DDbDP transcription: p.hamb.1.27 [xml]
250 BC Arsinoite
r
[ ̣ ̣ ̣ος Ζή]νωνι χαίρειν. ἔγραψάς μοι περὶ Πτολεμαίου τοῦ κληρούχου, ὅτι ἐμοὶ αὐτὸν ἀποσυστήσαις, ὅπως κατασ-
[τήσω ἐπʼ ἐμὲ] Π̣τολεμαῖον τὸν \γενηματοφύλακα/ ⟦κληροῦχον⟧, ὅπως τὰ δίκαια αὐτῶι ποιήσηι. συνέβη οὖμ(*) μοι ἐνοχληθῆναι ἐμ(*) Φιλαδελφείαι
[ὥστε ἀσχολί]αν με ἔχειν τῆι ἡμέραι ἐκείνηι. ὁ δὲ Πτολεμαῖος ἔφη συνεστάσθαι Ἄνδρωνι περὶ τῆς τιμῆς τῶν π ἀρ(ταβῶν).
[περὶ δὲ Ἄν]δρωνος, ἐνωχλήθη κα\ὶ ἐ/κεῖνος(*), καὶ ἀπῆλθεν εἰς τὴν Κοίτην. τῆι δὲ ἐφαύριον αὐτὸν ἐπεζήτουν καὶ οὐχ ηὕρισ-
5[κον ἐν Φιλαδε]λφείαι. ἠρώτων οὖν Πτολεμαῖον τὸν γραμμα[τ]έα καὶ οὐκ ἔφη εἰδέναι, τ\ὴν/ δὲ τιμὴν οὔπω ἐκεκόμιστο
[οὐδὲ πάντως] συνεγέγραπτο. λαβὼν δὲ παρὰ σοῦ χαλκὸν εἰς ξυλ̣άμησιν ἐπαγομένων β ἀπῆλθον ἐπὶ τὸ Ἰσιεῖον καὶ ἐπο-
[ρεύθην εἰ]ς τὴν Κοίτην πυνθανόμενος αὐτοῦ ὅτι ἀπῆλθεν οὐ συγγραψάμενος οὐδὲ τῶν πυρῶν τὴν τιμὴν κομισά-
[μενος ̣ ̣ ̣ ̣ ̣]ι̣ καὶ ἅμα ὅτι πρὸς Ἰάσο̣νά ἐστιν αὐτῶι περί τε τῆς τιμῆς καὶ τοῦ λοιποῦ ἐκφορίου. ἔφη οὖν ὡς ἂν ῥαίσηι πα-
[ραγενήσεσ]θ̣αι εἰς Φιλαδέλφειαν ἐπὶ τἀργύριον(*). οὐκ ἔτι οὖν παρέλαβέμ(*) με, ἀλλʼ ἔλαθέμ(*) με κομισάμενος. καὶ ἀπελθὼν
10[κατὰ τὴν πα]ρὰ̣ σοῦ ἐπιστολὴν ἐπορεύθην πρὸς τὸν Φίλωνα̣ εἰς τὴν Κοίτην καὶ ἐνέτυχον αὐτῶι περὶ τούτων. ἦν οὖν
[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ καὶ ἐ]κέλευεν τὸν Πτολεμα̣ῖον παραγενέ̣[σ]θ[αι. ἔ]σ̣τιν γὰρ τὸ γένημα αἱ ρ τ[ῶ]ν κρ(ιθῆς) ἀρ(ταβῶν) καὶ αἱ κ τῶν̣ πυρ[οῦ]
[ἀρ(ταβῶν). ὅσα δὲ ὀφεί]λεται ἐκεῖ ἐν τῆι Κοίτηι, ἔφη παρέξεθαι(*) [α]ὐτῶι το\ῦ/ αὐτοῦ γενήματος καὶ ἅμα καὶ περὶ τῶν
[- ca.12 -]σθαι. γίνωσκε δέ με παρὰ Ὀννώφριος εἰληφότα τὰ ζεύγη ἐχθὲς ὀψέ, ὥστε εἰς τὴν σήμερον ἐργάζεσθαι, ζεύ-
[γη δὲ πάντα,] ἐ̣άν τι αὐτῶν ἐγλιμπάνηι, διαδέχεσθαι̣. συναφέσταλκεν(*) δὲ καὶ γεωργοὺς γ, οἷς κελεύει ἐμὲ τοὺς
15[μισθοὺς δοῦναι. ἀ]π̣ό̣στειλον οὖμ(*) μοι χαλκοὺς εἰς τοῦτο· εἰ δέ σοι φαίνεται, καλῶς ποιήσεις ἀποστέλας(*) (δραχμὰς) η, ὅπως δώ-
[σω ὑπ(ὲρ) γεωρ]γῶν· εἰσὶν(*) γὰρ εἰς ιβ ἀρ(ο)ύ(ρας) τῶν δ (δραχμῶν) \τῶι μι[σ]θίωι/. χόρτογ(*) <γὰρ> ⟦ἡμῖν⟧ οὐκ ἔδωκεν ἡμῖν Ὀννῶφρις ἀλλʼ ἢ [τ]εσ[σερά-]
[κοντα ἀρ(τάβας)] τῶν υ ὧν ἔγραψας αὐτῶι, ὥστε λυσιτελεῖ μισθώσασθαι ἢ χορτάσματα ζητεῖν. ἀπόστειλον δὲ ἡμῖν
[τὰς ̣ ἀρ(τάβας)] τῶν πυρῶν· οὐ γὰρ ἔχομεν ἀλλʼ ἢ ἡμερῶν β σπέρμα. παρεγενόμην δʼ ἂν(*) καὶ ἐγὼ πρὸς σὲ, ἀλλʼ ἐνοχλού-
[μενος πρὸ]ς τῶι σπόρωι εἰμί. γράψον οὖμ(*) μοι περὶ τούτων ὥς σοι φαίνεται. ἔρρωσο. (ἔτους) λϛ Φαῶφι κϛ. v
20[(ἔτους) λϛ] Φαῶ̣φι κϛ.
[ ̣ ̣ ̣]ο̣ς Ζήνωνι.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.