Papyri.info

sign in

p.lond.5.1708 = HGV P.Lond. 5 1708 = Trismegistos 19725



DDbDP transcription: p.lond.5.1708 [xml]

AD 567? Antinoopolis

r,FrA
[† βασιλείας καὶ ὑπατείας τοῦ θ]ε̣[ι]οτάτου ἡμῶν δεσπότου
[Φλαουίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστ]ο̣υ̣ Αὐτοκράτορος
-- -- -- -- -- -- -- -- -- --
r,FrB
[⁦ -ca.?- ⁩]  ̣  ̣  ̣[⁦ -ca.?- ⁩]
[⁦ -ca.?- ⁩ τῆς παρούσης] πρώτης ἐπινεμήσεως
-- -- -- -- -- -- -- -- -- --
r,FrC
5Φ̣λ̣(αυίου) [  ̣  ̣]  ̣[⁦ -ca.?- ⁩]
ἔτους δευτέρου με[- ca.10 -] διαλαβὼν   ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣]
Ψ̣άτο̣[υ] τ̣οῦ υἱ(*)οῦ Ἀπολλῶτος ἐκ̣ μ̣[ητρὸς Ἡρα]ε̣[ί]δ̣ο̣ς̣ το̣ῦ̣ καὶ
τυγχά̣ν̣ο̣[ν]τ̣[ο]ς ἀπὸ ταύτης τῆς Ἀντιν̣οέων πόλεως
ποιο[υ]μ̣[ένου] μὲν τοὺς λόγους [ὑπέρ τε ἑαυτοῦ(?)]
10καὶ ὑ̣π̣(ὲρ) τοῦ δε̣[υτ]έ̣[ρ]ου Κ̣[ω]ν̣σ̣τ̣α̣[ν]τ̣[ίνου τοῦ ὄντος(?)]
r,FrD
ἀφή̣λ̣ι̣κ̣ο̣ς̣ δ̣  ̣[⁦ -ca.?- ⁩]
ἐναγομένου παρὰ Φοιβ[άμμωνος υἱοῦ ⁦ -ca.?- ⁩]
στιππουργοῦ ἀνδρὸς Ἀναστασίας τῆς μείζονος αὐτοῦ̣
ἀδελφς καὶ Φοιβάμμωνος ἑτέρο(υ) υἱ(*)οῦ Μηνᾶ ἀνδρὸ[ς]
r,FrE
15Μ̣α̣ρίας τ̣ῆ̣[ς ἄ]λ̣λ̣ης μ[ι]κρῆς(*) αὐτοῦ ἀδελφς αἰτηθεὶς
παρʼ αὐτῶν κατακολ̣ο̣ύ̣ν̣τ̣[ων](*) [τὸ μεταξὺ αὐτῶν(?)]
ἐξετάζαι(*) πρᾶγμα πρὸς οὓ̣(*) τὸ θεῖον διασαφήσῃ μο[ι]
ἀμφιβαλλομένων πρὸς ἀλλήλους πε̣ρ̣[ὶ] τ̣ῆς
πατρῴας καὶ μητρῴας κλ̣ηρονομίας ἐπὶ τ[  ̣  ̣  ̣  ̣  ̣  ̣]
r,FrF
20τ̣ο̣ῖ̣[ς ⁦ -ca.?- ⁩ Φοιβά]μ̣μ̣ω̣ν̣
ὁ καὶ ἀνὴρ Ἀναστασίας τὸ πρόσωπον καὶ τὴν χώραν τῶν
[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]των ἀποτελῶν τοῦ τε Φοιβάμμωνος ἑτέρ[ου]
καὶ [τῶ(?)]ν̣ [γαμετῶν(?) αὐτῶν τῶν πρ]ο̣αφηγηθέντων
καὶ ἐναγόντων ἐπέχω̣[ν δὲ] κ[α]ὶ̣ τ̣ὴ̣ν τάξιν τοῦ
25διώκοντος παντὸς τούτων μέρους συνευδοκοῦντ[ος]
καὶ συνεστῶτος ταῖς ὑ(*)πʼ αὐτοῦ λαλουμέναις δικαιολ[ογί]\αις/
καὶ προλογίζων κατὰ πρώτην τάξιν ἔφασκεν
τὸν(*) πατέρα τούτων πάντων Ἀπολλὼν ὀνόματι
ἀπολειτουργήσαντα τὸν ἑαυτοῦ βίον μετὰ θάνατον τῆς
30πάντων το̣[ύτ]ων μητρὸς Ἡραΐ(*)δος τῆς τούτου προ-
τελευσάσης καὶ καταλείψαντα ἡμῖν πάντα τὰ
διηνέγκοντα αὐτῷ τε καὶ μητρὶ τούτων πράγματ[α]
ἀπὸ μείζονος ἕως βρ[α]χ̣έος ἐντίμου̣ τ̣[ε] καὶ ἀτίμου εἴδο[υς]
πάσης τῆς ὑ(*)παρχούσης αὐτοῖς κληρονομίας, ⁦ vac. ? ⁩ τὸν δὲ
35προειρημένον Ψάτην τὸν ἡμέτερον ἀδελφὸν ὡς
μείζονα ὄντα ἡμῶν ἀφαιρεῖσθαι πᾶσαν τὴν πατρῴαν
καὶ μητρῴαν κληρ̣ο̣νομίαν καὶ ἀποστερῆσαι ἡμᾶς τοὺς [ὑπο-]
