Papyri.info

sign in

p.lond.7.1979 = HGV P.Lond. 7 1979 = Trismegistos 1542



DDbDP transcription: p.lond.7.1979 [xml]

252 BC Philadelphia

r
Δημήτριος Ζήνωνι χ̣αίρε̣ι̣ν̣. εὖ ἂν ἔχοι εἰ τῶι τε σώματι
ὑγιαίνεις καὶ ἐν τοῖς ἄλλοις κ̣α̣τὰ λόγον ἀπαλλάσσεις. ὑγίαινον δὲ
κἀγώ(*). γίνωσκε τὸν πατέ̣ρ[α τ]ε̣ κ̣αὶ Ἀκρίσιον διασεσωιμένους εἰς οἶκον.
παρόντες γάρ τινες ἐγ(*) Ῥόδου ἀ̣ν̣[ή]γγελλον τὸ ποῖον ὅ̣τι ἐν Ῥόδωι ἦν
5τὸ̣ Τιμοκράτους ἤδη ἐκ Καύνου π̣αραγεγενημένον. καὶ ἐκπλέον-
τες̣ δὲ κατέλιπον τύλας τε καὶ προσ̣κε̣φάλαια δερμάτινα, ἃ συνέτα-
ξαν ἀποστεῖλαι Κίμωνα ε̣ἰ̣ Κ̣α̣ῦ̣ν̣ο̣ν̣. [τ]έ̣ω̣ς̣ μ̣ὲν οὖν οὐκ ἐκπεποίηκεν
αὐτῶι ἀπ[ο]σ̣τ̣ε̣ῖλαι, ὡς ἂν(*) δὲ τάχισ̣τα, ἅμα τῆι ὡραίαι, εὐθέ̣ω̣ς ἀποστελεῖ.
ἐγενήθη δὲ̣ ταίτιον(*) τὸ μὴ ἀναλα̣β̣εῖν τὸν ναύκληρον τα̣ῦτα παρὰ τὸ
10μὴ δύνασθαι ἀποτελωνή̣σασθαι, ἀλλʼ ἡμέρας πλείους ἑλκῦσαι ἕως ὅτου
καὶ τὸ πλ̣οῖον μετέωρον ὥρμει. ἴσθι̣ δὲ̣ κα̣ὶ̣ τὴν μνᾶν τοῦ ἀργυρίου ἣν συν-
έστησας ἡμᾶς παρὰ Σωστράτο̣υ̣ λ̣α̣β̣ε̣ῖ̣ν̣ ο̣ὐ̣κ εἰ̣ληφότας ⟦ἡμᾶς⟧. ἔ̣δε̣ι̣ξε δʼ ἡμῖν
κ̣αὶ Δημήτριος τὸ ὑπόμνημα τὸ π̣αρὰ σ̣οῦ, ἐν ὧι γράφεις ἐκ τ[οῦ] μέλιτος
δο̣ῦ̣[ναι] ἡ̣μ̣ῖν. τὸ δὲ μέλι πεπραμέ̣ν̣ον ἤδη ἦν ὑπὸ τῶν περὶ Ἰσοκράτην τὸν
15τραπεζί̣την, καὶ οὐκ ἔφασαν ἐ̣κ̣ποεῖν̣ ο̣ὐδʼ αὑτοῖς τὰ̓ργύριον(*) ἐβ̣ουκόλησεμ(*) μὲν
οὖν ἡμᾶς̣ Σ̣ώ̣σ̣τρατος· συσστήσας(*) γὰρ ἡμ̣ῖ̣ν Π̣ρ̣ο̣ῖτον ἵνα δῶι ἐκ τοῦ μέ̣λιτος, πάλιν
ἀποσυνέ̣ταξεν(*) ἀποτρέχων μηκ̣[έτ]ι̣ [τὸ] μέλι Προίτωι προέσθαι. ἐ̣β̣ο̣υ̣λόμην
μὲν οὖν καὶ αὐτὸς ἀναπλεῦσαι πρός σε, ἀ̣λ̣λ̣ʼ ο̣ὐ̣κ̣ ἐκπεποίηκέ μοι. γράφει γὰρ Ἀντιλέων
πρός̣ σ̣ε̣ ἐ̣π̣ιστολὴν ὑπὲρ μοῦ. ἔρρωσο.
v
20[(ἔτους)] λ̣γ, Ἁθὺρ ι. Δημήτριος Ζή̣ν̣ωνι̣.
π̣ερί τε τῆς μν(ᾶς) τοῦ ἀρ(γυρίου)
ὅτι οὐκ εἴληφεν, καὶ περὶ
τ̣ῶν τυλῶν, ὅτι ἀπολελειμμένα̣ι̣ [εἰσίν.]

Apparatus


^ r.3. l. καὶ ἐγώ
^ r.4. l. ἐκ
^ r.8. corr. ex δν
^ r.9. l. τὰ αἴτιον
^ r.15. l. τὰ ἀργύριον
^ r.15. l. ἐβ̣ουκόλησεν
^ r.16. l. συστήσας
^ r.17. corr. ex

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.