Papyri.info

sign in

p.lond.3.879 = HGV P.Lond. 3 879 (S. 5) = Trismegistos 84



DDbDP transcription: p.lond.3.879 [xml]

123 BC Pathyris
[Reprinted from: .] pg5-8

r,1
ἔτους μη Φαῶφι κη.
ἀπέδοτο Πατοῦς Φα(γώνιος)(*) (ἀρούρης) δ´
ἐπρίατο Πανοβχοῦνις
Τοτοέους καὶ Μαιθῶτις
5Φαγώνιος χ(αλκοῦ) {(ταλάντων)} (δραχμῶν) Δ
r,2
βασιλεύοντος Πτολεμαίου θεοῦ Εὐεργέτου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν καὶ βασιλίσσης Κλεοπάτρας
τῆς γυναικὸς ἔτους μη, ἐφʼ ἱερείως(*) τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν
καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεῶν
Εὐεργετῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν
10ὄντων ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερειῶν Πτολεμαίου μὲν Σωτῆρος καὶ βασιλέως
Πτολεμαίου θεοῦ Εὐεργέτου καὶ Σωτῆρος ἑαυτῶν Εὐχαρίστου, τοῦ δὲ βήματος τοῦ χρυσοῦ τοῦ βασιλέως Πτολε-
μαίου θεοῦ Εὐεργέτου τοῦ μεγάλου βασιλέως ἑαυτῶν Εὐχαρίστου καὶ Πτολεμαίου Φιλαδέλφου καὶ Πτολεμαίου
Εὐεργέτου καὶ Πτολεμαίου Φιλοπάτορος καὶ Πτολεμαίου θεοῦ Ἐπιφανοῦς καὶ Εὐχαρίστου καὶ Πτολεμαίου θεοῦ
Εὐπάτορος καὶ ἱερειῶν βασιλίσσης μὲν Κλεοπάτρας τῆς γυναικὸς καὶ Κλεοπάτρας τῆς θυγατρὸς καὶ Κλεο-
15πάτρας τῆς μητρὸς θεᾶς Ἐπιφανοῦς καὶ κανηφόρου Ἀρσινόης Φιλαδέλφου τῶν ὄντων καὶ οὐσῶν·
r,3
ἐν Πτολεμαίδι τῆς Θηβαίδος μηνὸς Φαῶφι ιβ ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου
ἀπέδοτο Πατοῦς Φαγώνιος Πέρσης τῶν προσγράφων ὡς (ἐτῶν) λε μέσος μελίχρως τετανὸς
μακροπρόσωπος εὐθύριν ἀπὸ τῆς ὑπαρχούσης αὐτῶι γῆς ἐντὸς περιστάσει Παθύρεως
(ἀρούρης) δ´, γείτονες νότου γῆ Φίβιος τοῦ Τεῶτος, βορρᾶ ἡ λοιπὴ τοῦ αὐτοῦ Πατοῦτος, ἀπηλι(ώτου)
20ποταμὸς, λιβὸς διῶρυξ, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Πανοβχοῦνις
Τοτοέους Πέρσης τῶν προσγράφων ὡς (ἐτῶν) μ ἐλάσσω μελίχρως τετανὸς μακροπρόσωπος
εὐθύριν καὶ ἡ τούτου γυνὴ Κοβαετῆσις Φαγώνιος Περσίνη ὡς (ἐτῶν) λ ἐλάσσω(ν) μελίχρως
στρογγυλοπρόσωπος εὐθύριν χαλκοῦ νομίσματος δραχμῶν τετραχισχιλίων(*) .
προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πατοῦς
25ὁ ἀποδόμενος ὃν ἐδέξατο Πανοβχοῦνις καὶ Κοβαετῆσις οἱ πριάμενοι.
v
ὠνὴ Μαιθώτιος

Apparatus


^ r,1.2. BL 1.272 : (γῆς ἠπεί)ρ(ου) prev. ed.
^ r,2.7. l. ἱερέως
^ r,3.23. l. τετρακισχιλίων

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.