δεεστέρους αὐτοῦ ἀδελφοὺς οὐ μὴν ἀλλὰ καὶ αὐθεντῆσαι ἐκμ̣ισθ[ώ]\σαν̣[τα]/
τὰς γονικὰς ἡμῶν οἰκίας(*) καὶ ἐνοικολογῆσαι ταύτας
40καὶ οἰκειώσασθαι ἑαυτῷ τὰ πρόστεγα μὴ εὐπορωτέρως
ἔχοντας τὸ’ ζὴν ἑαυτοιἔ πε̣ρ̣[ι]ποιήσασθαι εἴγε τὰ μάλιστα
στεγανόμια παρασχεῖν, καίτοι συνταξάμενός μοι ὁ(*) προλεχθεὶς
Ψάτης ἡνίκα ἔγημον τὴν αὐτοῦ ἀδελφὴν εὐθέως μετὰ τοὺς
ἐπιτελεσθέντας γάμους τὸ πᾶν μέρος αὐτῆς τῶν τε οἰκοσκευῶν
45ἁπάντων ὀνόματος πατρός τε καὶ μητρὸς ἀποδοθῆναι ἐκ πλήρου[ς]
καὶ προσεπὶ τούτοις ἔτι γε τὸ ἐπιβάλλον μοι ὑ(*)πὲρ τῆς ἐμῆς
γυναικὸς μέρος τῶν εἰρημέ(νων) οἰκημάτων εἰς οἴκησιν·
διὸ καὶ ἔσπευσα ἔκτοτε συναφθῆναι(*) τῇ αὐτοῦ ἀδελφ
παρὰ τὸ μὴ ἔχειν με οἰκίαν καὶ διʼ ὅσα συνέθετο ἐπιδοῦναί
50μοι ἀντίπροικα πρὸ γάμου μίξεως καὶ ἕως ἄρτι κ̣εκ̣μ̣ήκα̣μ̣ε̣[ν]
αὐτὸν παρακαλοῦντες εἶτα καὶ δυσφημοῦντες οὐκ’
ἠνέσχετο ἡμῖν ἐκδοῦναι οὐδὲν ἐκ τούτων οὐδὲ μὴν
ἀπὸ πατρῴας καὶ μητρῴας κληρονομίας φάσκων τὸν
πατέρα ἡμῶν κεχρεωστηκότα πρὸ θανάτου καὶ ἕτερα πολλὰ
55καταδαπανᾶσθαι εἰς τὰ καθʼ ἑαυτὸν ἐκ τοῦ ἰ(*)δικοῦ αὐτοῦ
ἐργοχείρου ὧν τὴν ἀπόδειξιν ἕως νῦν ἡμῖν οὐκ’ ἐδήλωσεν,
ἀντ’ακούσας δὲ ταῦτα Ψάτης ὁ παρὼν καὶ φεύγων
ἐρωτηθεὶς παρʼ ἐμοῦ διʼ ἣν αἰτίαν ἀνέχεται τὰ πατρῷα παρα-
κατασχεῖν ἑαυτῷ μόνῳ \πράγματα/ ἔφασκεν πολλὰ δεδωκέναι
60εἰς τὰ πατρῷα αὐτῶν χρέα καὶ εἰς ἀναλώματα τῶν
τῆς ἀποτροφς δαπανημάτων τοῦ κοινοῦ αὐτῶν πατρὸς
καὶ φανερά τε διάφορα εἰς προσφορὰν αὐτοῦ καὶ περιστολὴν
λόγῳ κηδείας τοῦ αὐτοῦ σωματίου καὶ ὡσαύτως τοῦ σωματίο(υ)
τοῦ ἀτέκνου τετελευτηκότος ἄλλου αὐτῶν ἀδελφοῦ
65(*)ωάννου ὀνόματι καὶ ἕως νῦν κεχρεωσ[τ]η̣κ̣έ̣[ν]αι φανεροῖς̣
λαμπροῖς προσώποις πολλὰ ὑ(*)πὲρ προτελείας χρεωστούμε(να)
αὐτοῖς παρὰ τοῦ αὐτῶν πατρὸς ἀποθνῄσκοντος ὧν τὴν
γνῶσιν προέφερεν περιέχουσαν νομίσματα τριάκοντα
ὀκτὼ καὶ κεράτια τέσσαρα αὖ τινα λέγων ἀποδεδωκέναι
70μετὰ τὴν τελευτὴν τοῦ αὐτῶν πατρὸς καθʼ ἥν τε φανεροποι\εῖ/
οἷα δὴ ἀποθρεψάμενος τοὺς εἰρημέ(νους) ἀδελφοὺς αὐτοῦ
προσόδου κτημάτων μὴ ὑ(*)παρχούσης τούτους εἰ μὴ ἐκ μισθο(ῦ)
καὶ μόνου τοῦ αὐτοῦ, ἐργοχείρου, \φησίν/ ἐτρέφοντο γὰρ παρʼ ἐμοῦ διόλο(υ), \φήσας/
οὐ μὴν ἀλλὰ κ̣[α]ὶ̣ ὅ̣σ̣α λέγουσιν οἰκήματα ἔχειν πατρῷα καὶ
75μητρῷα εἰ μὴ μέρη οἰκημάτων οὐκ’ ἔχουσιν καὶ οὐκ ὁλόκληρα,
τῆς μὲν μητρὸς ἡμῶν μέρος ἐκ μιᾶς καὶ μόνης οἰκίας,
τοῦ δὲ πατρὸς ἕτερα δύο μέρη καὶ ταῦτα ἐσαθρώθησαν.
