Papyri.info

sign in

p.kell.1.23 = HGV P.Kell. 1 23 = Trismegistos 20288



DDbDP transcription: p.kell.1.23 [xml]

AD 353 Kellis

[Φ]λαουίῳ Φαυστίνῳ τῷ διασημοτάτῳ ἡγεμ̣ό̣νι ⁦ vac. ? ⁩
παρὰ Αὐρηλίου Γενᾶ Οὐώνσιος κωμάρχου κώμης Κέλλεως [τ]ο̣ῦ Μωθ̣ίτου νομοῦ. κώμαρχος
κ̣[λ]η̣[ρ]ωθείς, κύριε, τῆς ἡμετέρας κώμης μετὰ τῶν ἄλλων λ̣ιτουργῶν̣(*) ὑπὸ παρουσίᾳ τοῦ διαδόχου
τ̣ο̣ῦ̣ ἐ̣ξ̣άκτορος καὶ τῶν ἐν τέλει ἁπάντων κατὰ τὸ σύνηθες ἐποίησα τοὺς λιτουργοὺς(*) πάντας τὴν
5τ̣ύ̣χ̣η̣ν ἑαυτῶν τῇ στρατηγικῇ τάξει διδόναι κατὰ τὸ ἔθος καὶ ἕκαστ̣[ος ἡμῶν κα]θεξῆς ἐκληρώθη <εἰς>
[λ]ι̣τ̣ο̣υργίας(*), μόνον δὲ Ταα τινα τὸ τουνομα(*) κληρωθέντα μεθʼ ἡμῶν̣ \[⁦ -ca.?- ⁩]την/ ὀ̣ψ̣ω̣ν̣ι̣α̣σ̣τὴν ὄντα Ἁρπο-
[κ]ρ̣α̣τ̣ί̣ωνος ἄρξαντος μετῆλθον ὥστε καὶ αὐτὸν προσοκνεῖν(*) τῇ δημοσίᾳ χρείᾳ μετὰ τῶν
[σ]υ̣λ̣λ̣ε̣ι̣τουργῶν. ὁ(*) δὲ θαρρῶν τῇ δυναστίᾳ(*) τοῦ αὐτοῦ Ἁ̣ρ̣π̣ο̣κ̣ρατίωνος πολλῇ οὔσῃ ἐπὶ τῶν τό-
[πων] ἥττον̣ ἐφρόντισεν τῆς ἐμῆς μετριότητος. κατασχεθέντος δὲ ὑπʼ ἐμοῦ καὶ τοῦ κοινωνοῦ
10[μ]ου Γενᾶ τοῦ ἄλλου κωμάρχου ὁ προειρημένος Ἁρποκρατίων πολλῇ τυρρανίᾳ χρώμενος ἐπὶ
τ̣ῶν τόπων συμμάχους τοῦς ἑαυτοῦ παρέβαλέν μοι(*) μετὰ ῥοπάλων, οἵτινες ἐπῆλθόν μοι
ὡ̣ς̣ ἐν πολέμῳ μέσῳ πληγαῖς θανασίμοις συνκόψαντές(*) με καὶ τὸν δημόσιον λιτουργὸν(*)
π̣αρʼ ἡμῶν ἀπέσπασαν τόν τε ἀριστερὸν ὀφθαλμὸν ἔπληξαν καὶ τὰς πλευρὰς συνέκοψαν· ἔτι πρὸς θα-
ν̣ά̣τ̣ο̣υ̣ ὦν ἐπὶ τήνδε τὴν τῶν λιβέλλων ἐπίδοσιν ἦλθον μὴ ⟦τι⟧ ἀνθρώπινόν τι παθῶ πρὸ τῆς ἐκδικίας
15καὶ ἀνεκδίκητός μου εἶ̣ν̣\αι/ ὁ φόνος. καὶ γὰρ Τιμόθεος ὁ τούτου παῖς ἑκάστοτε μεταχει(*)ρίζεται τῇ τυρρανίᾳ
[- ca.12 -]  ̣ ἐντεθυμ̣[εῖ]τ̣αι π̣ο̣ι̣ε̣ι̣  ̣[⁦ -ca.?- ⁩]μενος(*) τοὺς χοίρους ἡμῶν ⟦καὶ⟧ προῖκα κατασωτευόμενος
[αὐθαιρ]έτως \δὲ/ καὶ τὰ οἰνάρια κ̣λ̣επ[τ ⁦ -ca.?- ⁩] φ̣ό̣νου τὸν χοῖρον τοῦ ἀδελφοῦ μου ὑφ̣ειλάμενος ὡς καὶ ἐλε̣γ̣-
χ̣θ̣ε̣ὶ̣ς̣ ὑπὸ Ψάιτος Πατε̣μίνιος κ[α]ὶ̣ Ψ̣[ε]κ̣ῆ̣τος Ψεννούφιος· κ̣αὶ π̣άντα καὶ ταῦτα οὐκ ἠρκέσθη [αὐτ]ῷ̣, ἡ τοῦ̣ χοίρου
