανευ̣(φήμῳ) κ(αὶ) θεοφυλάκτ̣ῷ̣ Κύρῳ
παρὰ Εὐλογήτου ὑμετέρου δούλο̣υ̣. †
† διαφόρως, ἀγαθὲ δέσποτα, ἐζήτησα προσ̣ελθε[ῖ]ν κ̣αὶ φόβος με
ἐκώλυσεν. ἀκούσας δὲ ὅτι ' ὁ θεοφύλακτος Κύρις ἐκέλε[υσεν] ἕ̣κ̣αστον δεόμε̣ν̣ον
5προσελεύσει χρήσασ̣θ̣α̣ι ', διʼ ἧς δέομαι καὶ παρ̣α̣καλῶ ἐλέ̣ους̣ τ[υ]χεῖν μετὰ τῶν
τα̣πεινῶν μ̣ο̣υ̣ παίδ[ων] διὰ τ̣ὴν πολλήν μου στένωσι[ν]. ο̣ὔ̣τε̣ γ̣ὰρ ἔχ̣ω τι ἄλλο
πωλῆσαι, ὡς οἶδεν Κύρ[ι]ος, ἀλλὰ καὶ ἀγάπην ἔλα̣β̣[ον] διὰ   ̣  ̣  ̣  ̣  ̣  ̣· ἐζήτησα γὰρ κἂν(*)
τὰ ναῦλα τοῦ μικροῦ πλοιαρίου λαβεῖν παρὰ τοῦ ναύτου ε̣ἰς ἀ̣ν̣ά̣λωμά μ̣ου καί, ὡς εἶπεν
ὁ αὐτὸς ναύτης, ὁ κόμ̣ι̣ς̣ ̣ἡρακλεῖς(*) ἐκώλυσεν αὐτά. καὶ μ[ά]ρ̣τυς μου ὁ Θεός, θεοφύλα̣κ̣τε
10δέσποτα, διαφόρως ἐκινδύνευσα εἰς τὴν ἐνορία[ν] φ̣[υγ]ε̣ῖ̣ν̣ διὰ τὸ μὴ περιφρο̣ν̣εῖν μ̣ε̣
περὶ τὰ̣ ἔ̣νδο̣ξα πράγματα, ἀλλὰ̣ κ̣α̣[ὶ   ̣  ̣  ̣  ̣ τ]ὰ̣ ἀκάνθι̣[α εἰ]σ̣έ̣βαλον εἰς τὸ αὐτὸ
πλοιάρι<ο>ν παρὰ πραγματευτοῦ ἠγ̣ο̣ρ̣[ασμέν]α̣ περὶ ἐννέα νομισμά̣των, καὶ τὰς ἀποδείξεις
ἔχω· τ̣ὰ γὰρ̣ λοιπὰ πάντα ἀπὸ Ἀ̣λ[ε]ξ̣ανδρείας ἐπέμφθη̣σάν̣ μοι, καὶ ἀκμὴν χρεω̣σ̣τῶ
ἐκεῖ̣ μέρος· χρεω̣[σ]τῶ δὲ καὶ ἐ̣[ν]ταῦθα ἐνοίκια καὶ ἀναλώμ̣α̣τ̣[α] καὶ̣ αὐ̣τὸ̣ γὰρ τὸ [π]λ̣[οιάρι<ο>ν]
15ἀγοράζω, ἐπε[ιδὴ] καὶ̣ τὰ̣ ταπε̣ινά μου ἄλογα ἐπήρθησαν. κ[αὶ] πάντ̣ο̣θέν μοι̣ στενά.
δάνεισον οὖν καὶ ὑ[πὲρ ἐ]μο̣ῦ̣, δέσπ̣[ο]τα, τῷ φιλανθρ̣ώ̣π̣ῳ̣ θε̣ῷ· ' ὁ γὰ̣ρ̣ ἐ̣λ̣εῶ̣ν̣ [πτωχόν] ',
ὡς ἴστε, ʼ θεῷ δανείζει. ὡ̣[ς] οἶδεν ὁ Θεός, δέσποτα, τὴν σ̣[ύ]ν̣δ[ο]υλόν μ̣ο̣υ̣ καὶ̣ [τὴν παῖδα]
αὐτῆς ἐζήτη̣σα πέμψαι [ε]ἰς τὰ ἀμμᾶ Ἰωαννίας πρὸς τὴν ἄλλην μου θυγ̣α̣τ̣[έρα].
καὶ μὴ ἔχων <τί> δύ̣ν̣αμα̣ι̣ δοῦναι αὐταῖ̣ς, τοῦτο οὐκ [ἔ]π̣ρα̣ξα. διὰ κρίσεως
20ἀγαθῆς, ὁ θ[εοφύ]λ̣ακτο[ς] Κύρ̣ις δύναται κἀμὲ(*) ἐλε[εῖν] καὶ κελ̣ε̣ύ̣ε̣[ι]ν̣ [  ̣  ̣  ̣  ̣  ̣]
τὸ πλο<ι>άρι<ο>ν, ε[ἴπ]ε̣ρ παρίσταται τῇ ἀγαθῇ σου ψ̣υχῇ, κ̣α̣ι̣ κ̣ὰ̓̀ν(*) ἐκ τῆ[ς   ̣  ̣  ̣  ̣  ̣  ̣]
εὕρω ὀλίγον ἐ̣λ̣α̣φρυν̣θῆναι τ̣ῶ̣ν̣ χρεῶν. ὡς Κύρις ο̣ὖ̣ν ἀγα̣θὸς̣ [  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]
συγχώρησόν μοι τῷ ἐν̣ π̣τ̣ωχείᾳ μεγάλῃ   ̣  ̣αρα̣ν̣τα̣ οὐδε̣[- ca.13 -]
ὡς δ[εσπότη]ς̣ θ̣ε̣ὸ̣ς̣ ἀ̣ν̣ε̣υ̣θ̣ύ̣νει τὸν πανεύφημον κα̣ὶ θεοφύλ[ακτον   ̣  ̣  ̣  ̣]
25κἀμοῦ(*) προνοήσηται μ[ετὰ] τέ̣κνων καὶ ἄλλων ξέ̣ν̣ων. εὐχ̣[ομαι   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]
δέσποτα, ὅπως συν  ̣  ̣[  ̣  ̣] τῆς σ̣υγκροτήσεως ἀξιούμενο[ς - ca.11 -]
τῷ μισ̣[θ]α̣π̣οδότῃ θεῷ̣ ὑ̣π̣ὲρ σωτ̣[ηρίας] καὶ εὐζω̣ίας καὶ ε[- ca.16 -]
πανευφήμ̣ω̣ν καὶ θεοφ̣υ̣λάκτ[ων] κ̣ύρων καὶ ἁμαρτω̣ῶ[ν - ca.14 -]

Apparatus


^ 7. l. καὶ ἂν
^ 9. l. κόμης Ἡρακλῆς
^ 20. l. καὶ ἐμὲ
^ 21. l. καὶ ἂν
^ 25. l. καὶ ἐμοῦ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.