ἐγὼ αὐτὸς ἀνηνέωσα οἰκοδομήσας τοὺς τοίχους πολλὰ
εἰς τούτους καταδαπανώσας. ἐπὶ γὰρ τοῦ δευτέρου ἔτους τῆς
80ἀρχῆς Ἀπίωνος τοῦ ἐνδοξοτάτου πράτ’τοντος ἡ μήτηρ
ἡμῶν Ἡραΐ(*)ς ἐτελεύτησεν \ἐάσασα γαλακτοτροφούμενον τὸν ἀδελφόν μο(υ)/ τὰ θηλάσματα παρεχων(*) ὡς εἶναι δεκαεπτὰ ἔτη ἀπὸ
τῆς τελευτῆς αὐτῆς μέχρι τῆς δεῦρο καὶ ἐπὶ τοῦ δευτέρου
ἔτους Μαρκιανοῦ τοῦ ἐνδοξ(ο)τ(άτου) τηνικαῦτα πράτ’τοντος
ὁ πάτηρ ἡμῶν Ἀπολλὼς ἀπεβιώσατο, ἐτυφλώθη δὲ
85ὁ α(*)ὐτὸς ἤτοι τῆς ὁράσεως ὑ(*)στερηθεὶς ἐξησθενηκὼς
διόλου καὶ ἄπρακτος γέγονεν ἐπὶ Ὁρίωνος τοῦ προηγησαμένο(υ)
ἔναγκος(*) τὴν ταξιαρχικὴν τότε ἐπέχοντος ἐξουσίαν
<καὶ> συνευρέθη τοῖς γυναικαδέλφοις αὐτοῦ παρʼ αὐτοῖς τρεφόμ\ενος/
ἐμοῦ δὲ ἐργαζομένου τὴν τοῦ τζαγκαρίου τεχνὴν
90μισθίου τάξει·· καὶ ταύτης εὐθέως ἐπιλαβόμενος
τῆς ἐμπειρίας ἑξῆς καὶ μισθοὺς κτησάμενος ἐργοχείρου
(*)στερον ἐγκακηθέντα καὶ θλιβέντα τὸν ἐμὸν πατέρα
ἀηδῶς τρεφόμενον παρὰ τούτων ἀνέλαβον αὐτὸν
κατʼ οἶκον \ἐπὶ Κόνωνος/ καὶ ἔθρεψα ἐξ ἰ(*)δίων μο\υ/ πόνων καὶ
95(*)δρώτων οὐ μὴν ἐκεῖνον. ὡς χρεωστῶν ἐποίησα
ἀλλὰ καὶ τοὺς ἄλλους μου ἀδελφοὺς τόν τε θάνοντα
καὶ ζο͂ντα(*) καὶ τὰς νῦν κατʼ ἐμοῦ παρούσας ἀδελφὰς
ἐκδεδωκὼς γαμίσκεσθαι καταδαπάνησας ἅμα εἰς ταύτας
γαμικῶν λόγῳ ἀναλωμάτων ἕτερα τινὰ καὶ μετὰ τὰς
100τοσαύτας ἐν ἅπασι εἰς αὐτοὺς ἀποδεδειγμένας ἐμὰ̣ς̣
λειτουργίας. ἀντιπίπτουσι νῦν(*) τῇ ἐμῇ φιλαδελφίᾳ
καὶ ἐμὲ ἀποβδελύτ’τουσι ἕτερα προσεπὶ τούτοις
ζητοῦντες πρὸς ἐμὲ ἀπολαμβάνειν ⁦ vac. ? ⁩ καὶ ἀπέκαμον
βουλόμενος αὐτοὺς ἀπελλογαρίζειν ἤτοι λογισμοὺς
105πρὸς ἐμὲ ἐκθέσθαι περὶ πάντων τῶν ὑ(*)πὲρ αὐτῶν
δοθέντων παρʼ ἐμοῦ εὐλόγως καὶ ἀναλωθέντων ὅπως
ἀπολογήσονται εἰκότως καὶ ἀπολαμβάνουσι
ὡσαύτως τὰ ἐκ γονέων ἡμῖν κοινῶς καταλελειμμέ\να/
πράγματα οὐκ’ ἠνέσχοντο ⁦ vac. ? ⁩ καὶ ἐπειδήπερ ἔφη Φοιβάμμω(ν)
110ὡς ἐν ἀλλοτρίᾳ μένει οἰκίᾳ ἐπʼ ἐνοικείῳ(*) οὐκ’ ἀληθὲς
ἐδίδαξεν. ἐκδέδωκα \γὰρ/ αὐτῷ τόπον κατοικήσεως ἐκ τῆς
μιᾶς οἰκίας, οἱ \δὲ/ λοιποὶ ἀδελφοί εἰσιν οἱ ἐξ ἑκείνο\υ/ αὐτὸν
ἀποδιώξαντες(*) φάσκοντες καὶ αὐτοὶ τοιοῦτον(*) ἕξειν
ἢ καὶ τὸ μέρος αὐτῶν ἄνευ χρεῶν ἀποδόσεως καὶ καθὼς
115ἐλάλει περὶ τῶν ἰ(*)σοπροίκων συνέθετο ἐπιδοῦναι λόγῳ
τῆς πρὸ γάμου δωρεᾶς τῆς ἀδελφῆς μου Ἀναστασίας καὶ
εἰ μὴ ἓν νόμισμα οὐκ’ ἐξέδωκεν ὕ(*)στερον δεηθεὶς τῆς
ἀναγκαίας τροφς ἤτοι σιταρχίας ἅμα ταύτῃ διάγων αὖθις
ἐμὲ ἀπῄτησαν τὸ ἓν νόμισμα εἰρηκὼς τότε μὴ ἔχειν
120πόρον εὐζωΐ(*)ας παρὰ τὸ ἐν ἀεργείᾳ(*) νόσο(υ) γεγενῆσθαι
αὐτὸν μηδὲν ἐπικτησάμενον ἐν τῷ κατʼ ἐκεῖνο καιροῦ
χρόνῳ καὶ οὕτως τὰ δεδογμένα μεταξὺ ἡμῶν \ἀπο/δεδοσθαι(*)
παρʼ ἐμοῦ ὑπ(ὲρ) αὐτῆς ἰ(*)σόπροικα προδέδωκα αὐτῷ \τε/ εἰληφὼς
παρʼ αὐτοῦ ἀπὸ τότε καὶ σύ̣γγραφον περὶ τῶν συντεταγμένων
125ἀσφάλειαν περιέχουσαν τὰ εἴδη ἐγγεγραμμένα αὐτῇ ὡς
συνεθέμην δοῦναι καὶ πρὸς ἀληθῆ διάκρισιν ἐπεζήτησα,
127aἐγὼ ὁ ἀκουσ\τὴς/ τῆσδε τῆς ὑ(*)ποθέσεως
τὴν γεναμένην τῶν συντεταγμένων εἰδῶν ἀσφάλειαν
