DDbDP transcription: p.hamb.2.169 [xml]
241 BC Oxyrhynchus
r
Μηνόδωρος Νικάνορι χαίρειν. καλῶς ποιήσει[ς] γ̣ράψας ⟦ε̣π̣ι̣σ̣τ̣ο̣λ̣η̣ν̣⟧
ἐντολ[ὴ]ν τοῖς κατὰ τόπον {τραπον} τραπεζίταις εἰς τὸ ἡμέτερον ὄνομα̣
διδ[ό]ναι ἡμῖν τὸ κατʼ ἄνδρα τῶν πεπτωκότων εἰς τὰ παραγεγραμμένα ἡμῖν
ὀφειλήματα, ὅπως ἔχωμεν χρᾶσθαι πρὸς τοὺς διαλογισμούς. ἕως μὲν γὰρ τ[ο]ῦ νῦν
5οὐχ ὑπακούουσιν οὐδὲ ὑμεῖς αὐ̣τ[ο]ὶ ἐπιδίδοτε πλεονάκι̣ς ἤδη γεγραφότων
ἡμῶν. ἀξιοῦμεν οὖν σε ἔτι καὶ νῦν ἤδη γράψαι τὴν ἐντολήν. οἱ γὰρ
ἱππεῖς πλέονα πράγματα παρέχουσιν καὶ καθεστήκασιν ἡμᾶς ἐπʼ Ἀμμών[ι]ο̣ν
τὸν οἰκονόμον· ἡμᾶς δὲ οὐ π̣ροσῆκόν ἐστιν προσδέ[χ]εσ̣[θ]αι πτ̣ώματα, ἐὰμ(*) μὴ
παρʼ ὑμῶν λάβωμεν τὸν λόγο[ν] τ̣ῶν πεπτωκότων ἢ̣ π̣αρὰ τῶν κα̣τ̣ὰ̣ τ̣ό̣π̣[ον]
10τρα̣π̣ε̣ζιτῶν. ἔ̣ρ̣ρ̣ω̣σ̣ο̣. (ἔτους) ϛ Χο̣ιὰχ ι̣θ̣. v
[Χο]ι̣ὰ̣κ̣ κ Νικάνορι.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.