DDbDP transcription: p.lond.7.1973 [xml]
254 BC Philadelphia
[Reprinted from: sb.3.7263] SB 3 7263
r
Ἀπολλώνιος Ζήνωνι χαίρειν. ὡς ἂν ἀναγνῶις
τὴν ἐπιστολήν, ἀπόσ̣τειλον εἰς Πτολεμαίδα
τά τε̣ ἁ̣ρμάτια καὶ τὰ λοιπὰ βαδιστικὰ πορεῖα
καὶ τὰς νωτοφόρους ἡμιόνους̣ ὥστε τοῖς παρὰ
5Παιρισάδου πρεσβευταῖς καὶ τοῖς ἐξ Ἄργους
θεωροῖς οὓς ἀπέσταλκεν ὁ βασιλεὺς κατὰ θέαν
τῶν κατὰ τὸν Ἀρσινο̣ί̣την. καὶ φρόντισον
ἵνα μὴ καθυστερήσηι τῆς χρείας. ὅτε γὰρ
ἐγράφομέν σοι τὴν ἐπιστολὴν ἀνεπεπλεύκεισαν(*) ἤδη.
10ἔρρωσο. (ἔτους) λβ, Πανήμου κϛ, Μεσορὴ α. v
(ἔτους) λβ, Μεσορὴ ⟦α̣⟧ β, Ἀπολλώνιο[ς] Ζήνωνι.
ὥρας ι. περὶ τῶν τοῖς
π̣α̣ρ̣ὰ̣ Π̣αιρισάδου καὶ
Ἀργ̣ε̣ίοις πρεσβευταῖς
15π̣ο̣ρ̣ε̣ί̣ων.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.