προέτεινέν μοι ὁ αὐτὸς Ψάτης τινὰ περιέχουσαν μὲν
χαλκωμάτων διαφόρων εἴδη ὁλκῆς λιτρῶν δώδεκα
130καὶ ἐσθημάτων \καμπανισθέντων, φησίν,/ ὁλκῆς λιτρῶν τριάκοντα ἑπτὰ , φανερὰ
εἴδη, ἵ(*)να \δὲ/ μὴ μηκύνω τὸν λόγον, δηλοῖ ἡ τούτων γνῶσις
ἐκ τῆς ἐκείνης ποιηθείσης(*) χειρογραφίας παρὰ Ἀναστασίας
καὶ Φοιβάμμωνος \αὐτῆς ἀνδρὸς/ μετὰ σ̣υναινέσεως ἀλλήλων
καὶ ἐκ τούτου τὸ ἀψευδὲς τῆς τῶν συντεταγμένων ἰ(*)σοπροίκω(ν)
135ἀποδώσεως(*) ἔφανη ἐναποδείκτως διὰ Ψάτου το(ῦ) φεύγοντος,
οὐ μὴν ἀλλὰ καὶ περὶ τῆς τοῦ ἕδνου αὖθις ἀναδόσεως
τῆς ὑ(*)πʼ αὐτοῦ πάλιν γεγενημένης Ἀναστασίᾳ καὶ
Φοιβάμμωνι τῷ ταύτης ἀνδρὶ δι(*)ʼ ἐγγράφου αὐτῶν
ἀποδείξεως μετὰ συναινέσεως ἀλλήλων ὡσαύτως,
140ἀντεπίπτουν(*) δὲ πρὸς ταῦτα οἱ εἰρημέ(νοι) καὶ διώκοντες
ἔφασαν τὸ τῶν προονομασθέντων ὅλων σκευῶν
πλῆρες μηδέπω εἰληφέναι ἀκολο(ύ)θως τῇ ἐγγράφ
ἐκδοθείσῃ παρʼ αὐτῶν Ψάτῃ ἀσφαλείᾳ ἐνπιστεύσαντες
αὐτῷ εἰς ταύτην ὡς ἔφασαν, ⁦ vac. ? ⁩ ἀντικαθϊ(*)στάμενος δὲ τούτοις
145ὁ εἰρημέ(νος) καὶ ἐναγόμενος Ψάτης ἔφασκεν σιταρχίαν
πεποιηκέναι τοῖς εἰρημέ(νοις) καὶ διώκουσι καθʼ ἕκαστον ἔτος
ἀφʼ ἧς ἐτελεύτησεν ὁ πάτηρ αὐτῶν σίτου μὲν ἀρτάβας εἰσάγειν
τεσσαράκοντα(*) τέσσαρας , ⟦καὶ⟧ ἐλαίου \δὲ/ ἑνὸς νομίσματος \πρὸς τὸ ἐκ διαπράσεω̣ς̣ διδόμενον/ καὶ
λόγῳ ἀναλωμάτων ἤτοι δαπανημάτων τῆς οἰκίας
150ἄλλο ἓν ⁦ vac. ? ⁩ νόμισμα, περὶ δὲ βεστίο(υ) οὐκ’ ἐλογίσθη αὐτῷ
παρʼ ἐμοῦ \τοῦ ἀκροατοῦ/ ἀνθʼ ὧν καὶ αὐτοὶ ὑ(*)ποτακτικῶς ἐργοχείρων \ἤτοι λειτουργιας(*)/ ἐποίησαν αὐτῷ
ἁπαξαπλῶς ἵ(*)να ἕκαστος τούτων λάχῃ εἰς μοῖραν αὐτοῦ
σιταρχ\ε/ίας(*) λόγῳ ἤτοι ἀποτροφς σίτου ἀρτάβας πέντε καὶ χρυσο(ῦ)
κεράτια ἑπτὰ ὑπ(ὲρ) δαπάνης οἰκίας καὶ ἐλαίου, ⁦ vac. ? ⁩ ἔφασαν \δὲ/ οἱ ἐνάγον\τες/
155ὡς ἱ(*)κανὴν ἡμῖν ἐξέθετο ἀσφάλειαν γεναμέ(νην) ὑπ(ὲρ) ἡμῶν τῷ ἀδελφ
ἡμῶν ἐφʼ ᾧ \αὐτὸν/ μὴ δύνασθαι ἐπιζητεῖν πρὸς ἡμᾶς περὶ ἀπο-
τροφῆς ἀφʼ ἧς ἐτελεύτησεν ἑκεῖνος καὶ ηὑρέθησαν
ἄλλα δέκα ἔτη ὑ(*)πὲρ ὧν ὀφείλει τὴν \ἐπι/ζήτησιν πρὸς
αὐτοὺς θέσθαι καὶ ἐκλογιστίαν. ὑ(*)φεξῃρημένων οὖν τῶν ἑπτὰ
160ἐνιαυτῶν ἀπὸ τῶν δεκαεπτὰ ἐνιαυτῶν τῆς τελευτῆς το(ῦ)
ἀποιχομένο(υ) αὐτῶν πατρὸς γίνονται μόνα τὰ εἰρημένα
ἔτη δέκα ⁦ vac. ? ⁩ καὶ ἐπειδὴ λέγουσιν τὰ ἐνοικία λελῆφθαι
παρὰ Ψάτου ἀφʼ οὗ χρόνου ἔγημεν Ἀναστασια(*) προεληλύθασιν
ἤδη ἔτη τέσσαρα δεχομένου, ὡς λέγουσιν, ἀνὰ νομίσματα δύο ἑκάστου
165ἔτους ἠριθμένα(*) παρόντων ἁπάντων ἐν τῷ πανσέπτῳ οἴκῳ
τοῦ ἁγίου εὐαγγελίστου τῆς πόλεως ταύτης Ἄπα Μάρκο(υ)
ἐπὶ Ἰ(*)ωάννου τοῦ εὐδοκ(ιμωτάτου)(*) νοταρίου (καὶ) μεγάλου τινος ἀπὸ Πανοσπόλεως
ηὑρέθησαν ὀκτὼ νομίσματα καὶ ἀφʼ οὗ ἐγαμίσκετο Μαρία
τῷ ἀνδρὶ \αὐτῆς/ ἡ ἄλλη αὐτῶν(*) ἀδελφ μῆνες δύο διεληλύθασιν
170τῆς μικρᾶς οἰκίας αὐτῶν δεδομένης ὑπ(ὲρ) ἐνοικείου(*)
ἑνὸς ἡμίσους νομισματίου ἵ(*)να ὦ(*)σιν ὑπ(ὲρ) τῶν δύο μηνῶ(ν)
ἐνοικείου(*) λόγῳ κεράτια ἕξ , ⁦ vac. ? ⁩ γίνωνται οὕτως ἡ μὲν πρώτη
οἰκία ἀπὸ κερατίων δώδεκα ἑκάστου ἔτους ἀπὸ τῆς τελευτῆς