ε̣υ̣ηλ  ̣  ̣  ̣ια, ἀλλὰ αὐτὸν τὸν ἄθλιόν μου ἀδελφὸν ἐξέδυσεν τῆς ἐσθῆτος δημοσί[ᾳ κ]α̣ὶ̣ ἐφυγάτευσεν̣(*)
20αὐ̣τὸν̣ ε̣ἰς Αἴγυπτον ὡς   ̣  ̣  ̣  ̣ωσδ̣ε καὶ ὑπερπήδησας εἰς τὴν οἰκίαν μου νυκτὸς ὑφεῖλ[εν] τὰ οἰνάρια ἅπερ
ἀ̣π̣ὸ̣ [τῆ]ς̣ ἑ̣αυτοῦ οἰκίας δ̣η̣μ̣ο̣σ̣ίᾳ̣ ἐξήν̣εγκα̣, πρὸς δὲ σκ̣έ̣π̣ασιν καὶ ἔλεγχο̣ν τῆς κα̣[τ]ʼ ἐ̣μοῦ γενομέ-
ν̣η̣ς̣ ὕ̣β̣ρεως ὑποβάλ̣λω Πεβῶν Τιθοῆτος Χηυου ο(*) ν̣ῦν ἔχων(*) τας(*) ῥοπαλους(*) ἐπὶ τῆς οἰκίας
α̣ὐ̣τ̣ο̣ῦ̣, ἃς ἀπέλαβεν(*) παρ̣ὰ̣ τ̣ῶν συμμάχων ὧν τὰ ὀνόματα Τρόδα, Ψενπνούθης, Πορφύριος,
Θ̣ε̣ό̣τιμος, Λέων, Σαπ̣  ̣  ̣ς, Κ̣όρα[ξ, ⁦ -ca.?- ⁩]  ̣ Παχοῦμις   ̣[  ̣]  ̣ιτος Λαβουα̣τ̣[ο]υ̣· μάρτυς δὲ τῆς ἐφόδου
25Ὡ̣ρ̣ί̣[ω]ν̣ Τιθοῆτος Χηου, [μ]ά̣ρ̣τυρ[ες δὲ ⁦ -ca.?- ⁩] θυγάτηρ Γενᾶ Π[α]κ̣ύ̣σιος, Σαραπόδωρος Ἔρωτος· ὅθεν ταῦ-
[τα] τ̣ὰ̣ ἔ̣γ̣γραφα ἐπιδίδ[ωμι Ἑ]ρ̣μ̣[ογ]ένει τῷ διαδόχῳ \τ̣ο̣ῦ/ ἐξάκτ̣ορος ἀξιῶν καὶ ἐξορκίζων αὐτὸν
[κατὰ] τ̣ὴ̣ν̣ θείαν καὶ οὐρανίον τ[ύ]χ̣η̣ν̣ τῶ̣[ν π]ά̣ντα νικῶντων δ̣εσπο̣τ̣ῶ̣ν̣ ἡμῶν 3αγούστου(*) τε καὶ Καίσαρος \ἀνενεγκε̣ῖ̣ν̣/ ἐπὶ
τὴν ὄψιν τοῦ ἐμοῦ κυρί[ου ⁦ -ca.?- ⁩]  ̣ πρὸς ἣν ἤδη κ̣α̣τ̣αφε̣ύ̣ξ̣ομαι ἐκδικίαν αἰτησόμενος ὧν κα-
κ̣ῶ̣ν̣ πέπονθα, τούτω[ν δὲ ἀντίγραφον ἐπι]δέδωκα Ἀμμωνίῳ τῷ στατιωναρε̣ίῳ(*) τῆς χώρας.
30[ὑ]π̣α̣τ̣ε̣ί̣α̣ς̣ τῶν δεσποτ̣ῶν [ἡμῶν Κωνσταν]τίου Ἀγούστου̣(*) τ̣ὸ̣ [ϛ] καὶ [Κ]ωνσταντίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ β.
(hand 2) [Α]ὐ̣ρ̣ή̣λι̣ος Γενᾶ Οὐ[ώνσιος κωμαρ]χου(*) ὁ προκ[είμενος] δημοσίᾳ προὔθηκα.

Apparatus


^ 3. l. λειτουργῶν
^ 4. l. λειτουργοὺς
^ 6. l. λειτουργείας
^ 6. l. ὄνομα
^ 7. corr. ex προσκαρτερειν
^ 8. ὁ papyrus
^ 8. l. δυναστείᾳ
^ 11. corr. ex μει
^ 12. corr. ex συνκοψανταισ
^ 12. l. λειτουργὸν
^ 15. μεταχεϊριζεται papyrus
^ 16. corr. ex
^ 19. l. ἐφυγάδευσεν
^ 22. l. τὸν
^ 22. l. ἔχοντα
^ 22. l. τὰ
^ 22. l. ῥόπαλα
^ 23. corr. ex απελαβον
^ 27. l. Αὐγούστου
^ 29. l. στατιωναρίῳ
^ 30. l. Αὐγούστου
^ 31. l. [κώμαρ]χος

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.