τοῦ πατρὸς ἔτη δεκαεπτὰ , γίνωνται κεράτια διακόσια τέσσαρα ,
175τὰ καθαρὰ νομίσματα ὀκτὼ καὶ κεράτια δώδεκα εὔσταθμα,
ἡ δὲ δευτέρα νομίσματα ἓξ εὔσταθμα καὶ κεράτια ἓξ ὑπ(ὲρ) τῶν
τεσσάρων ἐτῶν ⁦ vac. ? ⁩ ἀφʼ οὗ ἐγαμίσκετο Ἀναστασία ἔ(*)τι δὲ κ(αὶ)
ὑπ(ὲρ) τῶν δύο μηνῶν ἀφʼ οὗ ἡ Μαρία καὶ αὐτὴ εἰς γάμον δέδοται,
γίνωνται κεράτια τὰ πάντα ἑκατὸν πεντήκοντα μόνα,
180τὰ καθαρὰ νομίσματα ἓξ \καὶ κεράτια ἓξ ,/ τριάκοντα γὰρ ἓξ κεράτια καθʼ(*) ἔτος
εἴωθεν δέξασθαι ὁ εἰρημέ(νος) Ψάτης τοῦτʼ ἔστιν ὑ(*)πὲρ τεσσάρων
ἐνιαυτῶν καὶ δύο μηνῶν ὤφειλεν εἶναι, ὡς φασὶν οἱ ἐνάγοντες
ἐξ ὄψεως αὐτοῦ συνκατατιθεμένο(υ) αὐτοῖς, ὅπως ἔσονται
(*)πὲρ ἐνοικείου(*) λόγου νομίσματα δεκατέσσαρα ἥμισυ μόνα,
184aζητεῖ δὲ ὁ αὐ(*)τὸς Ψάτης τὰ δεδομένα παρʼ αὐτοῦ ὑπ(ὲρ) τοῦ τιτθηνωθῆναι τὸν μικρ(ὸν) αὐτοῦ ἀδελφ(ὸν) ὄρφανον
184bἐπὶ διετῆ χρόνον.
185⳨ καὶ τούτων οὕτως λεχθέντων καὶ ἀντιλεχθέντων παρʼ ἑκατέρου
μέρους \κ(αὶ)/ ἀπειπόντων τὰς δικαιολογίας ἀμφοτ·έρων τῶν
μερῶν τέλος ἔδοξεν τὴν μὲν οἰκοδομὴν τῆς οἰκίας
(*)πʼ ἐμπείρων οἰκοδόμων μετὰ τῶν συνγειτόνων
οἰκοδομησάντων σκοπηθῆναι καὶ δοκιμασθῆναι
190τὸ τί καταλαμβάνει εἰς μισθοὺς οἰκοδόμων καὶ ἐργατῶ(ν)
καὶ ἀναλωμάτων καὶ ὠμοπλίνθων ἢ καὶ λίθων ἁπαξ-
απλῶς ἐκ παντὸς μέρους \λόγου ἀναλωμάτων/ ψηφισθῆναι τὴν οἰκοδομὴν
καὶ κουφισθῆναι ἐκ τοῦ ἐνοικείου(*) ⁦ vac. ? ⁩ καὶ περὶ ὧν λέγει εἰδῶν
Ἀναστασίας τοῦ \ἀντι/προίκου, ὡς φησὶ Φοιβάμμων μήπω τὸ πλῆρες
195κεκομίσθαι ἅπαξ συναινεῖ αὐτῷ καὶ συνπείθεται Ἀναστασία
εἰς τὴν ἀνάπαλιν τοῦ ἕδνου αὐτῆς ἀνακομιδὴν ὅπερ εἰς κοινὴν
αὐτῶν μετʼ ἀλλήλων διατροφὴν ἀπεδέξαντο, ὀφείλει κἀκεῖνο(*)
τὸ ἰ(*)σόπροικον τῶν εἰδῶν ὡς προδεδήλωται εἰς κοινὸν δασμὸν
ἀγάγεσθαι καὶ ἐκ ἰ(*)σομοιρίας(*)(*)παρχθῆναι τοῖς κληρονόμοις
200ἅπασι ἵ(*)να μὴ εἴη ἄδικον καὶ ἐὰν τοιοῦτό τι ἔσχεν \ἀπὸ γονέων/ καὶ ὁ αὐτὸς
Ψάτης τούτου τοῦ τρόπου ἐπενεγκεῖν εἰς κοινὸν μερισμὸν,
τὰ δὲ οἰκήματα διαιρεθῆναι ἐξ ἰ(*)σομοιρίας καὶ εἴ τι ὑ(*)πο-
λειφθήσεται(*) ἐκ τῶν ἐνοικείων(*) τούτων πάλιν μετὰ τὴν ἀποπλήρωσιν
τῶν τῆς οἰκοδομῆς τούτων ἀναλωμάτων ἐξ ἴ(*)σης μοίρας αὖτε
205τούτοις ὑ(*)παρχθῆναι,’ τὸ δὲ τῆς περιστολῆς ἐντάφι(*)ον τοῦ τε
πατρῴου σωματίου καὶ τοῦ ἀποθανόντος ἀδελφοῦ(*) \αὐτῶν/ ἐξ ἰ(*)σομοιρίας
ὡσαύτως ἐπιγνωσθῆναι κοινῶς, \πρὸς ὃ ἀποδείξῃ Ψάτης ἐνωμότως,/ ⁦ vac. ? ⁩ καὶ περὶ τῆς ἀποτροφς
αὐτῶν \τῶν ἐναγόντων/ ἀπὸ \Κόνονος/ ⟦Ὁρίωνος⟧ ὀφείλει Ψάτης λογίζασθαι(*) αὐτοῖς
ἀφʼ οὗ ὑ(*)στερήθῃ ὁ πάτηρ \πάντων/ τῆς ὁράσεως ἕως ὅτε ἐξαγένετο \αὐτοῖς/
210παρʼ αὐτοῦ ὡς ἔφασαν(*) ἡ ὁμολογία περὶ τοῦ μηκέτι δύνασθαι
τὸν Ψάτην ἐπιζητεῖν πρὸς αὐτοὺς περὶ ἀποτροφῆς χάριν
κατὰ τὴν αἴτησιν τοῦ αὐτῶν μακαρίτο(υ) ἀδελφο(ῦ), εἰ δὲ καὶ
βεστία ἐποίει αὐτοῖς ἀπὸ τότε ἐπὶ τῷ μὴ ζητηθῆναι τὰ περὶ
βεστίου παρὰ Ψάτου πρὸς αὐτοὺς ἀντὶ τῶν κόπων τῆς
215ἀφηλικότητος αὐτῶν λειτουργίας τε καὶ ὑ(*)ποταγῆς.
εἰ δὲ οὐκ’ ἐνεδύσατο τούτο(υ)ς ἢ ταύτας παντελῶς ἀπὸ τότε
μέχρι τῆς δεῦρο ὤφειλεν τὸ τρίτον μέρος ἐκ τῆς καταλαμβανο(ύ)σης
μοίρας αὐτοὺς τῆς φανησομένης ποσότητος(*) πρὸς
τὰ \προ/διωμολογηθέντα παρὰ Ψάτου πεποιῆσθαι εἰς ἀποτροφὴν
220αὐτῶν ἐτησίαν(*) ἐκκρουσθῆναι \καὶ/ κουφισθῆναι \ἐκ το(ῦ) ἑαυτῶν μέρ(ους)·/ ἀδυνάτως \γὰρ/
ἔχει ὡς ὁρᾷ(*) τὸ δίκαιον πενιχρὸς ὢ(*)ν καὶ ἐπιδίφριος καὶ
ἀκτήμων ὁ εἰρημέ(νος) Ψάτης τὰ δύο μέρη τούτοις προσχαρίζασθαι(*)
ἤτοι τὸ τῆς διατροφῆς ἐπίχρειον καὶ τοῦ βεστίο(υ) οὔτε καὶ αὐτοὺς(*)
δωρεὰν αὐτῷ λειτουργῆσαι(*) ἐχρῆν. ⁦ vac. ? ⁩ εἰ δὲ καὶ τὸ χρέος φανείη
225τῆς’ ἐμφανισθείσης ἡμῖν · γνώσεως παρὰ Ψάτου βεβαιούμενον
παρὰ τῶν χρεωστουμένων μεγάλων προσώπων παρὰ τοῦ αὐτοῦ
πατρὸς, ὡς ἔφη, θνῄσκοντος λόγῳ προτέλειας ἐργοχείρου
ἑκάστου τούτων ἐνωμότως θεμένου ὅρκον ἐπάνω τῶν σεπτῶν
μεγαλίων(*) ὡς ἐχρεώστει ταῦτα ἡμῖν Ἀπολλὼς μόνος πρὸ θανάτο(υ)
230καὶ μετὰ θάνατον καὶ οὐδὲν ἐκ τούτων ἡμῖν ἐδόθη τῶν χρεῶν
παρʼ αὐτοῦ ἀλλὰ Ψάτης ἐστὶν ὁ πληρώσας ἡμᾶς ὑ(*)πὲρ αὐτο(ῦ), εὔδηλον
(*)άρχει προσήκειν τοὺς ἐνάγοντας τὰ ἐν συστάσει γινόμενα
τουρκου(*) τῶν δανιστῶν(*) χρέα διδόναι καὶ χωρηγῆσαι
[αὐτ(?)]ὰ τῷ εἰρημέ(νῳ) Ψάτῃ διʼ ἐγγράφου ὁμολογίας αὐτῶν ἐπὶ
235[π]ροθεσμίαις κειμένης τῆς ποσότητος τοῦ γεναμένου κατʼ ἀριθμὸν
χρόνου τῆς τελευτῆς τοῦ μακαρίτου αὐτῶν πατρὸς ἐπὶ τῷ
δύνασθαι αὐτοὺς ἐκ τοῦ καθολιγοῦ(*) ἀπολογήσασθαι αὐτῷ
τὸ εἴ τι πρὸς ἀνηλογίαν(*) τῶν μερῶν καταλαμβάνει ἕκαστος̣(*) εἰς
οἰκεῖον καὶ μόνον μέρος μετὰ τὸ ὑ(*)πεξαιρεθῆναι ἐκ τούτων ὅλων
240πρὸ πάντων τὸ μέρος Ψάτου καὶ αὐτο(ῦ) τοῦ φεύγοντος κατὰ τὴν τῶν
πάντων ἀνηλογίαν(*)(*)να εὐκολωτέρως ἔχωσιν τὴν ἀπόδοσιν
καθά\περ/ καὶ αὐτὸς οὐκ(*)(*)φʼ ἓν ἐφάπαξ τοῦτο τοῖς ὀφειλομένοις
ἐποίησεν, ⁦ vac. ? ⁩ εἶτα καὶ ἐξεῖναι τούτοις ἀπαιτῆσαι Ψάτην ἱ(*)κανὸν
ὅρκον ἐν ἁγίοις οἷ(*)ς βούλωνται Θεοῦ οἴκοις ὡς οὐδὲν ἀπεκρύψατο
245τούτοις ἐκ πατρῴας καὶ μητρῴας κληρονομίας ἀφʼ οἱουδήποτε
εἴδους καὶ ἀφʼ ἧς οὔσης λήμψεως \ὑπ(ὲρ) αὐτῶν/ καθὰ τὴν δόσιν ἀπῄτησεν
τούτους ὑ(*)πὲρ τῶν(*) γονέων πρὸς πᾶσαν ὕ(*)στερον ἀπαλλαγὴν
τελείαν καὶ σβέσιν δίκης καὶ περὶ τῆς τῶν θρεπτηρίων
\ἤτοι θηλασμάτων/ τοῦ ὀρφανικοῦ παιδίου καὶ ἀδελφοῦ αὐτῶν ἀφʼ οὗ χρόνου ἐτελεύτα
250Ἡραΐ(*)ς ἡ τούτῶν μήτηρ(*), ὡς ἐνάγει Ψάτης, οὐκ’ ὀφείλει λαβεῖν
ὑπ(ὲρ) τούτων εἰ μὴ τὴν τούτων ἡμίσειαν μοῖραν καθὰ καὶ αὐτὸς
ἐγράφη παρὰ τῶν γονέων ὀφείλει ἀναθρέψαι τὸν ἰ(*)δίον αὐτο(ῦ)
ἀδελφὸν καὶ ἀνάξαι τοῦτον τῇ δεούσῃ ἡλικίᾳ πλὴν ἐπειδὴ
τὸν πατέρα ἔθρεψεν ἐξησθενηκότα ὀφείλει ἀρκεσθῆν̣α̣ι
255τῇ ἡμίσειᾳ μοίρᾳ τῶν παρʼ αὐτοῦ δοθέντων εἰς ἀνατροφν
τοῦ ὀρφανικοῦ αὐτῶν ἀδελφοῦ νηπίου ὄντος καὶ ἀποδεῖξαι
ταῦτα διὰ τῆς τροφοῦ τοῦ παιδίου ἢ καὶ γνωρίμων γειτόνων
ἐπισταμένων \ἀκριβ̣ῶς̣ το\ῦτο/ ὥστε/ ἐνωμότως ἐν ἁγίοις Θεοῦ οἴκοις τὰς ὁμολογίας
ἐκθέσθαι καθὰ ἐπίστανται τὴν ἐπὶ τούτοις ἀλήθειαν εἶτα
260μετὰ τὸν ὑ(*)ποτελεσθησόμενον ὑ(*)πὸ τούτων καὶ ὑ(*)πὸ Ψάτο(υ)
ὅρκον ἐπησυχάζειν τοὺς ἐνάγοντας τῇ ἐφʼ ἑκάστῳ
κεφαλαίῳ δικαιολ̣ο̣γ̣ί̣[ᾳ] κ̣[αὶ μ]ὴ ε̣κ̣ θ̣ε̣  ̣ο̣υ ἡμῖν προβίβασθα̣ι̣
262aκαὶ̣ ἐ̣πιδοῦνα̣ι̣ τὰ̣ θρεπτήρια τῷ εἰρημένῳ Ψάτῃ ὑπ(ὲρ) το(ῦ) παιδίο(υ) ὀλίγον ἐκ το(ῦ) καθολιγ̣\οῦ̣/(*)
263,msκ̣α̣θ̣ʼ(*) ἔτος
263a μοίρᾳ εἰς ὅ[σα(?)] ἔτη [ἕως] ἧ̣ς̣ ἐξαφέσ̣τ̣ηκεν ἡλι̣κίας ἤτοι δύο ἐτῶν τὰ θηλάσματα·
ἐπὶ γὰρ τούτοις τοῖς εἰρημέ(νοις) ἅπασι οἱ ἀφʼ ἑκατέρου μέρους
συνε̣[υ]δο̣[κ   ̣  ̣  ̣]  ̣  ̣  ̣ε  ̣  ̣η̣τ̣ε̣  ̣  ̣  ̣  ̣ τοῖς αἰδεσιμωτάτοις καὶ
265θαυμα̣σι[ω]τ̣άτοις δημόταις Σ̣αλ̣ε̣εῖνος Ἐπαφρόδιτος   ̣  ̣
v
ἵππος̣ Μ̣έμ̣νων
υ̣ἱ(*)ὸς Ε̣π̣π̣ε̣π̣  ̣  ̣  ̣  ̣
ἀπὸ Κόνωνος

Apparatus


^ r,FrC.7. υϊου papyrus
^ r,FrD.14. υϊου papyrus
^ r,FrE.15. l. μικρᾶς
^ r,FrE.16. l. κατακολου<θού(?)>ντ[ων(?)]
^ r,FrE.17. l. ἐξετάσαι
^ r,FrE.17. l. ὃ
^ r,FrF.26. ϋπʼ papyrus
^ r,FrF.28. corr. ex του
^ r,FrF.30. ηραϊδοσ papyrus
^ r,FrF.34. ϋπαρχουσησ papyrus
^ r,FrF.39. corr. ex οικειασ
^ r,FrF.41. το’ papyrus
^ r,FrF.42. ο̈ papyrus
^ r,FrF.46. ϋπερ papyrus
^ r,FrF.48. corr. ex συναφτηναι
^ r,FrF.51. ουκ’ papyrus
^ r,FrF.55. ϊδικου papyrus
^ r,FrF.56. ουκ’ papyrus
^ r,FrF.57. αντ’ακουσασ papyrus
^ r,FrF.65. ϊωαννου papyrus
^ r,FrF.66. ϋπερ papyrus
^ r,FrF.72. ϋπαρχουσησ papyrus
^ r,FrF.75. ουκ’ papyrus
^ r,FrF.80. πρατ’τοντοσ papyrus
^ r,FrF.81. ηραϊσ papyrus
^ r,FrF.81. l. παρέχοντος
^ r,FrF.83. πρατ’τοντοσ papyrus
^ r,FrF.85. α̈υτοσ papyrus
^ r,FrF.85. ϋστερηθεισ papyrus
^ r,FrF.87. l. ἔναγχος
^ r,FrF.90. · papyrus
^ r,FrF.92. ϋστερον papyrus
^ r,FrF.94. ϊδιων papyrus
^ r,FrF.95. ϊδρωτων papyrus
^ r,FrF.95. εκεινον. papyrus
^ r,FrF.97. l. ζῶντα
^ r,FrF.101. corr. ex
^ r,FrF.102. αποβδελυτ’τουσι papyrus
^ r,FrF.105. ϋπερ papyrus
^ r,FrF.109. ουκ’ papyrus
^ r,FrF.110. l. ἐνοικίῳ
^ r,FrF.110. ουκ’ papyrus
^ r,FrF.113. corr. ex
^ r,FrF.113. corr. ex τουουτον
^ r,FrF.115. ϊσοπροικων papyrus
^ r,FrF.117. ουκ’ papyrus
^ r,FrF.117. ϋστερον papyrus
^ r,FrF.120. ευζωϊασ papyrus
^ r,FrF.120. l. ἀεργίᾳ
^ r,FrF.122. corr. ex
^ r,FrF.122. l. ἀποδίδοσθαι
^ r,FrF.123. ϊσοπροικα papyrus
^ r,FrF.127a. ϋποθεσεωσ papyrus
^ r,FrF.131. ϊνα papyrus
^ r,FrF.132. corr. ex
^ r,FrF.134. ϊσοπροικω papyrus
^ r,FrF.135. l. ἀποδόσεως
^ r,FrF.137. ϋπʼ papyrus
^ r,FrF.138. δϊʼ papyrus
^ r,FrF.140. corr. ex αντιπιπτων
^ r,FrF.144. αντικαθϊσταμενοσ papyrus
^ r,FrF.148. corr. ex τεσσερακοντα
^ r,FrF.150. ουκ’ papyrus
^ r,FrF.151. ϋποτακτικωσ papyrus
^ r,FrF.151. l. λειτουργιῶν
^ r,FrF.152. ϊνα papyrus
^ r,FrF.153. l. σιταρχίας
^ r,FrF.155. ϊκανην papyrus
^ r,FrF.158. ϋπερ papyrus
^ r,FrF.159. ϋφεξηρημενων papyrus
^ r,FrF.163. l. Ἀναστασία<ν>
^ r,FrF.165. l. ἠριθ<μη>μένα
^ r,FrF.167. ϊωαννου papyrus
^ r,FrF.167. BL 7.92 : εὐδοκ(ίμου) prev. ed.
^ r,FrF.169. corr. ex αυτησ
^ r,FrF.170. l. ἐνοικίου
^ r,FrF.171. ϊνα papyrus
^ r,FrF.171. ῶσιν papyrus
^ r,FrF.172. l. ἐνοικίου
^ r,FrF.177. ε̈τι papyrus
^ r,FrF.180. l. κατʼ
^ r,FrF.181. ϋπερ papyrus
^ r,FrF.184. ϋπερ papyrus
^ r,FrF.184. l. ἐνοικίου
^ r,FrF.184a. αϋτοσ papyrus
^ r,FrF.186. αμφοτ·ερων papyrus
^ r,FrF.188. ϋπʼ papyrus
^ r,FrF.193. l. ἐνοικίου
^ r,FrF.197. l. καὶ ἐκεῖνο
^ r,FrF.198. ϊσοπροικον papyrus
^ r,FrF.199. corr. ex
^ r,FrF.199. ϋπαρχθηναι papyrus
^ r,FrF.200. ϊνα papyrus
^ r,FrF.202. ϊσομοιριασ papyrus
^ r,FrF.202. ϋπο papyrus
^ r,FrF.203. corr. ex
^ r,FrF.203. l. ἐνοικίων
^ r,FrF.204. ϊσησ papyrus
^ r,FrF.205. ϋπαρχθηναι papyrus
^ r,FrF.205. ’ papyrus
^ r,FrF.205. ενταφϊον papyrus
^ r,FrF.206. corr. ex
^ r,FrF.206. ϊσομοιριασ papyrus
^ r,FrF.208. l. λογίσασθαι
^ r,FrF.209. ϋστερηθη papyrus
^ r,FrF.210. corr. ex φασιν
^ r,FrF.215. ϋποταγησ papyrus
^ r,FrF.216. ουκ’ papyrus
^ r,FrF.218. corr. ex ποσοτοτοσ
^ r,FrF.220. corr. ex ετησιον
^ r,FrF.221. ορᾶ papyrus
^ r,FrF.221. ῶν papyrus
^ r,FrF.222. l. προσχαρίσασθαι
^ r,FrF.223. corr. ex αυτοισ
^ r,FrF.224. corr. ex
^ r,FrF.225. τησ’ papyrus
^ r,FrF.225. · papyrus
^ r,FrF.229. l. μεγαλείων
^ r,FrF.231. ϋπερ papyrus
^ r,FrF.232. ϋαρχει papyrus
^ r,FrF.233. l. τοῦ <ὅ>ρκου
^ r,FrF.233. l. δανειστῶν
^ r,FrF.237. l. καθολικοῦ
^ r,FrF.238. l. ἀναλογίαν
^ r,FrF.238. corr. ex εκαστον
^ r,FrF.239. ϋπεξαιρεθηναι papyrus
^ r,FrF.241. l. ἀναλογίαν
^ r,FrF.241. ϊνα papyrus
^ r,FrF.242. l. οὐχ
^ r,FrF.242. ϋφʼ papyrus
^ r,FrF.243. ϊκανον papyrus
^ r,FrF.244. οῖσ papyrus
^ r,FrF.247. ϋπερ papyrus
^ r,FrF.247. corr. ex αων
^ r,FrF.247. ϋστερον papyrus
^ r,FrF.250. ηραϊσ papyrus
^ r,FrF.250. corr. ex μητρ
^ r,FrF.250. ουκ’ papyrus
^ r,FrF.252. ϊδιον papyrus
^ r,FrF.260. ϋποτελεσθησομενον papyrus
^ r,FrF.260. ϋπο papyrus
^ r,FrF.262a. l. καθολικοῦ
^ r,FrF.263,ms. l. κατʼ
^ v.267. υ̣ϊοσ papyrus

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.